τότε τὴν πρὸς Δαυίδην τοῦ πατρὸς Ἰωνάθης ἐπέγνω δυσμένειαν καὶ τρανῶς τὴν ὅλην αὐτοῦ βούλησιν εἶδεν· οὐ γὰρ κατέσχε Σαοῦλος τῆς ὀργῆς, ἀλλὰ βλασφημῶν ἐξ αὐτομόλων γεγενημένον καὶ πολέμιον ἀπεκάλει καὶ κοινωνὸν τοῦ Δαυίδου καὶ συνεργὸν ἔλεγεν καὶ μήτʼ αὐτὸν αἰδεῖσθαι μήτε τὴν μητέρα αὐτοῦ ταῦτα φρονοῦντα καὶ μηδὲ βουλόμενον πεισθῆναι τοῦθʼ, ὅτι μέχρις οὗ περίεστι Δαυίδης ἐπισφαλῶς αὐτοῖς τὰ τῆς βασιλείας ἔχει. μετάπεμψαι τοιγαροῦν αὐτόν, ἔφησεν, ἵνα δῷ δίκην.ὑποτυχόντος δʼ Ἰωνάθου, τί δʼ ἀδικοῦντα κολάσαι θέλεις; οὐκέτʼ εἰς λόγους καὶ βλασφημίας τὴν ὀργὴν ὁ Σαοῦλος ἐξήνεγκεν, ἀλλὰ ἁρπάσας τὸ δόρυ ἀνεπήδησεν ἐπʼ αὐτὸν ἀποκτεῖναι θέλων. καὶ τὸ μὲν ἔργον οὐκ ἔδρασε διακωλυθεὶς ὑπὸ τῶν φίλων, φανερὸς δʼ ἐγένετο τῷ παιδὶ μισῶν τὸν Δαυίδην καὶ διαχρήσασθαι ποθῶν, ὡς παρὰ μικρὸν διʼ ἐκεῖνον αὐτόχειρ καὶ τοῦ παιδὸς γεγονέναι.Καὶ τότε μὲν ὁ τοῦ βασιλέως παῖς ἐκπηδήσας ἀπὸ τοῦ δείπνου καὶ μηδὲν ὑπὸ λύπης προσενέγκασθαι δυνηθείς, κλαίων αὑτὸν μὲν τοῦ παρὰ μικρὸν ἀπολέσθαι τοῦ κατακεκρίσθαι δʼ ἀποθανεῖν Δαυίδην διενυκτέρευσεν. ἅμα δὲ ἡμέρᾳ πρὸ τῆς πόλεως εἰς τὸ πεδίον ὡς γυμνασόμενος μὲν δηλώσων δὲ τῷ φίλῳ τὴν τοῦ πατρὸς διάθεσιν, ὡς συνέθετο, πρόεισι.ποιήσας δὲ ὁ Ἰωνάθης τὰ συγκείμενα τὸν μὲν ἑπόμενον ἀπολύει εἰς τὴν πόλιν παῖδα, ἦν δʼ ἠρεμία τῷ Δαυίδῃ παρελθεῖν εἰς ὄψιν αὐτῷ καὶ λόγους. ἀναφανεὶς δʼ οὗτος πίπτει πρὸ τῶν Ἰωνάθου ποδῶν καὶ προσκυνῶν σωτῆρα αὐτοῦ τῆς ψυχῆς ἀπεκάλει.ἀνίστησι δʼ ἀπὸ τῆς γῆς αὐτόν, καὶ περιπλακέντες ἀλλήλους μακρά τε ἠσπάζοντο καὶ δεδακρυμένα τήν τε ἡλικίαν ἀποθρηνοῦντες αὑτῶν καὶ τὴν ἐφθονημένην ἑταιρίαν καὶ τὸν μέλλοντα διαχωρισμόν, ὃς οὐδὲν αὐτοῖς ἐδόκει θανάτου διαφέρειν. μόλις δʼ ἐκ τῶν θρήνων ἀνανήψαντες καὶ μεμνῆσθαι τῶν ὅρκων ἀλλήλοις παρακελευσάμενοι διελύθησαν.Δαυίδης δὲ φεύγων τὸν βασιλέα καὶ τὸν ἐξ αὐτοῦ θάνατον εἰς Ναβὰν παραγίνεται πόλιν πρὸς Ἀβιμέλεχον τὸν ἀρχιερέα, ὃς ἐπὶ τῷ μόνον ἥκοντα ἰδεῖν καὶ μήτε φίλον σὺν αὐτῷ μήτʼ οἰκέτην παρόντα ἐθαύμασε καὶ τὴν αἰτίαν τοῦ μηδένα εἶναι σὺν αὐτῷ μαθεῖν ἤθελεν.ὁ δὲ πρᾶξιν ἀπόρρητον ἐπιταγῆναι παρὰ τοῦ βασιλέως ἔφησεν, εἰς ἣν συνοδίας αὐτῷ βουλομένῳ λαθεῖν οὐκ ἔδει· τοὺς μέντοι θεράποντας εἰς τόνδε μοι τὸν τόπον ἀπαντᾶν προσέταξα. ἠξίου δὲ λαβεῖν ἐφόδια· φίλου γὰρ αὐτὸν ποιήσειν ἔργον παρασχόντα καὶ πρὸς τὸ προκείμενον συλλαμβανομένου.τυχὼν δὲ τούτων ᾔτει καὶ ὅπλον τι μετὰ χεῖρας ῥομφαίαν ἢ δοράτιον· παρῆν δὲ καὶ Σαούλου δοῦλος γένει μὲν Σύρος Δώηγος δὲ ὄνομα τὰς τοῦ βασιλέως ἡμιόνους νέμων· ὁ δʼ ἀρχιερεὺς ἔχειν μὲν αὐτὸς οὐδέν τι εἶπε τοιοῦτον, εἶναι δὲ τὴν Γολιάθου ῥομφαίαν, ἣν ἀποκτείνας τὸν Παλαιστῖνον αὐτὸς ἀναθείη τῷ θεῷ.λαβὼν δὲ ταύτην ὁ Δαβίδης ἔξω τῆς τῶν Ἑβραίων χώρας εἰς Γίτταν διέφυγε τὴν Παλαιστίνων, ἧς Ἄγχους ἐβασίλευεν. ἐπιγνωσθεὶς δὲ ὑπὸ τῶν τοῦ βασιλέως οἰκετῶν καὶ φανερὸς αὐτῷ γενόμενος μηνυόντων ἐκείνων, ὅτι Δαυίδης ὁ πολλὰς ἀποκτείνας Παλαιστίνων μυριάδας εἴη, δείσας μὴ πρὸς αὐτοῦ θάνῃ καὶ τὸν κίνδυνον ὃν ἐξέφυγε παρὰ Σαούλου παρʼ ἐκείνου πειράσῃ προσποιεῖται μανίαν καὶ λύσσαν, ὡς ἀφρὸν κατὰ τοῦ στόματος αὐτοῦ φερόμενον καὶ τὰ ἄλλα ὅσα συνίστησι μανίαν πίστιν παρὰ τῷ Γίττης βασιλεῖ γενέσθαι τῆς νόσου.καὶ τοῖς οἰκέταις ὁ βασιλεὺς προσδυσχεράνας ὡς ἔκφρονα πρὸς αὐτὸν ἀγάγοιεν ἄνθρωπον ἐκέλευσε τὸν Δαυίδην ὡς τάχος ἐκβάλλειν.Διασωθεὶς δὲ οὗτος ἐκ τῆς Γίττης εἰς τὴν Ἰούδα παραγίνεται φυλὴν καὶ ἐν τῷ πρὸς Ἀδολλάμῃ πόλει σπηλαίῳ διατρίβων πέμπει πρὸς τοὺς ἀδελφοὺς δηλῶν αὐτοῖς ἔνθα εἴη. οἱ δὲ μετὰ πάσης συγγενείας ἧκον πρὸς αὐτόν· καὶ τῶν ἄλλων δὲ ὅσοις ἢ χρεία ἦν ἢ φόβος ἐκ Σαούλου τοῦ βασιλέως συνερρύησαν πρὸς αὐτὸν καὶ ποιεῖν τὰ ἐκείνῳ δοκοῦντα ἑτοίμως ἔχειν ἔλεγον. ἐγένοντο δὲ οἱ πάντες ὡσεὶ τετρακόσιοι.θαρρήσας δὲ ὡς καὶ χειρὸς αὐτῷ καὶ συνεργίας ἤδη γεγενημένης ἀπάρας ἐκεῖθεν ἀφικνεῖται πρὸς τὸν τῶν Μωαβιτῶν βασιλέα, καὶ τοὺς γονεῖς αὐτοῦ εἰς τὴν ἑαυτοῦ χώραν προσδεξάμενον ἕως οὗ ἐπὶ τὸ καθʼ αὑτὸν τέλος ἔχειν παρεκάλει· κατανεύσαντος δʼ αὐτοῦ τὴν χάριν καὶ πάσης τοὺς γονεῖς τοῦ Δαυίδου τιμὴς παρʼ ὃν ἐτύγχανον παρʼ αὐτῷ χρόνονἀξιώσαντος αὐτὸς τοῦ προφήτου κελεύσαντος αὐτὸν τὴν μὲν ἐρημίαν ἐκλιπεῖν, πορευθέντα δʼ εἰς τὴν κληρουχίαν τῆς Ἰούδα φυλῆς ἐν αὐτῇ διάγειν πείθεται καὶ παραγενόμενος εἰς Σάριν πόλιν ἐν αὐτῇ κατέμενε.Σαοῦλος δʼ ἀκούσας ὅτι μετὰ πλήθους ὀφθείη ὁ Δαυίδης οὐκ εἰς τυχόντα θόρυβον καὶ ταραχὴν ἐνέπεσεν, ἀλλʼ εἰδὼς τὸ φρόνημα τοῦ ἀνδρὸς καὶ τὴν εὐτολμίαν οὐδὲν ἐξ αὐτοῦ μικρὸν ἀνακύψειν ἔργον ἐφʼ οὗ κλαύσεσθαι πάντως καὶ πονήσειν ὑπενόησε.καὶ συγκαλέσας τοὺς φίλους καὶ τοὺς ἡγεμόνας καὶ τὴν φυλὴν ἐξ ἧς αὐτὸς ἦν πρὸς αὑτὸν ἐπὶ τὸν βουνὸν οὗ τὸ βασίλειον εἶχε, καὶ καθίσας ἐπʼ Ἀρούρης, τόπος ἦν τις τιμῆς, πολιτικῆς περὶ αὐτὸν οὔσης τάξεως σωματοφυλάκων λέγει πρὸς αὐτούς· ἄνδρες ὁμόφυλοι, μέμνησθε μὲν οἶδʼ ὅτι τῶν ἐμῶν εὐεργεσιῶν, ὅτι καὶ ἀγρῶν τινας ἐποίησα δεσπότας καὶ τιμῶν τῶν ἐν τῷ πλήθει καὶ τάξεων ἠξίωσα.