λέγοντος δὲ πάντα κατὰ νοῦν αὐτοῖς κεχωρηκέναι τὰ πράγματα βαστάσας ἐκ τοῦ δείπνου μέρη προσδίδωσιν αὐτῷ, καὶ κελεύει πρὸς τὴν γυναῖκα ἀπελθόντα ἀναπαύσασθαι σὺν αὐτῇ. ὁ δὲ Οὐρίας τοῦτο μὲν οὐκ ἐποίησε, παρεκοιμήθη δὲ τῷ βασιλεῖ σὺν τοῖς ἄλλοις ὁπλοφόροις.ὡς δὲ γνοὺς τοῦθʼ ὁ βασιλεὺς ἀνέκρινεν αὐτόν, ὅτι μὴ πρὸς αὑτὸν εἰς τὴν οἰκίαν ἔλθοι μηδὲ πρὸς τὴν γυναῖκα διὰ τοσούτου χρόνου πάντων ἀνθρώπων ταύτην ἐχόντων τὴν φύσιν ὅταν ἔλθωσιν ἐξ ἀποδημίας, οὐκ εἶναι δίκαιον ἔφη τῶν συστρατιωτῶν αὐτοῦ καὶ τοῦ στρατηγοῦ χαμαὶ κοιμωμένων ἐν παρεμβολῇ καὶ τῇ τῶν πολεμίων χώρᾳ μετὰ γυναικὸς αὐτὸν ἀναπαύεσθαι καὶ τρυφᾶν.ταῦτʼ εἰπόντα μεῖναι τὴν ἡμέραν ἐκείνην ἐκέλευσεν αὐτόθι ὡς εἰς τὴν ἐπιοῦσαν ἀπολύσων αὐτὸν πρὸς τὸν ἀρχιστράτηγον. κληθεὶς δʼ ἐπὶ δεῖπνον ὑπὸ τοῦ βασιλέως Οὐρίας καὶ μέχρι μέθης προελθὼν ἐν τῷ πότῳ δεξιουμένου τοῦ βασιλέως αὐτὸν ἐπίτηδες ταῖς προπόσεσιν, οὐδὲν ἧττον πάλιν πρὸ τῶν τοῦ βασιλέως θυρῶν ἐκοιμήθη μηδεμίαν λαβὼν τῆς γυναικὸς ἐπιθυμίαν.ἐπὶ τούτοις δὲ δυσανασχετήσας ὁ βασιλεὺς ἔγραψε τῷ Ἰωάβῳ κολάσαι προστάττων τὸν Οὐρίαν, ἁμαρτεῖν γὰρ αὐτὸν ἐδήλου, καὶ τὸν τρόπον τῆς τιμωρίας ἵνα μὴ γένηται φανερὸς αὐτὸς τοῦτο βουληθεὶς ὑπέθετο·κατὰ γὰρ τὸ δυσμαχώτατον αὐτὸν ἐκέλευσε μέρος τῶν πολεμίων τάξαι καὶ καθʼ ὃ κινδυνεύσει μαχόμενος ἀπολειφθεὶς μόνος· τοὺς γὰρ συμπαραστάτας ἀναχωρῆσαι ἐκ τῆς μάχης γινομένης ἐκέλευσε. ταῦτα γράψας καὶ σημηνάμενος τῇ αὑτοῦ σφραγῖδι τὴν ἐπιστολὴν ἔδωκεν Οὐρίᾳ κομίσαι πρὸς Ἰώαβον.δεξάμενος δὲ Ἰώαβος τὰ γράμματα καὶ τὴν τοῦ βασιλέως προαίρεσιν ἀναγνούς, καθʼ ὃν ᾔδει τόπον τοὺς πολεμίους χαλεποὺς αὐτῷ γενομένους, κατὰ τοῦτον ἔστησε τὸν Οὐρίαν δοὺς αὐτῷ τινας τῶν ἀρίστων τῆς στρατιᾶς· αὐτὸς δʼ ἁπάσῃ τῇ δυνάμει προσεπιβοηθήσειν ἔφησεν, εἰ δυνηθεῖεν ἀνατρέψαντές τι τοῦ τείχους εἰσελθεῖν εἰς τὴν πόλιν.ὄντα δʼ αὐτὸν γενναῖον στρατιώτην καὶ δόξαν ἔχοντα παρά τε τῷ βασιλεῖ καὶ πᾶσι τοῖς ὁμοφύλοις ἐπʼ ἀνδρείᾳ χαίρειν τοῖς μεγάλοις πόνοις ἀλλὰ μὴ προσαγανακτεῖν ἠξίου. τοῦ δʼ Οὐρία προθύμως ὑποστάντος τὸ ἔργον, τοῖς μετʼ αὐτοῦ παρατασσομένοις ἰδίᾳ καταλιπεῖν ὅταν ἐξορμήσαντας ἴδωσι τοὺς πολεμίους ἐδήλωσε.προσβαλόντων οὖν τῇ πόλει τῶν Ἑβραίων δείσαντες οἱ Ἀμμανῖται, μὴ κατʼ ἐκεῖνον τὸν τόπον, καθʼ ὃν Οὐρίαν συνέβαινε τετάχθαι, φθάσαντες ἀναβῶσιν οἱ πολέμιοι, προστησάμενοι τοὺς ἀνδρειοτάτους αὐτῶν καὶ τὴν πύλην ἀνοίξαντες αἰφνιδίως καὶ μετὰ ῥύμης καὶ δρόμου πολλοῦ τοῖς ἐχθροῖς ἐπεξῆλθον.ἰδόντες δὲ αὐτοὺς οἱ σὺν τῷ Οὐρίᾳ πάντες ἀνεχώρησαν ὀπίσω, καθὼς Ἰώαβος αὐτοῖς προεῖπεν· αἰσχυνθεὶς δʼ Οὐρίας φυγεῖν καὶ τὴν τάξιν καταλιπεῖν ὑπέμεινε τοὺς πολεμίους· καὶ τὴν ὁρμὴν αὐτῶν ἐκδεξάμενος ἀναιρεῖ μὲν οὐκ ὀλίγους, κυκλωθεὶς δὲ καὶ ληφθεὶς ἐν μέσῳ ἅμα δʼ αὐτῷ τινες καὶ ἄλλοι τελευτᾷ συγκαταπεσόντων ἑτέρων.Τούτων οὕτως γενομένων ἔπεμψεν ἀγγέλους Ἰώαβος πρὸς τὸν βασιλέα λέγειν ἐντειλάμενος αὐτοῖς, ὡς σπουδάσειε μὲν ταχέως ἑλεῖν τὴν πόλιν, προσβαλὼν δὲ τῷ τείχει καὶ πολλοὺς ἀπολέσας ἀναχωρῆσαι βιασθείη· προστιθέναι δὲ τούτοις ἂν ὀργιζόμενον ἐπʼ αὐτοῖς βλέπωσι καὶ τὸν Οὐρία θάνατον.τοῦ δὲ βασιλέως ἀκούσαντος παρὰ τῶν ἀγγέλων ταῦτα καὶ δυσφοροῦντος φάσκοντος ἁμαρτεῖν αὐτοὺς τῷ τείχει προσβαλόντας, δέον ὑπονόμοις καὶ μηχανήμασιν ἑλεῖν πειρᾶσθαι τὴν πόλιν, καὶ ταῦτʼ ἔχοντας παράδειγμα τὸν Γεδεῶνος υἱὸν Ἀβιμέλεχον, ὃς ἐπεὶ τὸν ἐν Θήβαις πύργον ἑλεῖν ἐβούλετο βίᾳ, βληθεὶς ὑπὸ πρεσβύτιδος πέτρῳ κατέπεσε καὶ ἀνδρειότατος ὢν διὰ τὸ δυσχερὲς τῆς ἐπιβολῆς αἰσχρῶς ἀπέθανεν·οὗ μνημονεύοντας ἔδει μὴ προσιέναι τῷ τείχει τῶν πολεμίων· ἄριστον γὰρ ἁπάντων τῶν ἐν πολέμῳ πραχθέντων καὶ καλῶς καὶ ὡς ἑτέρως ἐνίοις αὐτοῖς κινδύνοις μνήμην ἔχειν, ὡς τὰ μὲν μιμεῖσθαι τὰ δὲ φυλάττεσθαι.ἐπεὶ δὲ οὕτως ἔχοντι καὶ τὸν Οὐρία θάνατον ἐδήλωσεν ὁ ἄγγελος, παύεται μὲν τῆς ὀργῆς, Ἰωάβῳ δʼ ἐκέλευσεν ἀπελθόντα λέγειν ἀνθρώπινον εἶναι τὸ συμβεβηκὸς καὶ τὰ τοῦ πολέμου φύσιν ἔχειν τοιαύτην, ὥστε ποτὲ μὲν τοῖς ἐναντίοις εὖ πράττειν συμβαίνειν κατʼ αὐτόν, ποτὲ δὲ τοῖς ἑτέροις·τοῦ λοιποῦ μέντοι γε προνοεῖν τῆς πολιορκίας, ὅπως μηδὲν ἔτι πταίσωσι κατʼ αὐτήν, ἀλλὰ χώμασι καὶ μηχαναῖς ἐκπολιορκήσαντας καὶ παραστησαμένους τὴν μὲν πόλιν κατασκάψαι, ἅπαντας δʼ ἀπολέσαι τοὺς ἐν αὐτῇ. καὶ ὁ μὲν ἄγγελος τὰ ὑπὸ τοῦ βασιλέως ἐντεταλμένα κομίζων πρὸς Ἰώαβον ἠπείγετο.ἡ δὲ τοῦ Οὐρία γυνὴ Βεεθσαβὴ τὸν θάνατον τἀνδρὸς πυθομένη ἐπὶ συχνὰς αὐτὸν ἡμέρας ἐπένθησεν, παυσαμένην δὲ τῆς λύπης καὶ τῶν ἐπʼ Οὐρίᾳ δακρύων ὁ βασιλεὺς εὐθὺς ἄγεται γυναῖκα, καὶ παῖς ἄρρην ἐξ αὐτῆς γίνεται αὐτῷ.Τοῦτον οὐχ ἡδέως ἐπεῖδεν ὁ θεὸς τὸν γάμον, ἀλλὰ διʼ ὀργῆς ἔχων τὸν Δαυίδην τῷ προφήτῃ Νάθᾳ φανεὶς κατὰ τοὺς ὕπνους ἐμέμφετο τὸν βασιλέα. ὁ δὲ Νάθας ἀστεῖος καὶ συνετὸς ὢν ἀνήρ, λογισάμενος ὡς οἱ βασιλεῖς ὅταν εἰς ὀργὴν ἐμπέσωσι ταύτῃ πλέον ἢ τῷ δικαίῳ νέμουσι, τὰς μὲν παρὰ τοῦ θεοῦ γεγενημένας ἀπειλὰς ἡσυχάζειν ἔκρινεν, ἄλλους δὲ λόγους χρηστοὺς πρὸς αὐτὸν διεξῆλθε,