τοῦ δὲ Σαούλου τὸ σπήλαιον ἐκλιπόντος προελθὼν ὁ Δαυίδης ἔκραγεν ἀκοῦσαι τὸν Σαοῦλον ἀξιῶν. ἐπιστραφέντος δὲ τοῦ βασιλέως προσκυνεῖ τε αὐτὸν πεσὼν ἐπὶ πρόσωπον, ὡς ἔθος, καί φησιν· οὐ πονηροῖς, ὦ βασιλεῦ, καὶ ψευδεῖς πλάττουσι διαβολὰς παρέχοντα δεῖ τὰς ἀκοὰς χαρίζεσθαι μὲν ἐκείνοις τὸ πιστεύειν αὐτοῖς, εἰς δὲ τοὺς φιλτάτους ὑπονοίας ἔχειν, ἀλλὰ τοῖς ἔργοις σκοπεῖν τὴν ἁπάντων διάθεσιν.διαβολὴ μὲν γὰρ ἀπατᾷ, σαφὴς δʼ ἀπόδειξις εὐνοίας τὰ πραττόμενα· καὶ λόγος μὲν ἐπʼ ἀμφότερα πέφυκεν ἀληθής τε καὶ ψευδής, τὰ δὲ ἔργα γυμνὴν ὑπʼ ὄψει τὴν διάνοιαν τίθησιν.ἴσθι τοίνυν ἐκ τούτων καλῶς ἔχειν με πρὸς σὲ καὶ τὸν σὸν οἶκον ἐμοὶ πιστεῦσαι δεῖ, καὶ μὴ τοῖς κατηγοροῦσιν ἃ μήτε εἰς νοῦν ἐβαλόμην μήτε δύναται γενέσθαι προσθέμενον μεταδιώκειν τὴν ἐμὴν ψυχὴν καὶ μηδὲν μήθʼ ἡμέρας μήτε νυκτὸς ἔχειν διὰ φροντίδος ἢ τὴν ἐμὴν ἀναίρεσιν, ἣν ἀδίκως μεταπορεύῃ·πῶς γὰρ οὐχὶ ψευδῆ περὶ ἐμοῦ δόξαν εἴληφας ὡς ἀποκτεῖναί σε θέλοντος; ἢ πῶς οὐκ ἀσεβεῖς εἰς τὸν θεὸν ἄνθρωπον τήμερον αὑτῷ τιμωρῆσαι δυνάμενον καὶ παρὰ σοῦ λαβεῖν δίκην καὶ μὴ θελήσαντα μηδὲ τῷ καιρῷ χρησάμενον, ὃν εἰ σοὶ κατʼ ἐμοῦ περιέπεσεν οὐκ ἂν αὐτὸς παρῆκας, διαχρήσασθαι ποθῶν καὶ νομίζων πολέμιον;ὅτε γάρ σου τὴν πτέρυγα τοῦ ἱματίου ἀπέτεμον, τότε σου καὶ τὴν κεφαλὴν ἠδυνάμην. ἐπιδείξας δὲ τὸ ῥάκος ἰδεῖν πιστεύειν παρεῖχεν. ἀλλʼ ἐγὼ μὲν ἀπεσχόμην δικαίας ἀμύνης, φησί, σὺ δὲ μῖσος ἄδικον οὐκ αἰδῇ κατʼ ἐμοῦ τρέφων. ὁ θεὸς ταῦτα δικάσειε καὶ τὸν ἑκατέρου τρόπον ἡμῶν ἐλέγξειε.Σαοῦλος δὲ ἐπὶ τῷ παραδόξῳ τῆς σωτηρίας θαυμάσας καὶ τὴν τοῦ νεανίσκου μετριότητα καὶ φύσιν ἐκπλαγεὶς ἀνῴμωξε· τὸ δʼ αὐτὸ κἀκείνου ποιήσαντος αὐτὸν εἶναι δίκαιον στένειν ἀπεκρίνατο· σὺ μὲν γάρ, φησίν, ἀγαθῶν αἴτιος ἐμοὶ γέγονας, ἐγὼ δὲ σοὶ συμφορῶν. ἐπεδείξω δὲ σήμερον τὴν ἀρχαίων ἔχοντα σαυτὸν δικαιοσύνην, οἳ τοὺς ἐχθροὺς ἐν ἐρημίᾳ λαβόντες σώζειν παρήγγελλον.πέπεισμαι δὴ νῦν, ὅτι σοὶ τὴν βασιλείαν ὁ θεὸς φυλάττει καὶ περιμένει σε τὸ πάντων τῶν Ἑβραίων κράτος. δὸς δέ μοι πίστεις ἐνόρκους μή μου τὸ γένος ἐξαφανίσαι μηδʼ ἐμοὶ μνησικακοῦντα τοὺς ἐμοὺς ἐγγόνους ἀπολέσαι, τηρῆσαι δέ μοι καὶ σῶσαι τὸν οἶκον. ὀμόσας δὲ καθὼς ἠξίωκε Δαυίδης Σαοῦλον μὲν εἰς τὴν ἰδίαν ἀπέλυσε βασιλείαν, αὐτὸς δὲ μετὰ τῶν σὺν αὐτῷ εἰς τὴν Μασθηρῶν ἀνέβη στενήν.Ἀποθνήσκει δὲ κατὰ τοῦτον τὸν καιρὸν καὶ Σαμουῆλος ὁ προφήτης, ἀνὴρ οὐ τῆς τυχούσης ἀπολαύων παρὰ τοῖς Ἑβραίοις τιμῆς· ἐνεφάνισε γὰρ τὴν ἀρετὴν αὐτοῦ καὶ τὴν τοῦ πλήθους πρὸς αὐτὸν εὔνοιαν τὸ πένθος, ὃ ἐπὶ πολὺν χρόνον ὁ λαὸς ἤγετο, καὶ ἡ περὶ τὴν ταφὴν αὐτοῦ καὶ τὴν τῶν νομιζομένων ἀναπλήρωσιν φιλοτιμία τε καὶ σπουδή.θάπτουσι γὰρ αὐτὸν ἐν τῇ πατρίδι Ἀρμεθᾶ καὶ ἐπὶ πολλὰς πάνυ ἡμέρας ἔκλαυσαν, οὐ κοινὸν τοῦτο πάσχοντες ὡς ἐπʼ ἀλλοτρίου τελευτῇ, ὡς οἰκεῖον δʼ ἕκαστος ἴδιον ποθῶν.ἐγένετο δʼ ἀνὴρ δίκαιος καὶ χρηστὸς τὴν φύσιν καὶ διὰ τοῦτο μάλιστα φίλος τῷ θεῷ. ἦρξε δὲ καὶ προέστη τοῦ λαοῦ μετὰ τὴν Ἠλεὶ τοῦ ἀρχιερέως τελευτὴν μόνος μὲν ἔτη δώδεκα, μετὰ δὲ Σαούλου τοῦ βασιλέως δέκα πρὸς τοῖς ὀκτώ. καὶ τὰ μὲν περὶ Σαμουῆλον οὕτω πέρας ἔσχεν.Ἦν δέ τις τῶν Ζιφηνῶν ἐκ πόλεως Ἐμμᾶν πλούσιος καὶ πολυθρέμματος· τρισχιλίων μὲν γὰρ αὐτῷ ποίμνη προβάτων ἐνέμετο, χιλίων δʼ αἰγῶν. ταῦτα Δαυίδης ἀσινῆ τηρεῖν τε καὶ ἀβλαβῆ παρήγγελλε τοῖς σὺν αὐτῷ καὶ μήτε ὑπὸ ἐπιθυμίας μήτε ὑπὸ ἐνδείας μήτε ὑπὸ τῆς ἐρημίας καὶ τοῦ δύνασθαι λανθάνειν καταβλάπτειν, τούτων δʼ ἁπάντων ἐπάνω τίθεσθαι τὸ μηδένʼ ἀδικεῖν καὶ τὸ τῶν ἀλλοτρίων ἅπτεσθαι δεινὸν ἡγεῖσθαι καὶ πρόσαντες τῷ θεῷ.ταῦτα δʼ ἐδίδασκεν αὐτοὺς οἰόμενος ἀνθρώπῳ χαρίζεσθαι ἀγαθῷ καὶ ταύτης τυγχάνειν ἀξίῳ τῆς προνοίας. ἦν δὲ Νάβαλος, τοῦτο γὰρ εἶχεν ὄνομα, σκληρὸς καὶ πονηρὸς τοῖς ἐπιτηδεύμασιν ἐκ κυνικῆς ἀσκήσεως πεποιημένος τὸν βίον, γυναικὸς δʼ ἀγαθῆς καὶ σώφρονος καὶ τὸ εἶδος ὡραίας λελαχώς.πρὸς οὖν τὸν Νάβαλον τοῦτον καθʼ ὃν ἔκειρε τὰ πρόβατα καιρὸν πέμψας ὁ Δαυίδης ἄνδρας δέκα τῶν σὺν αὐτῷ διὰ τούτων αὐτὸν ἀσπάζεται καὶ συνεύχεται τοῦτο ποιεῖν ἐπʼ ἔτη πολλά· παρασχεῖν δὲ ἐξ ὧν δυνατός ἐστιν αὐτῷ παρεκάλει μαθόντα παρὰ τῶν ποιμένων, ὅτι μηδὲν αὐτοὺς ἠδίκησαν, ἀλλὰ φύλακες αὐτῶν τε καὶ τῶν ποιμνίων γεγόνασι πολὺν ἐν τῇ ἐρήμῳ διατρίβοντες ἤδη χρόνον· μετανοήσει δʼ οὐδὲν Δαυίδῃ παρασχόμενος.ταῦτα δὲ τῶν πεμφθέντων διακονησάντων πρὸς τὸν Νάβαλον ἀπανθρώπως σφόδρα καὶ σκληρῶς ἀπήντησεν· ἐρωτήσας γὰρ αὐτούς, τίς ἐστι Δαυίδης, ὡς τὸν υἱὸν ἤκουσεν Ἰεσσαίου,νῦν ἄρα, εἶπε, μέγα φρονοῦσιν ἐφʼ αὑτοῖς οἱ δραπέται καὶ σεμνύνονται τοὺς δεσπότας καταλιπόντες. ὀργίζεται δʼ αὐτῶν φρασάντων ὁ Δαυίδης καὶ τετρακοσίους μὲν ὡπλισμένους αὐτῷ κελεύσας ἕπεσθαι, διακοσίους δὲ φύλακας τῶν σκευῶν καταλιπών, ἤδη γὰρ εἶχεν ἑξακοσίους, ἐπὶ τὸν Νάβαλον ἐβάδιζεν ὀμόσας ἐκείνῃ τῇ νυκτὶ τὸν οἶκον αὐτοῦ καὶ τὴν κτῆσιν ὅλην ἀφανίσειν· οὐ γὰρ ἄχθεσθαι μόνον ὅτι γέγονεν ἀχάριστος ἐπʼ αὐτοὺς μηδὲν ἐπιδοὺς πολλῇ φιλανθρωπίᾳ πρὸς αὐτὸν χρησαμένοις, ἀλλʼ ὅτι καὶ προσεβλασφήμησε καὶ κακῶς εἶπε μηδὲν ὑπʼ αὐτῶν λελυπημένος.