ὁ δὲ θαρρεῖν τε προτρέπεται καὶ βοηθήσειν αὐτοῖς τὸν θεὸν ἐπαγγέλλεται καὶ λαβὼν ἄρνα γαλαθηνόν, ὑπὲρ τῶν ὄχλων θύει καὶ παρακαλεῖ τὸν θεὸν ὑπερσχεῖν αὐτῶν τὴν δεξιὰν ἐν τῇ πρὸς Παλαιστίνους μάχῃ καὶ μὴ περιϊδεῖν αὐτοὺς δεύτερον δυστυχήσαντας. ἐπήκοος δὲ γίνεται τῶν εὐχῶν ὁ θεὸς, καὶ προσδεξάμενος εὐμενεῖ καὶ συμμάχῳ τῇ διανοίᾳ τὴν θυσίαν ἐπινεύει νίκην αὐτοῖς καὶ κράτος.ἔτι δʼ ἐπὶ τοῦ βωμοῦ τὴν θυσίαν ἔχοντος τοῦ θεοῦ καὶ μήπω πᾶσαν διὰ τῆς ἱερᾶς φλογὸς ἀπειληφότος προῆλθεν ἐκ τοῦ στρατοπέδου ἡ τῶν πολεμίων δύναμις καὶ παρατάσσεται εἰς μάχην, ἐπʼ ἐλπίδι μὲν νίκης, ὡς ἀπειλημμένων ἐν ἀπορίᾳ τῶν Ἰουδαίων μήτε ὅπλα ἐχόντων μήτε ὡς ἐπὶ μάχῃ ἐκεῖσε ἀπηντηκότων, περιπίπτουσι δὲ οἷς οὐδʼ εἰ προύλεγέ τις ῥᾳδίως ἐπείσθησαν.πρῶτον μὲν γὰρ αὐτοὺς ὁ θεὸς κλονεῖ σεισμῷ καὶ τὴν γῆν αὐτοῖς ὑπότρομον καὶ σφαλερὰν κινήσας τίθησιν, ὡς σαλευομένης τε τὰς βάσεις ὑποφέρεσθαι καὶ διϊσταμένης εἰς ἔνια τῶν χασμάτων καταφέρεσθαι, ἔπειτα βρονταῖς καταψοφήσας καὶ διαπύροις ἀστραπαῖς ὡς καταφλέξων αὐτῶν τὰς ὄψεις περιλάμψας καὶ τῶν χειρῶν ἐκκροτήσας τὰ ὅπλα, γυμνοὺς εἰς φυγὴν ἀπέστρεψεν.ἐπεξέρχεται δὲ Σαμουῆλος μετὰ τῆς πληθύος καὶ πολλοὺς κατασφάξας κατακολουθεῖ μέχρι Κορραίων τόπου τινὸς οὕτω λεγομένου, καὶ καταπήξας ἐκεῖ λίθον ὥσπερ ὅρον τῆς νίκης καὶ τῆς φυγῆς τῶν πολεμίων, ἰσχυρὸν αὐτὸν προσαγορεύει σύμβολον τῆς παρὰ τοῦ θεοῦ γενομένης αὐτοῖς κατὰ τῶν ἐχθρῶν ἰσχύος.Οἱ δὲ μετʼ ἐκείνην τὴν πληγὴν οὐκέτʼ ἐστράτευσαν ἐπὶ τοὺς Ἰσραηλίτας, ἀλλʼ ὑπὸ δέους καὶ μνήμης τῶν συμβεβηκότων ἡσύχαζον· ὃ δʼ ἦν πάλαι θάρσος τοῖς Παλαιστίνοις ἐπὶ τοὺς Ἑβραίους, τοῦτʼ ἐκείνων μετὰ τὴν νίκην ἐγένετο.καὶ Σαμουῆλος στρατεύσας ἐπʼ αὐτοὺς ἀναιρεῖ πολλοὺς καὶ τὰ φρονήματʼ αὐτῶν εἰς τὸ παντελὲς ταπεινοῖ καὶ τὴν χώραν ἀφαιρεῖται, ἣν τῶν Ἰουδαίων ἀπετέμοντο πρότερον κρατήσαντες τῇ μάχῃ· αὕτη δʼ ἦν μέχρι πόλεως Ἀκάρων ἀπὸ τῶν τῆς Γίττης ὅρων ἐκτεταμένη. ἦν δὲ κατʼ ἐκεῖνον τὸν καιρὸν φίλια τοῖς Ἰσραηλίταις τὰ ὑπολειπόμενα τῶν Χαναναίων.Ὁ δὲ προφήτης Σαμουῆλος διακοσμήσας τὸν λαὸν καὶ πόλιν αὐτοῖς ἀποδοὺς εἰς ταύτην ἐκέλευσε συνερχομένοις περὶ τῶν πρὸς ἀλλήλους κρίνεσθαι διαφορῶν, αὐτὸς δὲ διʼ ἔτους ἐπερχόμενος τὰς πόλεις ἐδίκαζεν αὐτοῖς καὶ πολλὴν ἐβράβευεν εὐνομίαν ἐπὶ χρόνον πολύν.ἔπειθʼ ὑπὸ γήρως βαρυνόμενος καὶ τὰ συνήθη πράττειν ἐμποδιζόμενος τοῖς υἱοῖς τὴν ἀρχὴν καὶ τὴν προστασίαν τοῦ ἔθνους παραδίδωσιν, ὧν ὁ μὲν πρεσβύτερος Ἰοῦλος προσηγορεύετο, τῷ δὲ νεωτέρῳ Ἐβίᾳ ὄνομα ἦν. προσέταξε δὲ τὸν μὲν ἐν Βεθήλῳ πόλει καθεζόμενον κρίνειν, τὸν δʼ ἕτερον ἐν Βερσουβεὶ μερίσας τὸν ὑπακουσόμενον ἑκατέρῳ λαόν.ἐγένοντο δὲ σαφὲς οὗτοι παράδειγμα καὶ τεκμήριον τοῦ μὴ τὸν τρόπον ὁμοίους τοῖς φύσασι γίνεσθαί τινας, ἀλλὰ τάχα μὲν χρηστοὺς καὶ μετρίους ἐκ πονηρῶν, τότε μέν γε φαύλους ἐξ ἀγαθῶν παρέσχον αὑτοὺς γενομένους·τῶν γὰρ τοῦ πατρὸς ἐπιτηδευμάτων ἐκτραπόμενοι καὶ τὴν ἐναντίαν ὁδὸν ἀπελθόντες δώρων καὶ λημμάτων αἰσχρῶν καθυφίεντο τὸ δίκαιον, καὶ τὰς κρίσεις οὐ πρὸς τὴν ἀλήθειαν, ἀλλὰ πρὸς τὸ κέρδος ποιούμενοι καὶ πρὸς τρυφὴν καὶ πρὸς διαίτας πολυτελεῖς ἀπονενευκότες πρῶτον μὲν ὑπεναντία ταῦτα ἔπρασσον τῷ θεῷ, δεύτερον δὲ τῷ προφήτῃ πατρὶ δʼ ἑαυτῶν, ὃς πολλὴν καὶ τοῦ τὸ πλῆθος εἶναι δίκαιον σπουδὴν εἰσεφέρετο καὶ πρόνοιαν.Ὁ δὲ λαὸς ἐξυβριζόντων εἰς τὴν προτέραν κατάστασιν καὶ πολιτείαν τῶν τοῦ προφήτου παίδων χαλεπῶς τε τοῖς πραττομένοις ἔφερε καὶ πρὸς αὐτὸν συντρέχουσι, διέτριβε δʼ ἐν Ἀρμαθᾶ πόλει, καὶ τάς τε τῶν υἱῶν παρανομίας ἔλεγον καὶ ὅτι γηραιὸς ὢν αὐτὸς ἤδη καὶ παρειμένος ὑπὸ τοῦ χρόνου τῶν πραγμάτων οὐκέτι τὸν αὐτὸν προεστάναι δύναται τρόπον· ἐδέοντό τε καὶ ἱκέτευον ἀποδεῖξαί τινα αὐτῶν βασιλέα, ὃς ἄρξει τοῦ ἔθνους καὶ τιμωρήσεται Παλαιστίνους ὀφείλοντας ἔτʼ αὐτοῖς δίκας τῶν προτέρων ἀδικημάτων.ἐλύπησαν δὲ σφόδρα τὸν Σαμουῆλον οἱ λόγοι διὰ τὴν σύμφυτον δικαιοσύνην καὶ τὸ πρὸς τοὺς βασιλέας μῖσος· ἥττητο γὰρ δεινῶς τῆς ἀριστοκρατίας ὡς θείας καὶ μακαρίους ποιούσης τοὺς χρωμένους αὐτῆς τῇ πολιτείᾳ.ὑπὸ δὲ φροντίδος καὶ βασάνου τῆς ἐπὶ τοῖς εἰρημένοις οὔτε τροφῆς ἐμνημόνευσεν οὔτε ὕπνου, διʼ ὅλης δὲ τῆς νυκτὸς στρέφων τὰς περὶ τῶν πραγμάτων ἐννοίας διεκαρτέρει.Ἔχοντι δὲ οὕτως ἐμφανίζεται τὸ θεῖον καὶ παραμυθεῖται μὴ δυσφορεῖν ἐφʼ οἷς ἠξίωσε τὸ πλῆθος, ὡς οὐκ ἐκεῖνον ὑπερηφανήσοντας ἀλλʼ ἑαυτὸν, εἰ μὴ βασιλεύσει μόνος· ταῦτα δὲ ἀφʼ ἧς ἡμέρας ἐξήγαγεν αὐτοὺς ἀπʼ Αἰγύπτου μηχανᾶσθαι τὰ ἔργα· λήψεσθαι μέντοι γε οὐκ εἰς μακρὰν μετάνοιαν αὐτοὺς ἐπίπονον, ὑφʼ ἧς οὐδὲν μὲν ἀγένητον ἔσται τῶν ἐσομένων, ἐλεγχθήσονται δὲ καταφρονήσαντες καὶ βουλὰς οὐκ εὐχαρίστους πρὸς ἐμὲ καὶ τὴν σὴν προφητείαν λαβόντες.κελεύω δή σε χειροτονεῖν αὐτοῖς ὃν ἂν ἐγὼ προείπω βασιλέα προδηλώσαντα ποταπῶν τε πειραθήσονται βασιλευόμενοι κακῶν καὶ διαμαρτυράμενον ἐφʼ οἵαν σπεύδουσι μεταβολήν.