Φθορὰ Παλαιστίνων καὶ τῆς γῆς αὐτῶν ἐξ ὀργῆς τοῦ θεοῦ διὰ τὴν αἰχμαλωτευθεῖσαν ὑπ' αὐτῶν κιβωτόν, καὶ τίνα τρόπον ἀπέπεμψαν αὐτὴν τοῖς Ἑβραίοις. στρατεία Παλαιστίνων ἐπ' αὐτοὺς καὶ νίκη Ἑβραίων Σαμουήλου στρατηγοῦντος αὐτῶν τοῦ προφήτου. ὡς Σαμουῆλος διὰ τὸ γῆρας ἀσθενὴς ὢν τὰ πράγματα διοικεῖν τοῖς παισὶν αὐτοῦ ἐνεχείρισεν. ὡς οὐ καλῶς προϊσταμένων ἐκείνων τῆς ἀρχῆς τὸ πλῆθος ὑπ' ὀργῆς ᾐτήσατο βασιλεύεσθαι. Σαμουήλου πρὸς τοῦτο ἀγανάκτησις καὶ βασιλέως αὐτοῖς ἀνάδειξις Σαούλου τοὔνομα κελεύσαντος τοῦ θεοῦ. Σαούλου στρατεία ἐπὶ τὸ Ἀμμανιτῶν ἔθνος καὶ νίκη καὶ διαρπαγὴ τῶν πολεμίων. ὡς στρατευσάμενοι πάλιν ἐπὶ τοὺς Ἑβραίους οἱ Παλαιστῖνοι ἡττήθησαν. Σαούλου πρὸς Ἀμαληκίτας πόλεμος καὶ νίκη. ὅτι παραβαίνοντος Σαούλου τὰς ἐντολὰς τοῦ προφήτου Σαμουῆλος ἄλλον ἀπέδειξε βασιλέα κρύφα Δαβίδην ὄνομα κατ' ἐπιτροπὴν τοῦ θεοῦ. ὡς καὶ πάλιν ἐπεστράτευσαν τοῖς Ἑβραίοις οἱ Παλαιστῖνοι ἔτι Σαούλου βασιλεύοντος. μονομαχία Δαβίδου τότε πρὸς Γολίαθον τὸν ἄριστον τῶν Παλαιστίνων καὶ ἀναίρεσις τοῦ Γολιάθου καὶ ἧττα τῶν Παλαιστίνων. ὡς θαυμάσας τὸν Δαβίδην τῆς ἀνδρείας συνῴκισεν αὐτῷ τὴν θυγατέρα Σαοῦλος. ὅτι μετὰ ταῦτα ὕποπτον αὐτῷ τὸν Δαβίδην γενόμενον ὁ βασιλεὺς ἐσπούδασεν ἀποκτεῖναι. ὡς πολλάκις καὶ Δαβίδης κινδυνεύσας ἀποθανεῖν ὑπὸ τοῦ Σαούλου διέφυγε καὶ Σαοῦλον δὶς ἐπ' αὐτῷ γενόμενον ὥστε ἀνελεῖν οὐ διεχρήσατο. ὡς στρατευσαμένων Παλαιστίνων πάλιν ἐπὶ τοὺς Ἑβραίους ἡττήθησαν οἱ Ἑβραῖοι τῇ μάχῃ καὶ ὁ βασιλεὺς αὐτῶν Σαοῦλος ἀπέθανε μετὰ τῶν παίδων μαχόμενος. περιέχει ἡ βίβλος χρόνον ἐτῶν λβ.Λαβόντες δʼ οἱ Παλαιστῖνοι τὴν τῶν πολεμίων κιβωτὸν αἰχμάλωτον, ὡς προειρήκαμεν μικρὸν ἔμπροσθεν, εἰς Ἄζωτον ἐκόμισαν πόλιν καὶ παρὰ τὸν αὐτῶν θεὸν ὥσπερ τι λάφυρον, Δαγὼν δʼ οὗτος ἐκαλεῖτο, τιθέασι.τῇ δʼ ἐπιούσῃ πάντες ὑπὸ τὴν τῆς ἡμέρας ἀρχὴν εἰσιόντες εἰς τὸν ναὸν προσκυνῆσαι τὸν θεὸν ἐπιτυγχάνουσιν αὐτῷ τοῦτο ποιοῦντι τὴν κιβωτὸν· ἔκειτο γὰρ ἐπʼ αὐτῆς ἀποπεπτωκὼς τῆς βάσεως, ἐφʼ ἧς ἑστὼς διετέλει· καὶ βαστάσαντες πάλιν ἐφιστᾶσιν αὐτὸν ἐπὶ ταύτης δυσφορήσαντες ἐπὶ τῷ γεγενημένῳ. πολλάκις δὲ φοιτῶντες παρὰ τὸν Δαγὼν καὶ καταλαμβάνοντες ὁμοίως ἐπὶ τοῦ προσκυνοῦντος τὴν κιβωτὸν σχήματος κείμενον ἐν ἀπορίᾳ δεινῇ καὶ συγχύσει καθίσταντο.καὶ τελευταῖον ἀπέσκηψεν εἰς τὴν τῶν Ἀζωτίων πόλιν καὶ τὴν χώραν αὐτῶν φθορὰν τὸ θεῖον καὶ νόσον· ἀπέθνησκον γὰρ ὑπὸ δυσεντερίας, πάθους χαλεποῦ καὶ τὴν ἀναίρεσιν ὀξυτάτην ἐπιφέροντος πρὶν ἢ τὴν ψυχὴν αὐτοῖς εὐθανάτως ἀπολυθῆναι τοῦ σώματος, τὰ ἐντὸς ἀναφέροντες ἐξεμοῦντες διαβεβρωμένα καὶ παντοίως ὑπὸ τῆς νόσου διεφθαρμένα· τὰ δʼ ἐπὶ τῆς χώρας μυῶν πλῆθος ἀνελθὸν ἐπὶ τῆς γῆς κατέβλαψε μήτε φυτῶν μήτε καρπῶν ἀποσχόμενον.ἐν δὴ τούτοις ὄντες τοῖς κακοῖς οἱ Ἀζώτιοι καὶ πρὸς τὰς συμφορὰς ἀντέχειν οὐ δυνάμενοι συνῆκαν ἐκ τῆς κιβωτοῦ ταύτας αὐτοῖς ἀνασχεῖν, καὶ τὴν νίκην καὶ τὴν ταύτης αἰχμαλωσίαν οὐκ ἐπʼ ἀγαθῷ γεγενημένην. πέμπουσιν οὖν πρὸς τοὺς Ἀσκαλωνίτας ἀξιοῦντες τὴν κιβωτὸν αὐτοὺς παρὰ σφᾶς δέχεσθαι.τοῖς δὲ οὐκ ἀηδὴς ἡ τῶν Ἀζωτίων δέησις προσέπεσεν, ἀλλʼ ἐπινεύουσι μὲν αὐτοῖς τὴν χάριν, λαβόντες δὲ τὴν κιβωτὸν ἐν τοῖς ὁμοίοις δεινοῖς κατέστησαν· συνεξεκόμισε γὰρ αὑτῇ τὰ τῶν Ἀζωτίων ἡ κιβωτὸς πάθη πρὸς τοὺς ἀπʼ ἐκείνων αὐτὴν δεχομένους· καὶ πρὸς ἄλλους παρʼ αὑτῶν ἀποπέμπουσιν Ἀσκαλωνῖται.μένει δʼ οὐδὲ παρʼ ἐκείνοις· ὑπὸ γὰρ τῶν αὐτῶν παθῶν ἐλαυνόμενοι πρὸς τὰς ἐχομένας ἀπολύουσι πόλεις. καὶ τοῦτον ἐκπεριέρχεται τὸν τρόπον τὰς πέντε τῶν Παλαιστίνων πόλεις ἡ κιβωτὸς ὥσπερ δασμὸν ἀπαιτοῦσα παρʼ ἑκάστης τοῦ πρὸς αὐτὰς ἐλθεῖν ἃ διʼ αὐτὴν ἔπασχον.Ἀπειρηκότες δὲ τοῖς κακοῖς οἱ πεπειραμένοι καὶ τοῖς ἀκούουσιν αὐτὰ διδασκαλία γινόμενοι τοῦ μὴ προσδέξασθαι τὴν κιβωτόν ποτε πρὸς αὑτοὺς ἐπὶ τοιούτῳ μισθῷ καὶ τέλει, τὸ λοιπὸν ἐζήτουν μηχανὴν καὶ πόρον ἀπαλλαγῆς αὐτῆς.καὶ συνελθόντες οἱ ἐκ τῶν πέντε πόλεων ἄρχοντες, Γίττης καὶ Ἀκάρων καὶ Ἀσκάλωνος ἔτι δὲ Γάζης καὶ Ἀζώτου, ἐσκόπουν τί δεῖ ποιεῖν. καὶ τὸ μὲν πρῶτον ἐδόκει τὴν κιβωτὸν ἀποπέμπειν τοῖς οἰκείοις, ὡς ὑπερεκδικοῦντος αὐτὴν τοῦ θεοῦ καὶ συνεπιδημησάντων αὐτῇ τῶν δεινῶν διὰ τοῦτο καὶ συνεισβαλόντων μετʼ ἐκείνης εἰς τὰς πόλεις αὐτῶν·ἦσαν δὲ οἱ λέγοντες τοῦτο μὲν μὴ ποιεῖν μηδʼ ἐξαπατᾶσθαι τὴν αἰτίαν τῶν κακῶν εἰς ἐκείνην ἀναφέροντας· οὐ γὰρ ταύτην εἶναι τὴν δύναμιν αὐτῇ καὶ τὴν ἰσχύν· οὐ γὰρ ἄν ποτʼ αὐτῆς κηδομένου τοῦ θεοῦ ὑποχείριον ἀνθρώποις γενέσθαι. ἡσυχάζειν δὲ καὶ πρᾴως ἔχειν ἐπὶ τοῖς συμβεβηκόσι παρῄνουν αἰτίαν τούτων οὐκ ἄλλην ἢ μόνην λογιζομένους τὴν φύσιν, ἣ καὶ σώμασι καὶ γῇ καὶ φυτοῖς καὶ πᾶσι τοῖς ἐξ αὐτῆς συνεστῶσι κατὰ χρόνων περιόδους τίκτει τοιαύτας μεταβολάς.νικᾷ δὲ τὰς προειρημένας γνώμας ἀνδρῶν ἔν τε τοῖς ἐπάνω χρόνοις συνέσει καὶ φρονήσει διαφέρειν πεπιστευμένων συμβουλία καὶ τότε μάλιστα δοξάντων· ἁρμοζόντως λέγειν τοῖς παροῦσιν, οἳ μήτʼ ἀποπέμπειν ἔφασαν τὴν κιβωτὸν μήτε κατασχεῖν, ἀλλὰ πέντε μὲν ἀνδριάντας ὑπὲρ ἑκάστης πόλεως χρυσοῦς ἀναθεῖναι τῷ θεῷ χαριστήριον, ὅτι προενόησεν αὐτῶν τῆς σωτηρίας καὶ κατέσχεν ἐν τῷ βίῳ διωκομένους ἐξ αὐτοῦ παθήμασιν, οἷς οὐκέτι ἦν ἀντιβλέψαι, τοσούτους δὲ τὸν ἀριθμὸν μύας χρυσοῦς τοῖς κατανεμηθεῖσιν αὐτῶν καὶ διαφθείρασι τὴν χώραν ἐμφερεῖς·