Δούλου δέ τινος τῶν τὰ ποίμνια φυλασσόντων τὰ τοῦ Ναβάλου πρὸς τὴν δέσποιναν μὲν ἑαυτοῦ γυναῖκα δʼ ἐκείνου κατειπόντος, ὅτι πέμψας ὁ Δαυίδης αὐτῆς πρὸς τὸν ἄνδρα μηδενὸς τύχοι τῶν μετρίων, ἀλλὰ καὶ προσυβρισθείη βλασφημίαις δειναῖς πάσῃ περὶ αὐτοὺς προνοίᾳ καὶ φυλακῇ τῶν ποιμνίων χρησάμενος,γέγονε δὲ τοῦτο ἐπὶ κακῷ τῷ τοῦ δεσπότου καὶ ταῦτʼ ἐκείνου φήσαντος Ἀβιγαία, προσηγορεύετο γὰρ οὕτως, ἐπισάξασα τοὺς ὄνους καὶ πληρώσασα παντοίων ξενίων καὶ μηδὲν εἰποῦσα τἀνδρί, ὑπὸ γὰρ μέθης ἀναίσθητος ἦν, ἐπορεύετο πρὸς Δαυίδην· καταβαινούσῃ δὲ τὰ στενὰ τοῦ ὄρους ἀπήντησε Δαυίδης μετὰ τῶν τετρακοσίων ἐπὶ Νάβαλον ἐρχόμενος.θεασαμένη δʼ αὐτὸν ἡ γυνὴ κατεπήδησε καὶ πεσοῦσα ἐπὶ πρόσωπον προσεκύνησε καὶ τῶν μὲν Ναβάλου λόγων ἐδεῖτο μὴ μνημονεύειν οὐ γὰρ ἀγνοεῖν αὐτὸν ὅμοιον ὄντα τῷ ὀνόματι, Νάβαλος γὰρ κατὰ τὴν Ἑβραίων γλῶτταν ἀφροσύνην δηλοῖ, αὐτὴ δʼ ἀπελογεῖτο μὴ θεάσασθαι τοὺς πεμφθέντας ὑπʼ αὐτοῦ·διὸ συγγίνωσκέ μοι, φησί, καὶ τῷ θεῷ χάριν ἔχε κωλύοντί σε μιανθῆναι ἀνθρωπίνῳ αἵματι· μένοντα γάρ σε καθαρὸν ἐκεῖνος αὐτὸς ἐκδικήσει παρὰ τῶν πονηρῶν· ἃ γὰρ ἐκδέχεται κακὰ Νάβαλον ταῦτα καὶ ταῖς τῶν ἐχθρῶν σου κεφαλαῖς ἐμπέσοι.γενοῦ δὲ εὐμενής μοι κρίνας ἀξίαν τοῦ παρʼ ἐμοῦ ταῦτα δέξασθαι, καὶ τὸν θυμὸν καὶ τὴν ὀργὴν τὴν ἐπὶ τὸν ἄνδρα μου καὶ τὸν οἶκον αὐτοῦ εἰς τὴν ἐμὴν τιμὴν ἄφες· πρέπει γὰρ ἡμέρῳ σοι καὶ φιλανθρώπῳ τυγχάνειν, καὶ ταῦτα μέλλοντι βασιλεύειν.ὁ δὲ τὰ δῶρα δεξάμενος ἀλλά σε, φησίν, ὦ γύναι, θεὸς εὐμενὴς ἤγαγε πρὸς ἡμᾶς τήμερον· οὐ γὰρ ἂν τὴν ἐπερχομένην ἡμέραν εἶδες, ἐμοῦ τὸν οἶκον τὸν Ναβάλου διὰ τῆσδε τῆς νυκτὸς ὀμόσαντος ἀπολέσαι καὶ μηδένα ὑμῶν ἀπολείψειν ἀπὸ ἀνδρὸς ἕως τετραπόδου πονηροῦ καὶ ἀχαρίστου πρὸς ἐμὲ καὶ τοὺς ἐμοὺς ἑταίρους γενομένου. νῦν δὲ φθάσασα προέλαβες καταμειλίξασθαί μου τὸν θυμὸν κηδομένου σου θεοῦ. ἀλλὰ Νάβαλος μὲν κἂν ἀφεθῇ διὰ σὲ νῦν τῆς τιμωρίας οὐ φεύξεται τὴν δίκην, ἀλλʼ ὁ τρόπος αὐτὸν ἀπολεῖ λαβὼν αἰτίαν ἄλλην.Ταῦτʼ εἰπὼν ἀπολύει τὴν γυναῖκα· ἡ δʼ εἰς τὸν οἶκον ἐλθοῦσα καὶ καταλαβοῦσα τὸν ἄνδρα μετὰ πολλῶν εὐωχούμενον καὶ κεκαρωμένον ἤδη τότε μὲν οὐδὲν τῶν γεγενημένων διεσάφει, τῇ δὲ ἐπιούσῃ νήφοντι ἅπαντα δηλώσασα παρεθῆναι καὶ πᾶν αὐτῷ νεκρωθῆναι τὸ σῶμα ὑπὸ τῶν λόγων καὶ τῆς ἐπʼ αὐτοῖς λύπης ἐποίησε· καὶ δέκα οὐ πλείους ἐπιζήσας ἡμέρας τὸν βίον κατέστρεψεν ὁ Νάβαλος.ἀκούσας δʼ αὐτοῦ τὴν τελευτὴν ὁ Δαυίδης ἐκδικηθῆναι μὲν αὑτὸν ὑπὸ τοῦ θεοῦ καλῶς ἔλεγεν· ἀποθανεῖν γὰρ Νάβαλον ὑπὸ τῆς ἰδίας πονηρίας καὶ δοῦναι δίκην αὐτῷ καθαρὰν ἔχοντι τὴν δεξιάν· ἔγνω δὲ καὶ τότε τοὺς πονηροὺς ἐλαυνομένους ὑπὸ τοῦ θεοῦ μηδενὸς τῶν ἐν ἀνθρώποις ὑπερορῶντος, διδόντος δὲ τοῖς μὲν ἀγαθοῖς τὰ ὅμοια, τοῖς δὲ πονηροῖς ὀξεῖαν ἐπιφέροντος τὴν ποινήν.πέμψας δʼ αὐτοῦ πρὸς τὴν γυναῖκα συνοικήσουσαν καὶ γαμηθησομένην ἐκάλει πρὸς αὑτόν· ἡ δὲ ἀναξία μὲν εἶναι καὶ ποδῶν ἅψασθαι τῶν ἐκείνου πρὸς τοὺς παρόντας ἔλεγεν, ὅμως δὲ μετὰ πάσης τῆς θεραπείας ἧκε. καὶ συνῴκησε μὲν αὐτῷ ταύτην λαβοῦσα τὴν τιμὴν καὶ διὰ τὸ τὸν τρόπον σώφρονα εἶναι καὶ δίκαιον, τυχοῦσα δʼ αὐτῆς καὶ διὰ τὸ κάλλος.εἶχε δὲ Δαυίδης γυναῖκα πρότερον, ἣν ἐξ Ἀβισάρου πόλεως ἔγημε· Μελχὰν δὲ τὴν Σαούλου τοῦ βασιλέως θυγατέρα τὴν γενομένην τοῦ Δαυίδου γυναῖκα ὁ πατὴρ τῷ Φελτίῳ υἱῷ Λίσου συνέζευξεν ἐκ πόλεως ὄντι Γεθλᾶς.Μετὰ ταῦτά τινες ἐλθόντες τῶν Ζιφηνῶν ἀπήγγειλαν τῷ Σαούλῳ, ὡς εἴη πάλιν ὁ Δαυίδης ἐν τῇ χώρᾳ αὐτῶν καὶ δύνανται συλλαβεῖν αὐτὸν βουλομένῳ συνεργῆσαι. ὁ δὲ μετὰ τρισχιλίων ὁπλιτῶν ἐβάδιζεν ἐπʼ αὐτὸν καὶ νυκτὸς ἐπελθούσης ἐστρατοπέδευσεν ἐπί τινι τόπῳ Σίκελλα λεγομένῳ.Δαυίδης δὲ ἀκούσας τὸν Σαοῦλον ἐπʼ αὐτὸν ἥκοντα πέμψας κατασκόπους ἐκέλευσε δηλοῦν αὐτῷ, ποῦ τῆς χώρας Σαοῦλος ἤδη προεληλύθοι. τῶν δʼ ἐν Σίκελλα φρασάντων διανυκτερεύειν διαλαθὼν τοὺς ἰδίους εἰς τὸ τοῦ Σαούλου στρατόπεδον παραγίνεται ἐπαγόμενος τὸν ἐκ τῆς ἀδελφῆς αὐτοῦ Σαρουίας Ἀβισαῖον καὶ Ἀβιμέλεχον τὸν Χετταῖον.τοῦ δὲ Σαούλου κοιμωμένου καὶ περὶ αὐτὸν ἐν κύκλῳ τῶν ὁπλιτῶν καὶ τοῦ στρατηγοῦ Ἀβενήρου κειμένων, ὁ Δαυίδης εἰσελθὼν εἰς τὸ στρατόπεδον τὸ τοῦ βασιλέως οὔτʼ αὐτὸς ἀναιρεῖ τὸν Σαοῦλον ἐπιγνοὺς αὐτοῦ τὴν κοίτην ἐκ τοῦ δόρατος, τοῦτο γὰρ αὐτῷ παρεπεπήγει, οὔτε τὸν Ἀβισαῖον βουλόμενον φονεῦσαι καὶ πρὸς τοῦτο ὡρμηκότα εἴασεν, ἀλλὰ τὸν ὑπὸ τοῦ θεοῦ κεχειροτονημένον βασιλέα φήσας εἶναι δεινὸν ἀποκτεῖναι κἂν ᾖ πονηρός, ἥξειν γὰρ αὐτῷ παρὰ τοῦ δόντος τὴν ἀρχὴν σὺν χρόνῳ τὴν δίκην, ἐπέσχε τῆς ὁρμῆς.σύμβολον δὲ τοῦ κτεῖναι δυνηθεὶς ἀποσχέσθαι λαβὼν αὐτοῦ τὸ δόρυ καὶ τὸν φακὸν τοῦ ὕδατος, ὃς ἦν παρʼ αὐτῷ κείμενος τῷ Σαούλῳ, μηδενὸς αἰσθομένου τῶν ἐν τῷ στρατοπέδῳ πάντων δὲ κατακοιμωμένων ἐξῆλθεν, ἀδεῶς πάντʼ ἐργασάμενος, ὅσα καὶ τοῦ καιροῦ δόντος αὐτῷ καὶ τῆς τόλμης διέθηκε τοὺς τοῦ βασιλέως.