πεσόντων δὲ τούτων συνέρρηξε καὶ ἡ λοιπὴ στρατιά, καὶ καρτερᾶς τῆς μάχης γενομένης ἡττήθησαν οἱ τοῦ Ἀβεννήρου· καὶ τραπέντας οὐκ ἀνίει διώκων Ἰώαβος, ἀλλʼ αὐτός τε ἐπέκειτο παρακελευόμενος τοὺς ὁπλίτας ἐκ ποδὸς ἕπεσθαι καὶ μὴ κάμνειν ἀναιροῦντας,οἵ τε ἀδελφοὶ προθύμως ἠγωνίσαντο, καὶ διαφανέστερος τῶν ἄλλων μάλιστα ὁ νεώτερος Ἀσάηλος, ὃς ἐπὶ ποδῶν ὠκύτητι κλέος εἶχεν· οὐ γὰρ ἀνθρώπους ἐνίκα μόνον, ἀλλὰ καὶ ἵππῳ καταστάντα εἰς ἅμιλλαν λέγουσι παραδραμεῖν, καὶ τὸν Ἀβεννῆρον ἐδίωκεν ὑπὸ ῥύμης καὶ τῆς ἐπʼ ὀρθὸν φορᾶς εἰς οὐδέτερον ἐγκλιθεὶς τῶν μερῶν.ἐπιστραφέντος δὲ τοῦ Ἀβεννήρου καὶ κατασοφίζεσθαι τὴν ὁρμὴν αὐτοῦ πειρωμένου καὶ ποτὲ μὲν εἰπόντος ἑνὸς τῶν αὐτοῦ στρατιωτῶν ἀφέμενος τῆς διώξεως ἀφελέσθαι τὴν πανοπλίαν, πάλιν δʼ ὡς οὐκ ἔπειθε τοῦτο ποιεῖν κατασχεῖν αὑτὸν καὶ μὴ διώκειν παραινοῦντος, μὴ κτείνας αὐτὸν ἀπολέσῃ τὴν πρὸς τὸν ἀδελφὸν αὐτοῦ παρρησίαν, οὐ προσιέμενον δὲ τοὺς λόγους, ἀλλʼ ἐπιμείναντα τὴν δίωξιν φεύγων ὡς εἶχε τὸ δόρυ πλήξας εἰς τοὐπίσω καιρίως παραχρῆμʼ ἀπέκτεινεν.οἱ δὲ μετʼ αὐτοῦ διώκοντες τὸν Ἀβεννῆρον ὡς ἦλθον ἐπὶ τὸν τόπον, οὗ κεῖσθαι συνέβαινε τὸν Ἀσάηλον, περιστάντες τὸν νεκρὸν οὐκέτι τοὺς πολεμίους ἐδίωκον· ὁ δὲ Ἰώαβος αὐτὸς καὶ ὁ ἀδελφὸς αὐτοῦ Ἀβεσσαῖος παραδραμόντες τὸ πτῶμα καὶ τῆς πλείονος ἐπὶ τὸν Ἀβεννῆρον σπουδῆς αἰτίαν τὴν ὑπὲρ τοῦ τετελευτηκότος ὀργὴν λαβόντες, ἀπίστῳ τάχει καὶ προθυμίᾳ χρώμενοι μέχρι τόπου τινός, Ὄμματον καλοῦσιν, ἐδίωξαν τὸν Ἀβεννῆρον ἤδη περὶ δυσμὰς ὄντος ἡλίου.ἀναβὰς δʼ ἐπί τινα βουνόν, ὅς ἐστιν ἐν ἐκείνῳ τῷ τόπῳ μετὰ τῆς Βενιαμίτιδος φυλῆς, αὐτούς τε κατεσκέπτετο καὶ τὸν Ἀβεννῆρον. τούτου δὲ ἀνακεκραγότος καὶ φήσαντος, μὴ δεῖν ἄνδρας ὁμοφύλους εἰς ἔριδα καὶ μάχην παροξύνειν, ἁμαρτεῖν δὲ καὶ τὸν ἀδελφὸν αὐτοῦ Ἀσάηλον, ὃς παραινοῦντος μὴ διώκειν οὐκ ἐπείσθη καὶ διὰ τοῦτο βληθεὶς ἀπέθανε, συμφρονήσας καὶ παράκλησιν ἡγησάμενος τούτους τοὺς λόγους ὁ Ἰώαβος ἀνακαλεῖ τῇ σάλπιγγι σημάνας τοὺς στρατιώτας καὶ τῆς ἐπὶ πολὺ διώξεως ἐπισχών.καὶ οὗτος μὲν ἐπʼ ἐκείνου καταστρατοπεδεύεται τοῦ τόπου τὴν νύκτα ταύτην, Ἀβεννῆρος δὲ διʼ ὅλης αὐτῆς ὁδεύσας καὶ περαιωσάμενος τὸν Ἰόρδανον ποταμὸν ἀφικνεῖται πρὸς τὸν τοῦ Σαούλου παῖδα εἰς τὰς Παρεμβολὰς Ἰέβωσθον. τῇ δʼ ἐχομένῃ τοὺς νεκροὺς ὁ Ἰώαβος ἐξαριθμήσας ἅπαντας ἐκήδευσεν.ἔπεσον δὲ τῶν μὲν Ἀβεννήρου στρατιωτῶν ὡς τριακόσιοι καὶ ἑξήκοντα, τῶν δὲ Δαυίδου δέκα πρὸς τοῖς ἐννέα καὶ Ἀσάηλος, οὗ τὸ σῶμα κομίσαντες ἐκεῖθεν Ἰώαβος καὶ Ἀβεσσαῖος εἰς Βηθλεέμην καὶ θάψαντες ἐν τῷ πατρῴῳ μνήματι πρὸς Δαυίδην εἰς Γιβρῶνα παρεγένοντο.ἤρξατο μὲν οὖν ἐξ ἐκείνου τοῦ χρόνου τοῖς Ἑβραίοις ἐμφύλιος πόλεμος καὶ διέμεινεν ἄχρι πολλοῦ, τῶν μὲν μετὰ Δαυίδου κρειττόνων ἀεὶ γινομένων καὶ πλεῖον ἐν τοῖς κινδύνοις φερομένων, τοῦ δὲ Σαούλου παιδὸς καὶ τῶν ὑπηκόων αὐτοῦ κατὰ πᾶσαν σχεδὸν ἡμέραν ἐλαττουμένων.Ἐγένοντο δὲ κατὰ τοῦτον τὸν καιρὸν καὶ παῖδες Δαυίδῃ τὸν ἀριθμὸν ἓξ ἐκ γυναικῶν τοσούτων, ὧν ὁ μὲν πρεσβύτατος ἐκ μητρὸς Ἀχίνας γενόμενος Ἀμνὼν ἐκλήθη, ὁ δὲ δεύτερος ἐκ γυναικὸς Ἀβιγαίας Δανίηλος, τῷ τρίτῳ δʼ ἐκ τῆς Θολομαίου θυγατρὸς Μαχάμης φύντι τοῦ Γεσσιρῶν βασιλέως Ἀψάλωμος ὄνομα, τὸν δὲ τέταρτον Ἀδωνίαν ἐκ γυναικὸς Ἀήθης προσηγόρευσε, τὸν πέμπτον δὲ Σαφατίαν τῆς Ἀβιτάλης καὶ τὸν ἕκτον Γεθερσὰν τῆς Γαλαὰδ ἐπωνόμασε.τοῦ δʼ ἐμφυλίου πολέμου συνεστῶτος καὶ συμπιπτόντων εἰς ἔργα καὶ μάχην πυκνῶς μεθʼ ἑκατέρου τῶν βασιλέων, Ἀβεννῆρος ὁ τοῦ Σαούλου παιδὸς ἀρχιστράτηγος συνετὸς ὢν καὶ σφόδρα εὔνουν ἔχων τὸ πλῆθος πάντας συμμεῖναι τῷ Ἰεβόσθῳ παρεσκεύασε· καὶ διέμειναν ἱκανὸν χρόνον τὰ ἐκείνου φρονοῦντες.ὕστερον δʼ ἐν ἐγκλήματι γενόμενος Ἀβεννῆρος καὶ λαβὼν αἰτίαν ὡς συνέλθοι τῇ Σαούλου παλλακῇ Ῥαισφᾶ μὲν τοὔνομα Σιβάτου δὲ θυγατρί, καὶ καταμεμφθεὶς ὑπὸ Ἰεβώσθου περιαλγήσας καὶ θυμωθείς, ὡς οὐ δικαίων τῶν παρʼ αὐτοῦ τυγχάνοι πάσῃ προνοίᾳ περὶ αὐτὸν χρώμενος, ἠπείλησε μὲν τὴν βασιλείαν εἰς Δαυίδην περιστήσειν, ἐπιδείξειν δὲ ὡς οὐχὶ διὰ τὴν ἰδίαν ῥώμην καὶ σύνεσιν ἄρχοι τῶν πέραν Ἰορδάνου, διὰ δὲ τὴν αὐτοῦ στρατηγίαν τε καὶ πίστιν.καὶ πέμψας εἰς Γιβρῶνα παρὰ Δαυίδην λαβεῖν ὅρκους τε καὶ πίστεις ἠξίου, ἦ μὴν ἕξειν αὐτὸν ἑταῖρον καὶ φίλον ἀναπείσαντα τὸν λαὸν τοῦ Σαούλου μὲν ἀποστῆναι παιδός, αὐτὸν δὲ ἀποδείξαντα πάσης τῆς χώρας βασιλέα.τοῦ δὲ Δαυίδου ποιησαμένου τὰς ὁμολογίας, ἥσθη γὰρ ἐφʼ οἷς Ἀβεννῆρος διεπρεσβεύσατο πρὸς αὐτόν, καὶ πρῶτον τεκμήριον παρασχεῖν τῶν συνθηκῶν ἀξιώσαντος ἀνασώσαντα πρὸς αὐτὸν Μελχάλην τὴν γυναῖκα μεγάλοις ὠνηθεῖσαν ὑπʼ αὐτοῦ κινδύνοις καὶ Παλαιστίνων κεφαλαῖς ἑξακοσίαις, ἃς ὑπὲρ αὐτῆς ἐκόμισε τῷ πατρὶ Σαούλῳ,πέμπει μὲν αὐτῷ τὴν Μελχάλην ἀποσπάσας Ὀφελτίου τοῦ τότε συνοικοῦντος αὐτῇ, πρὸς τοῦτο καὶ Ἰεβώσθου συμπράξαντος· ἐγεγράφει γὰρ αὐτῷ Δαυίδης τὴν γυναῖκα δικαίως ἀπολαβεῖν· συγκαλέσας δὲ τοὺς γεγηρακότας τοῦ πλήθους καὶ ταξιάρχους καὶ χιλιάρχους λόγους ἐποιήσατο πρὸς αὐτούς,