Ὁ δʼ Ἀβιάθαρος ὁ τοῦ Ἀβιμελέχου παῖς ὁ μόνος δυνηθεὶς ἐκ τοῦ γένους τῶν ὑπὸ τοῦ Σαούλου φονευθέντων ἱερέων φυγὼν πρὸς Δαυίδην τὴν τῶν οἰκείων αὐτοῦ συμφορὰν ἐδήλωσε καὶ τὴν τοῦ πατρὸς ἀναίρεσιν.ὁ δʼ οὐκ ἀγνοεῖν ἔφη ταῦτα περὶ αὐτοὺς ἐσόμενα ἰδὼν τὸν Δώηγον· ὑπονοῆσαι γὰρ διαβληθήσεσθαι πρὸς αὐτοῦ τὸν ἀρχιερέα τῷ βασιλεῖ, καὶ τῆς ἀτυχίας ταύτης αὐτοῖς αὑτὸν ᾐτιᾶτο. μένειν δʼ αὐτόθι καὶ σὺν αὐτῷ διατρίβειν ὡς οὐκ ἐν ἄλλῳ τόπῳ λησόμενον οὕτως ἠξίου.Κατὰ δὲ τοῦτον τὸν καιρὸν ἀκούσας ὁ Δαυίδης τοὺς Παλαιστίνους ἐμβεβληκότας εἰς τὴν Κιλλανῶν χώραν καὶ ταύτην διαρπάζοντας δίδωσιν ἑαυτὸν στρατεύειν ἐπʼ αὐτοὺς τοῦ θεοῦ διὰ τοῦ προφήτου πυθόμενος εἰ ἐπιτρέπει νίκην. τοῦ δὲ σημαίνειν φήσαντος ἐξώρμησεν ἐπὶ τοὺς Παλαιστίνους μετὰ τῶν ἑταίρων καὶ φόνον τε αὐτῶν πολὺν ἐξέχεε καὶ λείαν ἤλασεν.καὶ παραμείνας τοῖς Κιλλανοῖς ἕως οὗ τὰς ἅλως καὶ τὸν καρπὸν συνεῖλον ἀδεῶς Σαούλῳ τῷ βασιλεῖ μηνύεται παρʼ αὐτοῖς ὤν· τὸ γὰρ ἔργον καὶ τὸ κατόρθωμα οὐκ ἔμεινε παρʼ οἷς ἐγένετο, φήμῃ δʼ ἐπίπαν εἴς τε τὰς τῶν ἄλλων ἀκοὰς καὶ πρὸς τὰς τοῦ βασιλέως διεκομίσθη αὑτό τε συνιστάνον καὶ τὸν πεποιηκότα.χαίρει δὲ Σαοῦλος ἀκούσας ἐν Κίλλα τὸν Δαυίδην, καί θεὸς ἤδη χερσὶ ταῖς ἐμαῖς ὑπέθετο αὐτόν, εἰπών, ἐπεὶ καὶ συνηνάγκασεν ἐλθεῖν εἰς πόλιν τείχη καὶ πύλας καὶ μοχλοὺς ἔχουσαν , τῷ λαῷ παντὶ προσέταξεν ἐπὶ τὴν Κίλλαν ἐξορμῆσαι καὶ πολιορκήσαντι καὶ ἑλόντι τὸν Δαυίδην ἀποκτεῖναι.ταῦτα δὲ αἰσθόμενος ὁ Δαυίδης καὶ μαθὼν παρὰ τοῦ θεοῦ, ὅτι μείναντα παρʼ αὐτοῖς οἱ Κιλλῖται ἐκδώσουσι τῷ Σαούλῳ, παραλαβὼν τοὺς τετρακοσίους ἀπῆρεν ἀπὸ τῆς πόλεως εἰς τὴν ἔρημον ἐπάνω τῆς Ἐνγεδὼν λεγομένης. καὶ ὁ μὲν βασιλεὺς ἀκούσας αὐτὸν πεφευγότα παρὰ τῶν Κιλλιτῶν ἐπαύσατο τῆς ἐπʼ αὐτὸν στρατείας.Δαυίδης δὲ ἐκεῖθεν ἄρας εἴς τινα τόπον Καινὴν καλουμένην τῆς Ζιφήνης παραγίνεται, εἰς ὃν Ἰωνάθης ὁ τοῦ Σαούλου παῖς συμβαλὼν αὐτῷ καὶ κατασπασάμενος θαρρεῖν τε καὶ χρηστὰς περὶ τῶν μελλόντων ἔχειν ἐλπίδας παρεκάλει καὶ μὴ κάμνειν τοῖς παροῦσι· βασιλεύσειν γὰρ αὐτὸν καὶ πᾶσαν τὴν Ἑβραίων δύναμιν ἕξειν ὑφʼ ἑαυτῷ, φιλεῖν δὲ τὰ τοιαῦτα σὺν μεγάλοις ἀπαντᾶν πόνοις.πάλιν δʼ ὅρκους ποιησάμενος τῆς εἰς ἅπαντα τὸν βίον πρὸς ἀλλήλους εὐνοίας καὶ πίστεως καὶ τὸν θεὸν μάρτυρα καλέσας, ὧν ἐπηράσατο αὑτῷ παραβάντι τὰ συγκείμενα καὶ μεταβαλλομένῳ πρὸς τἀναντία, τὸν μὲν αὐτόθι καταλείπει μικρὰ τῶν φροντίδων καὶ τοῦ δέους ἐπικουφίσας, αὐτὸς δὲ πρὸς αὑτὸν ἐπανέρχεται.οἱ δὲ Ζιφηνοὶ χαριζόμενοι τῷ Σαούλῳ μηνύουσιν αὐτῷ παρʼ αὐτοῖς διατρίβειν τὸν Δαυίδην καὶ παραδώσειν ἔφασαν ἐπʼ αὐτὸν ἐλθόντι· καταληφθέντων γὰρ τῶν τῆς Ζιφηνῆς στενῶν οὐκ εἶναι φυγεῖν αὐτὸν πρὸς ἄλλους.ὁ δὲ βασιλεὺς ἐπῄνεσεν αὐτοὺς χάριν ἔχειν ὁμολογήσας τὸν ἐχθρὸν αὐτῷ μεμηνυκόσι, καὶ οὐκ εἰς μακρὰν ἀμείψεσθαι τῆς εὐνοίας ὑποσχόμενος αὐτοὺς ἔπεμψε τοὺς ζητήσοντας τὸν Δαυίδην καὶ τὴν ἐρημίαν ἐξερευνήσοντας, αὐτὸς δʼ ἀκολουθήσειν ἀπεκρίνατο.καὶ οἱ μὲν ἐπὶ τὴν θήραν καὶ τὴν σύλληψιν τοῦ Δαυίδου προῆγον τὸν βασιλέα σπουδάζοντες μὴ μόνον αὐτῷ μηνῦσαι τὸν ἐχθρὸν αὐτῷ τὴν εὔνοιαν, ἀλλὰ καὶ τῷ παρασχεῖν αὐτὸν εἰς ἐξουσίαν φανερωτέραν καταστῆσαι· διήμαρτον δὲ τῆς ἀδίκου καὶ πονηρᾶς ἐπιθυμίας, οἳ μηδὲν κινδυνεύειν ἔμελλον ἐκ τοῦ μὴ ταῦτʼ ἐμφανίσαι τῷ Σαούλῳ,διὰ δὲ κολακείαν καὶ κέρδους προσδοκίαν παρὰ τοῦ βασιλέως ἄνδρα θεοφιλῆ καὶ παρὰ δίκην ζητούμενον ἐπὶ θανάτῳ καὶ λανθάνειν δυνάμενον διέβαλλον καὶ παραδώσειν ὑπέσχοντο· γνοὺς γὰρ ὁ Δαυίδης τὴν τῶν Ζιφηνῶν κακοήθειαν καὶ τὴν τοῦ βασιλέως ἔφοδον ἐκλείπει μὲν τὰ στενὰ τῆς ἐκείνων χώρας, φεύγει δὲ ἐπὶ τὴν μεγάλην πέτραν τὴν οὖσαν ἐν τῇ Σίμωνος ἐρήμῳ.Ὥρμησεν δὲ ἐπʼ ἐκείνην διώκειν Σαοῦλος· κατὰ γὰρ τὴν ὁδὸν ἀναχωρήσαντα ἐκ τῶν στενῶν μαθὼν τὸν Δαυίδην ἐπὶ τὸ ἕτερον μέρος τῆς πέτρας ἀπῆρεν. ἀντιπεριέσπασαν δὲ τὸν Σαοῦλον ἀπὸ τῆς διώξεως τοῦ Δαυίδου μέλλοντος ἤδη συλλαμβάνεσθαι Παλαιστῖνοι πάλιν ἐπὶ τὴν Ἑβραίων ἐστρατευκέναι χάραν ἀκουσθέντες· ἐπὶ γὰρ τούτους ἀνέστρεψε φύσει πολεμίους ὄντας αὐτοὺς ἀμύνασθαι κρίνας ἀναγκαιότερον, ἢ τὸν ἴδιον σπουδάζοντα λαβεῖν ἐχθρὸν ὑπεριδεῖν τὴν γῆν κακωθεῖσαν.Καὶ Δαυίδης μὲν οὕτως ἐκ παραλόγου τὸν κίνδυνον διαφυγὼν εἰς τὰ στενὰ τῆς Ἐνγεδηνῆς ἀφικνεῖται· Σαούλῳ δὲ ἐκβαλόντι τοὺς Παλαιστίνους ἧκον ἀπαγγέλλοντές τινες τὸν Δαυίδην ἐν τοῖς Ἐγγεδηνῆς διατρίβειν ὅροις.λαβὼν δὲ τρισχιλίους ἐπιλέκτους ὁπλίτας ἐπʼ αὐτὸν ἠπείγετο, καὶ γενόμενος οὐ πόρρω τῶν τόπων ὁρᾷ παρὰ τὴν ὁδὸν σπήλαιον βαθὺ καὶ κοῖλον εἰς πολὺ καὶ μῆκος ἀνεῳγὸς καὶ πλάτος, ἔνθα συνέβαινε τὸν Δαυίδην μετὰ τῶν τετρακοσίων κεκρύφθαι· ἐπειγόμενος οὖν ὑπὸ τῶν κατὰ φύσιν εἴσεισιν εἰς αὐτὸ μόνος θεαθεὶς ὑπό τινος τῶν μετὰ Δαυίδου·καὶ φράσαντος τοῦ θεασαμένου πρὸς τὸν ἐχθρὸν αὐτοῦ παρὰ τοῦ θεοῦ καιρὸν ἔχειν ἀμύνης καὶ συμβουλεύοντος τοῦ Σαούλου ἀποτεμεῖν τὴν κεφαλὴν καὶ τῆς πολλῆς ἄλης αὑτὸν ἀπαλλάξαι καὶ ταλαιπωρίας, ἀναστὰς ἀναίρει μὲν τὴν κροκύδα τοῦ ἱματίου μόνον οὗ Σαοῦλος ἀμπείχετο, μετανοήσας δʼ εὐθύς οὐ δίκαιον, εἶπε, φονεύειν τὸν αὑτοῦ δεσπότην, οὐδὲ τὸν ὑπὸ τοῦ θεοῦ βασιλείας ἀξιωθέντα· καὶ γὰρ εἰ πονηρὸς οὗτος εἰς ἡμᾶς, ἀλλʼ οὐκ ἐμὲ δεῖ τοιοῦτον εἶναι πρὸς αὐτόν.