Μηνὶ δʼ ὕστερον ἄρχει τῆς παρὰ πάντων αὐτῷ τιμῆς ὁ πρὸς Ναάσην πόλεμος τὸν τῶν Ἀμμανιτῶν βασιλέα· οὗτος γὰρ πολλὰ κακὰ τοὺς πέραν τοῦ Ἰορδάνου ποταμοῦ κατῳκημένους τῶν Ἰουδαίων διατίθησι μετὰ πολλοῦ καὶ μαχίμου στρατεύματος διαβὰς ἐπʼ αὐτούς·καὶ τὰς πόλεις αὐτῶν εἰς δουλείαν ὑπάγεται ἰσχύι μὲν καὶ βίᾳ πρὸς τὸ παρὸν αὐτοὺς χειρωσάμενος, σοφίᾳ δὲ καὶ ἐπινοίᾳ πρὸς τὸ μηδʼ αὖθις ἀποστάντας δυνηθῆναι τὴν ὑπʼ αὐτῷ δουλείαν διαφυγεῖν ἀσθενεῖς ποιῶν· τῶν γὰρ ἢ κατὰ πίστιν ὡς αὐτὸν ἀφικνουμένων ἢ λαμβανομένων πολέμου νόμῳ τοὺς δεξιοὺς ὀφθαλμοὺς ἐξέκοπτεν.ἐποίει δὲ τοῦθʼ, ὅπως τῆς ἀριστερᾶς αὐτοῖς ὄψεως ὑπὸ τῶν θυρεῶν καλυπτομένης ἄχρηστοι παντελῶς εἶεν.καὶ ὁ μὲν τῶν Ἀμμανιτῶν βασιλεὺς ταῦτʼ ἐργασάμενος τοὺς πέραν τοῦ Ἰορδάνου ἐπὶ τοὺς Γαλαδηνοὺς λεγομένους ἐπεστράτευσε καὶ στρατοπεδευσάμενος πρὸς τῇ μητροπόλει τῶν πολεμίων, Ἰαβὶς δʼ ἐστὶν αὕτη, πέμπει πρὸς αὐτοὺς πρέσβεις κελεύων ἤδη παραδοῦναι σφᾶς αὐτοὺς ἐπὶ τῷ τοὺς δεξιοὺς αὐτῶν ὀφθαλμοὺς ἐξορύξαι, ἢ πολιορκήσειν ἠπείλει καὶ τὰς πόλεις αὐτῶν ἀναστήσειν· τὴν δʼ αἵρεσιν ἐπʼ αὐτοῖς εἶναι, πότερόν ποτε βραχύ τι τοῦ σώματος ἀποτεμεῖν θέλουσιν ἢ παντάπασιν ἀπολωλέναι.οἱ δὲ Γαλαδηνοὶ καταπλαγέντες πρὸς οὐδέτερον μὲν ἐτόλμησαν οὐδὲν εἰπεῖν οὔτʼ εἰ παραδιδόασιν αὑτοὺς οὔτʼ εἰ πολεμοῦσιν, ἀνοχὴν δʼ ἡμερῶν ἑπτὰ λαβεῖν ἠξίωσαν, ἵνα πρεσβευσάμενοι πρὸς τοὺς ὁμοφύλους παρακαλέσωσι συμμαχεῖν αὐτοῖς καὶ εἰ μὲν ἔλθοι βοήθεια πολεμῶσιν, εἰ δʼ ἄπορα εἴη τὰ παρʼ ἐκείνων παραδώσειν αὑτοὺς ἔφασκον ἐπὶ τῷ παθεῖν ὅτι ἂν αὐτῷ δοκῇ.Ὁ δὲ Ναάσης καταφρονήσας τοῦ τῶν Γαλαδηνῶν πλήθους καὶ τῆς ἀποκρίσεως αὐτῶν δίδωσί τε αὐτοῖς τὴν ἀνοχὴν καὶ πέμπειν πρὸς οὓς ἂν θέλωσι συμμάχους ἐπιτρέπει. πέμπουσιν οὖν εὐθὺς κατὰ πόλιν τοῖς Ἰσραηλίταις οἳ ἤγγελλον τὰ παρὰ τοῦ Ναάσου καὶ τὴν ἀμηχανίαν ἐν ᾗ καθειστήκεσαν.οἱ δʼ εἰς δάκρυα καὶ λύπην ὑπὸ τῆς ἀκοῆς τῶν περὶ τοὺς Ἰαβισηνοὺς προήχθησαν καὶ πέρα τούτων οὐδὲν αὐτοῖς ἄλλο πράττειν συνεχώρει τὸ δέος· γενομένων δὲ τῶν ἀγγέλων καὶ ἐν τῇ Σαούλου τοῦ βασιλέως πόλει καὶ τοὺς κινδύνους ἐν οἷς εἶναι συνέβαινε τοὺς Ἰαβισηνοὺς φρασάντων, ὁ μὲν λαὸς ταὐτὰ τοῖς πρώτοις ἔπασχεν· ὠδύρετο γὰρ τὴν συμφορὰν τὴν τῶν συγγενῶν·ὁ δὲ Σαοῦλος ἀπὸ τῶν περὶ τὴν γεωργίαν παραγενόμενος ἔργων εἰς τὴν πόλιν ἐπιτυγχάνει κλαίουσι τοῖς αὑτοῦ πολίταις, καὶ πυθόμενος τὴν αἰτίαν τῆς συγχύσεως καὶ κατηφείας αὐτῶν μανθάνει τὰ παρὰ τῶν ἀγγέλων.καὶ ἔνθεος γενόμενος ἀποπέμπει μὲν τοὺς Ἰαβισηνοὺς ὑποσχόμενος αὐτοῖς ἥξειν βοηθὸς τῇ τρίτῃ τῶν ἡμερῶν καὶ πρὶν ἥλιον ἀνασχεῖν κρατήσειν τῶν πολεμίων, ἵνα καὶ νενικηκότας ἤδη καὶ τῶν φόβων ἀπηλλαγμένους ὁ ἥλιος ἐπιτείλας ἴδῃ· ὑπομεῖναι δʼ ἐκέλευσέ τινας αὐτῶν ἡγησομένους τῆς ὁδοῦ.Βουλόμενος δὲ φόβῳ ζημίας τὸν λαὸν ἐπὶ τὸν πρὸς Ἀμμανίτας ἐπιστρέψαι πόλεμον καὶ συνελθεῖν αὐτοὺς ὀξύτερον, ὑποτεμὼν τῶν αὐτοῦ βοῶν τὰ νεῦρα ταὐτὰ διαθήσειν ἠπείλησε τοὺς ἁπάντων, εἰ μὴ πρὸς τὸν Ἰόρδανον ὡπλισμένοι κατὰ τὴν ἐπιοῦσαν ἀπαντήσουσιν ἡμέραν καὶ ἀκολουθήσουσιν αὐτῷ καὶ Σαμουήλῳ τῷ προφήτῃ, ὅπου ποτʼ ἂν αὐτοὺς ἀγάγωσι.τῶν δὲ διʼ εὐλάβειαν τῆς κατεπηγγελμένης ζημίας εἰς τὸν ὡρισμένον καιρὸν συνελθόντων ἐξαριθμεῖται ἐν Βαλᾶ τῇ πόλει τὸ πλῆθος· εὑρίσκει δὲ τὸν ἀριθμὸν χωρὶς τῆς Ἰούδα φυλῆς εἰς ἑβδομήκοντα μυριάδας συνειλεγμένους, τῆς δὲ φυλῆς ἐκείνης ἦσαν μυριάδες ἑπτά.διαβὰς δὲ τὸν Ἰόρδανον καὶ σχοίνων δέκα διʼ ὅλης τῆς νυκτὸς ἀνύσας ὁδὸν φθάνει μὲν ἥλιον ἀνίσχοντα, τριχῇ δὲ τὸ στράτευμα διελὼν ἐπιπίπτει πανταχόθεν αἰφνιδίως οὐ προσδοκῶσι τοῖς ἐχθροῖς, καὶ συμβαλὼν εἰς μάχην ἄλλους τε πολλοὺς ἀποκτείνει τῶν Ἀμμανιτῶν καὶ Ναάσην τὸν βασιλέα.τοῦτο λαμπρὸν ἐπράχθη τῷ Σαούλῳ τὸ ἔργον καὶ πρὸς πάντας αὐτὸν διήγγειλε τοὺς Ἑβραίους ἐπαινούμενον καὶ θαυμαστῆς ἀπολαύοντα δόξης ἐπʼ ἀνδρείᾳ· καὶ γὰρ εἴ τινες ἦσαν οἳ πρότερον αὐτοῦ κατεφρόνουν, τότε μετέστησαν ἐπὶ τὸ τιμᾶν καὶ πάντων ἄριστον νομίζειν· οὐ γὰρ ἤρκεσεν αὐτῷ τοὺς Ἰαβισηνοὺς σεσωκέναι μόνον, ἀλλὰ καὶ τῇ τῶν Ἀμμανιτῶν ἐπιστρατεύσας χώρᾳ πᾶσαν αὐτὴν καταστρέφεται καὶ πολλὴν λαβὼν λείαν λαμπρὸς εἰς τὴν οἰκείαν ὑπέστρεψεν.ὁ δὲ λαὸς ὑφʼ ἡδονῆς τῶν Σαούλῳ κατωρθωμένων ἔχαιρε μὲν ὅτι τοιοῦτον ἐχειροτόνησε βασιλέα, πρὸς δὲ τοὺς οὐδὲν ὄφελος αὐτὸν ἔσεσθαι τοῖς πράγμασι λέγοντας ἐβόων· ποῦ νῦν εἰσὶν οὗτοι καὶ δότωσαν δίκην καὶ πάνθʼ ὅσα φιλεῖ λέγειν ὄχλος ἐπʼ εὐπραγίαις ἠρμένος πρὸς τοὺς ἐξευτελίζοντας ἔναγχος τοὺς τούτων αἰτίους.Σαοῦλος δὲ τούτων μὲν ἠσπάζετο τὴν εὔνοιαν καὶ τὴν περὶ αὐτὸν προθυμίαν, ὤμοσε δὲ μήτινα περιόψεσθαι τῶν ὁμοφύλων ἀναιρούμενον ἐπʼ ἐκείνης τῆς ἡμέρας· ἄτοπον γὰρ εἶναι τὴν ὑπὸ τοῦ θεοῦ δεδομένην νίκην αἵματι φῦραι καὶ φόνῳ τῶν πρὸς ἀλλήλους συγγενῶν ἑορτάζειν.Σαμουήλου δὲ φήσαντος καὶ δευτέρᾳ δεῖν χειροτονίᾳ Σαούλῳ τὴν βασιλείαν ἐπικυρῶσαι συνίασι πάντες εἰς Γάλγαλα πόλιν· ἐκεῖ γὰρ αὐτοὺς ἐκέλευσεν ἐλθεῖν. καὶ πάλιν ὁρῶντος τοῦ πλήθους ὁ προφήτης χρίει τὸν Σαοῦλον τῷ ἁγίῳ ἐλαίῳ καὶ δεύτερον ἀναγορεύει βασιλέα. καὶ οὕτως ἡ τῶν Ἑβραίων πολιτεία εἰς βασιλείαν μετέπεσεν.