ἀνασχὼν δʼ ἐκ τῆς λύπης καὶ τὴν διάνοιαν πρὸς τὸν θεὸν ἀναστήσας παρεκάλεσε τὸν ἀρχιερέα Ἀβιάθαρον ἐνδύσασθαι τὴν ἱερατικὴν στολὴν καὶ ἐπερωτῆσαι τὸν θεὸν καὶ προφητεῦσαι, εἰ διώξαντι τοὺς Ἀμαληκίτας δίδωσι καταλαβεῖν καὶ σῶσαι μὲν τὰς γυναῖκας καὶ τὰ τέκνα, τιμωρήσασθαι δὲ τοὺς ἐχθρούς.τοῦ δʼ ἀρχιερέως διώκειν κελεύσαντος ἐκπηδήσας μετὰ τῶν ἑξακοσίων ὁπλιτῶν εἵπετο τοῖς πολεμίοις· παραγενόμενος δʼ ἐπί τινα χειμάρρουν Βάσελον λεγόμενον καὶ πλανωμένῳ τινὶ περιπεσὼν Αἰγυπτίῳ μὲν τὸ γένος ὑπʼ ἐνδείας δὲ καὶ λιμοῦ παρειμένῳ, τρισὶ γὰρ ἡμέραις ἐν τῇ ἐρημίᾳ πλανώμενος ἄσιτος διεκαρτέρησε, πρῶτον αὐτὸν ποτῷ καὶ τροφῇ παραστησάμενος καὶ ἀναλαβὼν ἐπύθετο, τίς τε εἴη καὶ πόθεν.ὁ δὲ γένος μὲν ἐσήμαινεν Αἰγύπτιος ὤν, καταλειφθῆναι δὲ ὑπὸ τοῦ δεσπότου κατʼ ἀρρωστίαν ἕπεσθαι μὴ δυνάμενον· ἐδήλου δʼ αὑτὸν τῶν καταπρησάντων καὶ διηρπακότων ἄλλα τε τῆς Ἰουδαίας καὶ τὴν Σίκελλαν εἶναι.χρησάμενος οὖν ὁ Δαυίδης τούτῳ ἐπὶ τοὺς Ἀμαληκίτας ὁδηγῷ καὶ καταλαβὼν αὐτοὺς ἐπὶ γῆς ἐρριμμένους, καὶ τοὺς μὲν ἀριστῶντας, τοὺς δὲ καὶ μεθύοντας ἤδη καὶ λελυμένους ὑπὸ τοῦ οἴνου καὶ τῶν λαφύρων καὶ τῆς λείας ἀπολαύοντας, ἐπιπεσὼν αἰφνιδίως πολὺν αὐτῶν φόνον εἰργάσατο· γυμνοὶ γὰρ ὄντες καὶ μηδὲν προσδοκῶντες τοιοῦτον, ἀλλὰ πρὸς τὸ πιεῖν καὶ εὐωχεῖσθαι τετραμμένοι πάντες ἦσαν εὐκατέργαστοι.καὶ οἱ μὲν αὐτῶν ἔτι τῶν τραπεζῶν παρακειμένων ἐπικαταλαμβανόμενοι παρʼ αὐταῖς ἀνῃροῦντο καὶ παρέσυρεν αὐτοῖς τὰ σιτία καὶ τὴν τροφὴν τὸ αἷμα, τοὺς δὲ δεξιουμένους ἀλλήλους ταῖς προπόσεσι διέφθειρεν, ἐνίους δὲ καὶ πρὸς ὕπνον ὑπὸ τοῦ ἀκράτου κατενηνεγμένους. ὁπόσοι δʼ ἔφθασαν περιθέμενοι τὰς πανοπλίας ἐξ ἐναντίας τʼ αὐτῷ στῆναι, τούτους οὐδὲν ἧττον εὐχερῶς τῶν γυμνῶν κατακειμένων ἀπέσφαττον.διέμειναν δὲ οἱ σὺν τῷ Δαυίδῃ καὶ αὐτοὶ ἀναιροῦντες ἀπὸ πρώτης ὥρας ἕως ἑσπέρας, ὡς μὴ περιλειφθῆναι τῶν Ἀμαληκιτῶν πλείονας ἢ τετρακοσίους· καὶ οὗτοι δὲ δρομάσι καμήλοις ἐπιβάντες διέφυγον. ἀνέσωσε δὲ τἆλλα πάντα ἃ διήρπασαν αὐτῶν οἱ πολέμιοι καὶ τάς τε αὐτοῦ γυναῖκας καὶ τὰς τῶν ἑταίρων.ὡς δὲ ἀναστρέφοντες ἧκον ἐπὶ τὸν τόπον, ἔνθα διακοσίους μὴ δυναμένους αὐτοῖς ἕπεσθαι καταλελοίπεσαν ἐπὶ τῶν σκευῶν, οἱ μὲν τετρακόσιοι τῆς μὲν ἄλλης ὠφελείας τε καὶ λείας οὐκ ἠξίουν αὐτοῖς ἀπομερίζειν· οὐ συνακολουθήσαντας γὰρ ἀλλὰ μαλακισθέντας περὶ τὴν δίωξιν ἀγαπήσειν ἀνασεσωσμένας τὰς γυναῖκας ἀπολαμβάνοντας ἔλεγον·Δαυίδης δὲ πονηρὰν καὶ ἄδικον αὐτῶν ταύτην ἀπέφηνε τὴν γνώμην· εἶναι γὰρ ἀξίους, τοῦ θεοῦ παρασχόντος αὐτοῖς ἀμύνασθαι μὲν τοὺς πολεμίους, κομίσασθαι δὲ πάντα τὰ αὑτῶν, πᾶσιν ἐξ ἴσου τοῖς συστρατευσαμένοις μερίζεσθαι τὴν ὠφέλειαν, καὶ ταῦτʼ ἐπὶ φυλακῇ τῶν σκευῶν μεμενηκότων.καὶ ἐξ ἐκείνου νόμος οὗτος ἐκράτησε παρʼ αὐτοῖς, ἵνα ταὐτὰ τοῖς μαχομένοις λαμβάνωσιν οἱ τὰ σκεύη φυλάσσοντες. γενόμενος δʼ ἐν Σικέλλα Δαυίδης διέπεμψε πᾶσι τοῖς ἐν τῇ Ἰούδα φυλῇ συνήθεσι καὶ φίλοις ἀπομοίρας τῶν λαφύρων. καὶ τὰ μὲν περὶ τὴν Σικέλλων πόρθησιν καὶ Ἀμαληκιτῶν ἀναίρεσιν οὕτως ἐγένετο.Τῶν δὲ Παλαιστίνων συμβαλόντων καὶ καρτερᾶς μάχης γενομένης νικῶσιν οἱ Παλαιστῖνοι καὶ πολλοὺς ἀναιροῦσι τῶν ἐναντίων, Σαοῦλος δὲ ὁ τῶν Ἰσραηλιτῶν βασιλεὺς καὶ οἱ παῖδες αὐτοῦ γενναίως ἀγωνιζόμενοι καὶ πάσῃ προθυμίᾳ χρώμενοι, ὡς ἐν μόνῳ τῷ καλῶς ἀποθανεῖν καὶ παραβόλως διακινδυνεῦσαι τοῖς πολεμίοις τῆς ὅλης αὐτοῖς δόξης ἀποκειμένης, οὐδὲν γὰρ τούτου περισσότερον εἶχον,ἐπιστρέφουσι πᾶσαν εἰς αὑτοὺς τὴν τῶν ἐχθρῶν φάλαγγα καὶ περικυκλωθέντες ἀποθνήσκουσι πολλοὺς τῶν Παλαιστίνων καταβαλόντες. ἦσαν δὲ οἱ παῖδες Ἰωνάθης καὶ Ἀμινάδαβος καὶ Μέλχισος. τούτων πεσόντων τρέπεται τὸ τῶν Ἑβραίων πλῆθος καὶ ἀκοσμία καὶ σύγχυσις γίνεται καὶ φόνος ἐπικειμένων τῶν πολεμίων.Σαοῦλος δὲ φεύγει τὸ καρτερὸν ἔχων περὶ αὑτόν, καὶ τῶν Παλαιστίνων ἐπιπεμψάντων ἀκοντιστὰς καὶ τοξότας πάντας μὲν ἀποβάλλει πλὴν ὀλίγων, αὐτὸς δὲ λαμπρῶς ἀγωνισάμενος καὶ πολλὰ τραύματα λαβών, ὡς μηκέτι διακαρτερεῖν μηδʼ ἀντέχειν ταῖς πληγαῖς, ἀποκτεῖναι μὲν αὑτὸν ἠσθένει, κελεύει δὲ τὸν ὁπλοφόρον σπασάμενον τὴν ῥομφαίαν ταύτην αὐτοῦ διελάσαι, πρὶν ζῶντα συλλαβεῖν αὐτὸν τοὺς πολεμίους.μὴ τολμῶντος δὲ τοῦ ὁπλοφόρου κτεῖναι τὸν δεσπότην, αὐτὸς τὴν ἰδίαν σπασάμενος καὶ στήσας ἐπὶ τὴν ἀκμὴν ῥίπτει κατʼ αὐτῆς ἑαυτόν· ἀδυνατῶν δὲ μήθʼ ἵστασθαι μήτʼ ἐπερείσας διαβαλεῖν αὑτοῦ τὸν σίδηρον ἐπιστρέφεται, καὶ νεανίσκου τινὸς ἑστῶτος πυθόμενος τίς εἴη καὶ μαθὼν ὡς Ἀμαληκίτης ἐστὶ παρεκάλεσεν ἐπερείσαντα τὴν ῥομφαίαν διὰ τὸ μὴ ταῖς χερσὶν αὐτὸν δύνασθαι παρασχεῖν αὐτῷ τελευτὴν ὁποίαν αὐτὸς βούλεται.ποιήσας δὲ τοῦτο καὶ περιελόμενος τὸν περὶ τὸν βραχίονα αὐτοῦ χρυσὸν καὶ τὸν βασιλικὸν στέφανον ἐκποδὼν ἐγένετο. θεασάμενος δʼ ὁ ὁπλοφόρος Σαοῦλον ἀνῃρημένον ἀπέκτεινεν ἑαυτόν· διεσώθη δʼ οὐδεὶς τῶν σωματοφυλάκων τοῦ βασιλέως, ἀλλὰ πάντες ἔπεσον περὶ τὸ καλούμενον Γελβουὲ ὄρος.