οὐκ ἀποκρινομένου δὲ τοῦ θεοῦ ἔτι μᾶλλον ὁ Σαοῦλος κατέδεισε καὶ τὴν ψυχὴν ἀνέπεσε, τὸ κακὸν οἷον εἰκὸς οὐ παρόντος αὐτῷ κατὰ χεῖρα τοῦ θείου προορώμενος. ζητηθῆναι δʼ αὑτῷ κελεύει γύναιόν τι τῶν ἐγγαστριμύθων καὶ τῶν τεθνηκότων ψυχὰς ἐκκαλουμένων ὡς οὕτως γνωσομένῳ, ποῖ χωρεῖν αὐτῷ μέλλει τὰ πράγματα·τὸ γὰρ τῶν ἐγγαστριμύθων γένος ἀνάγον τὰς τῶν νεκρῶν ψυχὰς διʼ αὐτῶν προλέγει τοῖς δεομένοις τὰ ἀποβησόμενα. μηνυθέντος δʼ αὐτῷ παρά τινος τῶν οἰκετῶν εἶναί τι γύναιον τοιοῦτον ἐν πόλει Δώρῳ, λαθὼν πάντας τοὺς ἐν τῷ στρατοπέδῳ καὶ μετεκδὺς τὴν βασιλικὴν ἐσθῆτα δύο παραλαβὼν οἰκέτας, οὓς ᾔδει πιστοτάτους ἄνδρας, ἧκεν εἰς τὴν Δῶρον πρὸς τὴν γυναῖκα καὶ παρεκάλει μαντεύεσθαι καὶ ἀνάγειν αὐτῷ ψυχὴν οὗπερ ἂν αὐτὸς εἴπῃ.τῆς δὲ γυναικὸς ἀπομαχομένης καὶ λεγούσης οὐ καταφρονήσειν τοῦ βασιλέως, ὃς τοῦτο τὸ γένος τῶν μάντεων ἐξήλασεν, οὐδʼ αὐτὸν δὲ ποιεῖν καλῶς ἀδικηθέντα μηδὲν ὑπʼ αὐτῆς, ἐνεδρεύοντα δὲ εἰς τὰ κεκωλυμένα λαβεῖν αὐτὴν ἵνα δῷ δίκην, ὤμοσε μηδένα γνώσεσθαι μηδὲ παρʼ ἄλλον ἄγειν αὐτῆς τὴν μαντείαν, ἔσεσθαι δʼ ἀκίνδυνον.ὡς δὲ τοῖς ὅρκοις αὐτὴν ἔπεισε μὴ δεδιέναι, κελεύει τὴν Σαμουήλου ψυχὴν ἀναγαγεῖν αὐτῷ. ἡ δʼ ἀγνοοῦσα τὸν Σαμουῆλον ὅστις ἦν καλεῖ τοῦτον ἐξ ᾅδου· φανέντος δʼ αὐτοῦ θεασάμενον τὸ γύναιον ἄνδρα σεμνὸν καὶ θεοπρεπῆ ταράττεται, καὶ πρὸς τὴν ὄψιν ἐκπλαγέν, οὐ σύ, φησίν, ὁ βασιλεὺς εἶ Σαοῦλος; ἐδήλωσε γὰρ αὐτὸν Σαμουῆλος.ἐπινεύσαντος δʼ ἐκείνου καὶ τὴν ταραχὴν αὐτῆς ἐρομένου πόθεν γένοιτο, βλέπειν εἶπεν ἀνελθόντα τῷ θεῷ τινα τὴν μορφὴν ὅμοιον. τοῦ δὲ τὴν εἰκόνα φράζειν εἰπόντος καὶ τὸ σχῆμα τοῦ θεαθέντος καὶ τὴν ἡλικίαν κελεύσαντος γέροντα μὲν ἤδη καὶ ἔνδοξον ἐσήμαινεν, ἱερατικὴν δὲ περικείμενον διπλοΐδα.ἐγνώρισεν ἐκ τούτων ὁ βασιλεὺς τὸν Σαμουῆλον ὄντα καὶ πεσὼν ἐπὶ τὴν γῆν ἠσπάζετο καὶ προσεκύνησε· τῆς δὲ Σαμουήλου ψυχῆς πυθομένης, διὰ τί κινήσειεν αὐτὴν καὶ ἀναχθῆναι ποιήσειεν ἀνάγκην, ἀπωδύρετο τοὺς πολεμίους ἐπικεῖσθαι βαρεῖς αὐτῷ, αὐτὸν δὲ ἀμηχανεῖν τοῖς παροῦσιν ἐγκαταλελειμμένον ὑπὸ τοῦ θεοῦ καὶ μηδὲ προρρήσεως τυγχάνοντα μήτε διὰ προφητῶν μήτε διʼ ὀνειράτων καὶ διὰ τοῦτο ἐπὶ σὲ τὸν ἐμοῦ προνοησόμενον κατέφυγον.Σαμουῆλος δὲ τέλος αὐτὸν ἔχοντα ἤδη τῆς μεταβολῆς ὁρῶν περισσὸν μέν, εἶπεν, ἔτι καὶ παρʼ ἐμοῦ βούλεσθαι μαθεῖν τοῦ θεοῦ καταλελοιπότος αὐτόν· ἄκουέ γε μήν, ὅτι βασιλεῦσαι δεῖ Δαυίδην καὶ κατορθῶσαι τὸν πόλεμον, σὲ δὲ καὶ τὴν ἀρχὴν καὶ τὴν ζωὴνἀπολέσαι τοῦ θεοῦ παρακούσαντα ἐν τῷ πρὸς Ἀμαληκίτας πολέμῳ καὶ τὰς ἐντολὰς αὐτοῦ μὴ φυλάξαντα, καθὼς προεφήτευσά σοι καὶ ζῶν. ἴσθι τοίνυν καὶ τὸν λαὸν ὑποχείριον τοῖς ἐχθροῖς γενησόμενον καὶ σαυτὸν μετὰ τῶν τέκνων αὔριον πεσόντα ἐπὶ τῆς μάχης μετʼ ἐμοῦ γενησόμενον.Ταῦτʼ ἀκούσας Σαοῦλος ἄφωνος ὑπὸ λύπης ἐγένετο καὶ κατενεχθεὶς εἰς τοὔδαφος, εἴτε διὰ τὴν προσπεσοῦσαν ἐκ τῶν δεδηλωμένων ὀδύνην, εἴτε διὰ τὴν ἔνδειαν, οὐ γὰρ προσενήνεκτο τροφὴν τῇ παρελθούσῃ ἡμέρᾳ τε καὶ νυκτί, ῥᾳδίως ἔκειτο νέκυς ὥς τις.μόλις δὲ ἑαυτοῦ γενόμενον συνηνάγκασεν ἡ γυνὴ γεύσασθαι ταύτην αἰτουμένη παρʼ αὐτοῦ τὴν χάριν ἀντὶ τῆς παραβόλου μαντείας, ἣν οὐκ ἐξὸν αὐτῇ ποιήσασθαι διὰ τὸν ἐξ αὐτοῦ φόβον ἀγνοουμένου τίς ἦν, ὅμως ὑπέστη καὶ παρέσχεν. ἀνθʼ ὧν παρεκάλει τράπεζάν τε αὐτῷ παραθεῖναι καὶ τροφήν, ὡς ἂν τὴν ἰσχὺν συλλεξάμενος εἰς τὸ τῶν οἰκείων ἀποσωθῇ στρατόπεδον· ἀντέχοντα δὲ καὶ τελέως ἀπεστραμμένον ὑπὸ ἀθυμίας ἐβιάσατο καὶ συνέπεισεν.ἔχουσα δὲ μόσχον ἕνα συνήθη καὶ τῆς κατʼ οἶκον ἐπιμελείας καὶ τροφῆς ἀξιούμενον ὑπʼ αὐτῆς, ὡς γυνὴ χερνῆτις καὶ τούτῳ μόνῳ προσαναπαυομένη τῷ κτήματι, κατασφάξασα τοῦτον καὶ τὰ κρέα παρασκευάσασα τοῖς οἰκέταις αὐτοῦ καὶ αὐτῷ παρατίθησι. καὶ Σαοῦλος μὲν διὰ τῆς νυκτὸς ἦλθεν εἰς τὸ στρατόπεδον.Δίκαιον δὲ ἀποδέξασθαι τῆς φιλοτιμίας τὴν γυναῖκα, ὅτι καίπερ τῇ τέχνῃ κεκωλυμένη χρήσασθαι ὑπὸ τοῦ βασιλέως, παρʼ ἧς ἂν αὐτῇ τὰ κατὰ τὸν οἶκον ἦν ἀμείνω καὶ διαρκέστερα, καὶ μηδέποτε αὐτὸν πρότερον τεθεαμένη οὐκ ἐμνησικάκησε τῆς ἐπιστήμης ὑπʼ αὐτοῦ καταγνωσθείσης, οὐκ ἀπεστράφη δὲ ὡς ξένον καὶ μηδέποτε ἐν συνηθείᾳ γεγενημένον,ἀλλὰ συνεπάθησέ τε καὶ παρεμυθήσατο καὶ πρὸς ἃ διέκειτο λίαν ἀηδῶς προετρέψατο, καὶ τὸ μόνον αὐτῇ παρὸν ὡς ἐν πενίᾳ τοῦτο παρέσχεν ἐκτενῶς καὶ φιλοφρόνως, οὔθʼ ὑπὲρ εὐεργεσίας ἀμειβομένη τινὸς γεγενημένης οὔτε χάριν μέλλουσαν θηρωμένη, τελευτήσοντα γὰρ αὐτὸν ἠπίστατο, φύσει τῶν ἀνθρώπων ἢ πρὸς τοὺς ἀγαθόν τι παρεσχημένους φιλοτιμουμένων, ἢ παρʼ ὧν ἂν δύνωνται λαβεῖν ὄφελος τούτους προθεραπευόντων.καλὸν οὖν ἐστι μιμεῖσθαι τὴν γυναῖκα καὶ ποιεῖν εὖ πάντας τοὺς ἐν χρείᾳ γενομένους καὶ μηδὲν ὑπολαμβάνειν ἄμεινον μηδὲ μᾶλλόν τι προσήκειν τῷ τῶν ἀνθρώπων γένει τούτου μηδʼ ἐφʼ ᾧ τὸν θεὸν εὐμενῆ καὶ χορηγὸν τῶν ἀγαθῶν ἕξομεν. καὶ τὰ μὲν περὶ τῆς γυναικὸς ἐν τοσούτοις ἀρκεῖ δεδηλῶσθαι·