καὶ ὁ μὲν Σαοῦλος ἀποπέμπεται τὸν ἀκόλουθον, λαβὼν δʼ ὁ προφήτης τὸ ἅγιον ἔλαιον καταχεῖ τῆς τοῦ νεανίσκου κεφαλῆς καὶ κατασπασάμενος ἴσθι, φησὶ, βασιλεὺς ὑπὸ τοῦ θεοῦ κεχειροτονημένος ἐπί τε Παλαιστίνους καὶ τὴν ὑπὲρ Ἑβραίων ἄμυναν. τούτων δὲ ἔσται σοι σημεῖον ὅ σε βούλομαι προγινώσκειν·ὅταν ἀπέλθῃς ἐντεῦθεν καταλήψῃ τρεῖς ἀνθρώπους ἐν τῇ ὁδῷ προσκυνῆσαι τῷ θεῷ πορευομένους εἰς Βέθηλα, ὧν τὸν μὲν πρῶτον τρεῖς ἄρτους ὄψει κομίζοντα, τὸν δὲ δεύτερον ἔριφον, ὁ τρίτος δὲ ἀσκὸν οἴνου φέρων ἀκολουθήσει. ἀσπάσονται δέ σε οὗτοι καὶ φιλοφρονήσονται καὶ δώσουσί σοι ἄρτους δύο, σὺ δὲ λήψῃ.κἀκεῖθεν ἥξεις εἰς τὸ Ῥαχήλας καλούμενον μνημεῖον, ὅπου συμβαλεῖς τῷ σεσῶσθαί σου τὰς ὄνους εὐαγγελιουμένῳ· ἔπειτʼ ἐκεῖθεν ἐλθὼν εἰς Γεβαθὰ προφήταις ἐκκλησιάζουσιν ἐπιτεύξῃ καὶ γενόμενος ἔνθεος προφητεύσεις σὺν αὐτοῖς, ὡς πάνθʼ ὅντινʼ ὁρῶντα ἐκπλήττεσθαί τε καὶ θαυμάζειν λέγοντα πόθεν εἰς τοῦτο εὐδαιμονίας ὁ Κεισαίου παῖς παρῆλθεν; ὅταν δέ σοι ταῦτα γένηται τὰ σημεῖα,τὸν θεὸν ἴσθι μετὰ σοῦ τυγχάνοντα, ἄσπασαί τε τὸν πατέρα σου καὶ τοὺς συγγενεῖς. ἥξεις δὲ μετάπεμπτος εἰς Γάλγαλα ὑπʼ ἐμοῦ, ἵνα χαριστήρια τούτων θύσωμεν τῷ θεῷ. φράσας ταῦτα καὶ προειπὼν ἀποπέμπει τὸν νεανίσκον· τῷ Σαούλῳ δὲ πάντα κατὰ τὴν Σαμουήλου προφητείαν ἀπήντησεν.Ὡς δὲ ἦλθεν εἰς τὴν οἰκίαν τοῦ συγγενοῦς αὐτοῦ Ἀβηνάρου, καὶ γὰρ ἐκεῖνον τῶν ἄλλων οἰκείων μᾶλλον ἔστεργεν, ἀνερωτῶντος περὶ τῆς ἀποδημίας καὶ τῶν κατʼ αὐτὸν γεγονότων τῶν μὲν ἄλλων οὐδὲν ἀπεκρύψατο οὐδʼ ὡς ἀφίκοιτο παρὰ Σαμουῆλον τὸν προφήτην οὐδʼ ὡς ἐκεῖνος αὐτῷ σεσῶσθαι τὰς ὄνους ἔφρασε, περὶ δὲ τῆς βασιλείας καὶ τῶν κατʼ αὐτὴν,ἃ φθόνον ἀκουόμενα καὶ ἀπιστίαν ἔχειν ᾤετο, σιωπᾷ πρὸς αὐτὸν καὶ οὐδὲ πρὸς εὔνουν σφόδρα δοκοῦντα εἶναι καὶ περισσότερον τῶν ἀφʼ αἵματος ὑπʼ αὐτοῦ στεργόμενον ἀσφαλὲς ἢ σῶφρον ἔδοξε μηνύειν λογισάμενος οἶμαι τὴν ἀνθρωπίνην φύσιν οἵα ταῖς ἀληθείαις ἐστίν, ὅτι βεβαίως οὐδεὶς οὔτε φίλων οὔτε συγγενῶν οὐδʼ ἄχρι τῶν παρὰ τοῦ θεοῦ λαμπρῶν ἀποσώζει τὴν διάθεσιν, ἀλλὰ πρὸς τὰς ὑπεροχὰς κακοήθεις τυγχάνουσιν ἤδη καὶ βάσκανοι.Σαμουῆλος δὲ καλεῖ τὸν λαὸν εἰς Μασφὰ πόλιν καὶ πρὸς αὐτὸν διατίθεται λόγους, οὓς κατʼ ἐντολὴν φράζειν ἔλεγε τοῦ θεοῦ, ὅτι τὴν ἐλευθερίαν αὐτοῖς ἐκείνου παρασχόντος καὶ τοὺς πολεμίους δουλώσαντος ἀμνημονήσειαν τῶν εὐεργεσιῶν, καὶ τὸν μὲν θεὸν ἀποχειροτονοῦσι τῆς βασιλείας οὐκ εἰδότες ὡς συμφορώτατον ὑπὸ τοῦ πάντων ἀρίστου προστατεῖσθαι,θεὸς δὲ πάντων ἄριστος, αἱροῦνται δʼ ἔχειν ἄνθρωπον βασιλέα, ὃς ὡς κτήματι τοῖς ὑποτεταγμένοις κατὰ βούλησιν καὶ ἐπιθυμίαν καὶ τῶν ἄλλων παθῶν ὁρμὴν χρήσεται τῆς ἐξουσίας ἀφειδῶς ἐμφορούμενος, ἀλλʼ οὐχ ὡς ἴδιον ἔργον καὶ κατασκεύασμα τὸ τῶν ἀνθρώπων γένος οὕτως διατηρῆσαι σπουδάσει, ὁ θεὸς δὲ κατὰ ταύτην τὴν αἰτίαν κήδοιτο. ἀλλʼ ἐπεὶ δέδοκται ταῦτα ὑμῖν καὶ κεκράτηκεν ἡ πρὸς τὸν θεὸν ὕβρις, τάχθητε πάντες κατὰ φυλάς τε καὶ σκῆπτρα καὶ κλήρους βάλετε.Ποιησάντων δὲ τοῦτο τῶν Ἑβραίων ὁ τῆς Βενιαμίτιδος κλῆρος ἐξέπεσε, ταύτης δὲ κληρωθείσης ἔλαχεν ἡ Ματρὶς καλουμένη πατριὰ, ἧς κατʼ ἄνδρα κληρωθείσης λαγχάνει ὁ Κεισαίου βασιλεύειν παῖς Σαοῦλος.γνοὺς δὲ τοῦθʼ ὁ νεανίσκος φθάσας ἐκποδὼν αὑτὸν ἐποίει μὴ βουλόμενος οἶμαι δοκεῖν τὴν ἀρχὴν ἑκὼν λαμβάνειν, ἀλλὰ τοσαύτην ἐνεδείξατο ἐγκράτειαν καὶ σωφροσύνην, ὥστε τῶν πλείστων οὐδʼ ἐπὶ μικραῖς εὐπραγίαις τὴν χαρὰν κατασχεῖν δυναμένων, ἀλλʼ εἰς τὸ πᾶσι γενέσθαι φανεροὺς προπιπτόντων, ὁ δʼ οὐ μόνον οὐδὲν ἐνέφηνε τοιοῦτον ἐπὶ βασιλείᾳ καὶ τῷ τοσούτων καὶ τηλικούτων ἐθνῶν ἀποδεδεῖχθαι δεσπότης, ἀλλὰ καὶ τῆς ὄψεως αὑτὸν τῆς τῶν βασιλευθησομένων ἐξέκλεψεν καὶ ζητεῖν αὐτὸν καὶ περὶ τοῦτο πονεῖν παρεσκεύασεν.ὧν ἀμηχανούντων καὶ φροντιζόντων, ὅτι καὶ γένοιτο ἀφανὴς ὁ Σαοῦλος, ὁ προφήτης ἱκέτευε τὸν θεὸν δεῖξαι ποῦ ποτʼ εἴη καὶ παρασχεῖν εἰς ἐμφανὲς τὸν νεανίσκον.μαθὼν δὲ παρὰ τοῦ θεοῦ τὸν τόπον ἔνθα κρύπτεται ὁ Σαοῦλος πέμπει τοὺς ἄξοντας αὐτὸν καὶ παραγενόμενον ἵστησι μέσον τοῦ πλήθους. ἐξεῖχε δὲ ἁπάντων, καὶ τὸ ὕψος ἦν βασιλικώτατος.Λέγει δὲ ὁ προφήτης· τοῦτον ὑμῖν ὁ θεὸς ἔδωκε βασιλέα· ὁρᾶτε δὲ ὡς καὶ κρείττων ἐστὶ πάντων καὶ τῆς ἀρχῆς ἄξιος. ὡς δʼ ἐπευφήμησε τῷ βασιλεῖ σωτηρίαν ὁ λαὸς, τὰ μέλλοντα συμβήσεσθαι καταγράψας αὐτοῖς ὁ προφήτης ἀνέγνω τοῦ βασιλέως ἀκροωμένου καὶ τὸ βιβλίον τίθησιν ἐν τῇ τοῦ θεοῦ σκηνῇ ταῖς μετέπειτα γενεαῖς μαρτύριον ὧν προείρηκε.ταῦτʼ ἐπιτελέσας ὁ Σαμουῆλος ἀπολύει τὴν πληθύν. καὶ αὐτὸς δὲ εἰς Ἀρμαθὰ παραγίνεται πόλιν, πατρὶς γὰρ ἦν αὐτῷ, Σαούλῳ δὲ ἀπερχομένῳ εἰς Γαβαθὴν, ἐξ ἧς ὑπῆρχε, συνήρχοντο πολλοὶ μὲν ἀγαθοὶ τὴν προσήκουσαν βασιλεῖ τιμὴν νέμοντες, πονηροὶ δὲ πλείους, οἳ καταφρονοῦντες αὐτοῦ καὶ τοὺς πολλοὺς ἐχλεύαζον καὶ οὔτε δῶρα προσέφερον οὔτʼ ἐν σπουδῇ καὶ λόγῳ τὸ ἀρέσκεσθαι τὸν Σαοῦλον ἐτίθεντο.