Ταῦτʼ ἀκούσας Σαμουῆλος ἅμα ἕῳ συγκαλέσας τοὺς Ἰουδαίους ἀποδείξειν αὐτοῖς βασιλέα ὡμολόγησεν, ἔφη δὲ δεῖν πρῶτον μὲν αὐτοῖς ἐκδιηγήσασθαι τὰ παρὰ τῶν βασιλέων ἐσόμενα καὶ ὅσοις συνενεχθήσονται κακοῖς· γινώσκετε γὰρ ὅτι πρῶτον μὲν ὑμῶν ἀποσπάσουσι τὰ τέκνα καὶ τὰ μὲν αὐτῶν ἁρματηλάτας εἶναι κελεύσουσι, τοὺς δʼ ἱππεῖς καὶ σωματοφύλακας, δρομεῖς δὲ ἄλλους καὶ χιλιάρχους καὶ ἑκατοντάρχους, ποιήσουσι δὲ καὶ τεχνίτας ὁπλοποιοὺς καὶ ἁρματοποιοὺς καὶ ὀργάνων τέκτονας γεωργούς τε καὶ τῶν ἰδίων ἀγρῶν ἐπιμελητὰς καὶ σκαπανεῖς ἀμπέλων,καὶ οὐδέν ἐστιν ὃ μὴ κελευόμενοι ποιήσουσιν ἀνδραπόδων ἀργυρωνήτων τρόπον· καὶ τὰς θυγατέρας δʼ ὑμῶν μυρεψοὺς ἀποφανοῦσι καὶ ὀψοποιοὺς καὶ σιτοποιούς, καὶ πᾶν ἔργον ὃ θεραπαινίδες ἐξ ἀνάγκης πληγὰς φοβούμεναι καὶ βασάνους ὑπηρετήσουσι. κτῆσιν δὲ τὴν ὑμετέραν ἀφαιρήσονται καὶ ταύτην εὐνούχοις καὶ σωματοφύλαξι δωρήσονται καὶ βοσκημάτων ἀγέλας τοῖς αὑτῶν προσνεμοῦσι.συνελόντι δʼ εἰπεῖν, δουλεύσετε μετὰ πάντων τῶν ὑμετέρων τῷ βασιλεῖ σὺν τοῖς αὑτῶν οἰκέταις· ὃς γενόμενος μνήμην ὑμῖν τῶνδε τῶν λόγων γεννήσει καὶ τῷ πάσχειν αὐτὰ μεταγινώσκοντας ἱκετεῦσαι τὸν θεὸν ἐλεῆσαί τε ὑμᾶς καὶ δωρήσασθαι ταχεῖαν ἀπαλλαγὴν τῶν βασιλέων· ὁ δʼ οὐ προσδέξεται τὰς δεήσεις, ἀλλὰ παραπέμψας ἐάσει δίκην ὑποσχεῖν ὑμᾶς τῆς αὑτῶν κακοβουλίας.Ἦν δʼ ἄρα καὶ πρὸς τὰς προρρήσεις τῶν συμβησομένων ἀνόητον τὸ πλῆθος καὶ δύσκολον ἐξελεῖν τῆς διανοίας κρίσιν ἤδη παρὰ τῷ λογισμῷ καθιδρυμένην· οὐδὲ γὰρ ἐπεστράφησαν οὐδʼ ἐμέλησεν αὐτοῖς τῶν Σαμουήλου λόγων, ἀλλʼ ἐνέκειντο λιπαρῶς καὶ χειροτονεῖν ἠξίουν ἤδη τὸν βασιλέα καὶ μὴ φροντίζειν τῶν ἐσομένων·ἐπὶ γὰρ τιμωρίᾳ τῶν ἐχθρῶν ἀνάγκη τὸν πολεμήσοντα σὺν αὑτοῖς ἔχειν, καὶ οὐδὲν ἄτοπον εἶναι τῶν πλησιοχώρων βασιλευομένων τὴν αὐτὴν ἔχειν αὐτοὺς πολιτείαν. ὁρῶν δʼ αὐτοὺς μηδʼ ὑπὸ τῶν προειρημένων ἀπεστραμμένους ὁ Σαμουῆλος, ἀλλʼ ἐπιμένοντας νῦν μὲν, εἶπεν, ἄπιτε πρὸς αὑτοὺς ἕκαστος, μεταπέμψομαι δὲ ὑμᾶς εἰς δέον, ὅταν μάθω παρὰ τοῦ θεοῦ τίνα δίδωσιν ὑμῖν βασιλέα.Ἦν δέ τις ἐκ τῆς Βενιαμίτιδος φυλῆς ἀνὴρ εὖ γεγονὼς καὶ ἀγαθὸς τὸ ἦθος, Κεὶς ὄνομα· τούτῳ παῖς ὑπῆρχεν, ἦν δὲ νεανίας τὴν μορφὴν ἄριστος καὶ τὸ σῶμα μέγας τό τε φρόνημα καὶ τὴν διάνοιαν ἀμείνων τῶν βλεπομένων· Σαοῦλον αὐτὸν ἐκάλουν.οὗτος ὁ Κείς, ὄνων αὐτῷ ἐκ τῆς νομῆς καλῶν ἀποπλανηθεισῶν, ἥδετο γὰρ αὐταῖς ὡς οὐκ ἄλλῳ τινὶ τῶν κτημάτων, τὸν υἱὸν μεθʼ ἑνὸς θεράποντος ἐπὶ ζήτησιν τῶν κτηνῶν ἐξέπεμψεν· ὁ δʼ ἐπεὶ τὴν πάτριον περιῆλθε φυλὴν εἰς τὰς ἄλλας ἀφίκετο, οὐδʼ ἐν ταύταις δʼ ἐπιτυχὼν ἀπιέναι διεγνώκει, μὴ ποιήσῃ περὶ αὑτοῦ τῷ πατρὶ λοιπὸν φροντίδα.τοῦ δʼ ἑπομένου θεράποντος ὡς ἐγένοντο κατὰ τὴν Ἁραμαθὰ πόλιν εἶναι προφήτην ἐν αὐτῇ φήσαντος ἀληθῆ καὶ πρὸς αὐτὸν βαδίζειν συμβουλεύσαντος, γνώσεσθαι γὰρ παρʼ αὐτοῦ τὸ περὶ τῶν ὄνων τέλος, οὐθὲν ἔχειν πορευθέντας εἶπεν ἀντὶ τῆς προφητείας ὃ παράσχωσιν αὐτῷ· κεκενῶσθαι γὰρ ἤδη τῶν ἐφοδίων.τοῦ δʼ οἰκέτου τέταρτον αὐτῷ παρεῖναι σίκλου φήσαντος καὶ τοῦτο δώσειν, ὑπὸ γὰρ ἀγνοίας τοῦ μὴ λαμβάνειν τὸν προφήτην μισθὸν ἐπλανῶντο, παραγίνονται καὶ πρὸς ταῖς πύλαις παρατυγχάνοντες παρθένοις ἐφʼ ὕδωρ βαδιζούσαις ἐρωτῶσιν αὐτὰς τοῦ προφήτου τὴν οἰκίαν. αἱ δὲ σημαίνουσι καὶ σπεύδειν παρεκελεύσαντο πρὶν αὐτὸν εἰς τὸ δεῖπνον κατακλιθῆναι· πολλοὺς γὰρ ἑστιᾶν καὶ προκατακλίνεσθαι τῶν κεκλημένων.ὁ δὲ Σαμουῆλος διὰ τοῦτο πολλοὺς ἐπὶ τὴν ἑστίαν τότε συνήγαγε· δεομένῳ γὰρ κατὰ πᾶσαν ἡμέραν αὐτῷ τοῦ θεοῦ προειπεῖν τίνα ποιήσει βασιλέα τῇ παρελθούσῃ τοῦτον μηνύσαντος, πέμψειν γὰρ αὐτός τινα νεανίσκον ἐκ τῆς Βενιαμίτιδος φυλῆς κατὰ τήνδε τὴν ὥραν, αὐτὸς μὲν ἐπὶ τοῦ δώματος καθεζόμενος ἐξεδέχετο τὸν καιρὸν γενέσθαι, πληρωθέντος δʼ αὐτοῦ καταβὰς ἐπὶ τὸ δεῖπνον ἐπορεύετο.συναντᾷ δὲ τῷ Σαούλῳ καὶ ὁ θεὸς αὐτῷ σημαίνει τοῦτον εἶναι τὸν ἄρξειν μέλλοντα. Σαοῦλος δὲ πρόσεισι τῷ Σαμουήλῳ καὶ προσαγορεύσας ἐδεῖτο μηνύειν τὴν οἰκίαν τοῦ προφήτου· ξένος γὰρ ὢν ἀγνοεῖν ἔφασκε.τοῦ δὲ Σαμουήλου αὐτὸν εἶναι φράσαντος καὶ ἄγοντος ἐπὶ τὸ δεῖπνον, ὡς τῶν ὄνων ἐφʼ ὧν τὴν ζήτησιν ἐκπεμφθείη σεσωσμένων τά τε πάντα ἀγαθὰ ἔχειν αὐτῷ κεκυρωμένα, προστυχών ἀλλʼ ἥττων, εἶπεν, ἐγὼ, δέσποτα, ταύτης τῆς ἐλπίδος καὶ φυλῆς μικροτέρας ἢ βασιλέας ποιεῖν καὶ πατριᾶς ταπεινοτέρας τῶν ἄλλων πατριῶν. σὺ δὲ παίζεις καὶ γέλωτά με τίθεσαι περὶ μειζόνων ἢ κατὰ τὴν ἐμὴν χώραν διαλεγόμενος.ὁ δὲ προφήτης ἀγαγὼν αὐτὸν ἐπὶ τὴν ἑστίαν κατακλίνει καὶ τὸν ἀκόλουθον ἐπάνω τῶν κεκλημένων· οὗτοι δʼ ἦσαν ἑβδομήκοντα τὸν ἀριθμόν· προστάσσει δὲ τοῖς διακόνοις παραθεῖναι τῷ Σαούλῳ μερίδα βασιλικήν. ἐπεὶ δὲ κοίτης ὥρα προσῆγεν οἱ μὲν ἀναστάντες ἀπελύοντο πρὸς αὑτοὺς ἕκαστοι, ὁ δὲ Σαοῦλος παρὰ τῷ προφήτῃ σὺν τῷ θεράποντι κατεκοιμήθη.Ἅμα δὲ ἡμέρᾳ Σαμουῆλος ἀναστήσας αὐτὸν ἐκ τῆς κοίτης προύπεμπε καὶ γενόμενος ἔξω τῆς πόλεως ἐκέλευσε τὸν μὲν θεράποντα ποιῆσαι προελθεῖν, ὑπολείπεσθαι δὲ αὐτὸν· ἔχειν γὰρ αὐτῷ τι φράσαι μηδενὸς ἄλλου παρόντος.