Σαμουῆλος δὲ πρὸς τοῦθʼ ὑπολαβὼν πόθεν οὖν ἀκούω θρεμμάτων, εἶπε, καὶ ὑποζυγίων βοῆς ἐν τῷ στρατοπέδῳ; ὁ δὲ τὸν λαὸν ταῦτʼ εἰς θυσίας ἀπεκρίνατο τετηρηκέναι· τὸ μέντοι γε τῶν Ἀμαληκιτῶν γένος πᾶν ἐξηφανίσθαι κατὰ τὴν ἐντολὴν καὶ περιλείπεσθαι ἄλλον μηδένα, πρὸς δʼ αὐτὸν ἀγαγεῖν μόνον τηρήσαντα αὐτῶν τὸν βασιλέα, περὶ οὗ τί δεῖ ποιεῖν βουλεύσεσθαι πρὸς ἀλλήλους ἔφασκεν.ὁ δὲ προφήτης οὐχὶ θυσίαις ἔλεγεν ἥδεσθαι τὸ θεῖον, ἀλλὰ τοῖς ἀγαθοῖς καὶ δικαίοις. οὗτοι δέ εἰσιν οἱ τῇ βουλήσει καὶ ταῖς ἐντολαῖς αὐτοῦ κατακολουθοῦντες καὶ μηδὲν ἄλλο πραχθήσεσθαι καλῶς ὑφʼ ἑαυτῶν νομίζοντες ἢ ὅτι ἂν ποιήσωσι τοῦ θεοῦ κεκελευκότος· καταφρονεῖσθαι γὰρ οὐχ ὅταν αὐτῷ μὴ θύῃ τις, ἀλλʼ ὅταν ἀπειθεῖν δοκῇ.παρὰ δὲ τῶν οὐχ ὑποτασσομένων οὐδʼ ἀληθῆ καὶ μόνην τῷ θεῷ κεχαρισμένην θρησκευόντων θρησκείαν, οὔτʼ ἂν πολλὰ καὶ πιμελῆ καταθύσωσιν ἱερεῖα, οὔτʼ ἂν κόσμον ἀναθημάτων ἐξ ἀργύρου καὶ χρυσοῦ πεποιημένων προσφέρωσι, δέχεται ταῦτʼ εὐμενῶς, ἀλλʼ ἀποστρέφεται καὶ δείγματα τῆς πονηρίας οὐκ εὐσέβειαν ἡγεῖται.τοῖς δʼ ἓν καὶ μόνον τοῦθʼ ὅτι περ ἂν φθέγξηται καὶ κελεύσῃ ὁ θεὸς διὰ μνήμης ἔχουσι καὶ τεθνάναι μᾶλλον ἢ παραβῆναί τι τούτων αἱρουμένοις ἐπιτέρπεται, καὶ οὔτε θυσίαν ἐπιζητεῖ παρʼ αὐτῶν καὶ παρὰ θυόντων δὲ, κἂν ᾖ λιτά, τῆς πενίας ἥδιον τὴν τιμὴν ἢ παρὰ τῶν πλουσιωτάτων δεξιοῦται.σὺ τοίνυν ἴσθι σαυτὸν διʼ ὀργῆς ὄντα τῷ θεῷ· κατεφρόνησας γὰρ καὶ κατημέλησας ὧν ἐπέστειλε. πῶς οὖν οἴει τὴν θυσίαν ἂν αὐτὸν προσβλέπειν ἐξ ὧν κατέκρινεν ἀπολέσθαι γινομένην; πλὴν εἰ μὴ νομίζεις ὅμοιον ὄλεθρον τὸ θύεσθαι ταῦτα τῷ θεῷ. προσδόκα τοίνυν τὴν βασιλείαν ἀφαιρεθησόμενος καὶ τὴν ἐξουσίαν, ἀφʼ ἧς ὁρμώμενος τοῦ παρασχόντος σοι θεοῦ ταύτην ἠμέλησας.Σαοῦλος δὲ ἀδικεῖν ὡμολόγει καὶ τὴν ἁμαρτίαν οὐκ ἠρνεῖτο· παραβῆναι γὰρ τὰς ἐντολὰς τοῦ προφήτου· κατὰ μέντοι γε δέος καὶ τὸν ἀπὸ τῶν στρατιωτῶν φόβον μὴ κωλῦσαι διαρπάζοντας αὐτοὺς τὴν λείαν μηδʼ ἐπισχεῖν. ἀλλὰ συγγίνωσκε καὶ πρᾷος ἴσθι· φυλάξεσθαι γὰρ εἰς τοὐπιὸν ἁμαρτεῖν, παρεκάλει δὲ τὸν προφήτην ὑποστρέψαντα θυσίας χαριστηρίους ἐπιτελέσαι τῷ θεῷ· ὁ δὲ, οὐ γὰρ ἑώρα τὸν θεὸν διαλλαττόμενον, ἀπῄει πρὸς ἑαυτόν.Σαοῦλος δὲ κατασχεῖν βουλόμενος τὸν Σαμουῆλον ἐλλαμβάνεται τῆς διπλοΐδος καὶ βιαίας τῆς ὁλκῆς διὰ τὸ μεθʼ ὁρμῆς ἀπιέναι τὸν Σαμουῆλον γενομένης διασχίζει τὸ ἱμάτιον.τοῦ δὲ προφήτου τὴν βασιλείαν οὕτως αὐτοῦ διασχισθῆναι φήσαντος καὶ λήψεσθαι ταύτην ἀγαθὸν καὶ δίκαιον, ἐμμένειν γὰρ τὸν θεὸν τοῖς περὶ αὐτοῦ κεκριμένοις ὡς τοῦ μεταβάλλεσθαι καὶ στρέφειν τὴν γνώμην ἀνθρωπίνου πάθους ὄντος οὐχὶ θείας ἰσχύος,ὁ Σαοῦλος ἀσεβῆσαι μὲν ἔλεγεν, ἀγένητα δὲ ποιῆσαι τὰ πεπραγμένα μὴ δύνασθαι· τιμῆσαί γε μὴν αὐτὸν παρεκάλει τοῦ πλήθους ὁρῶντος σὺν αὐτῷ παραγενόμενον τὸν θεὸν προσκυνῆσαι. δίδωσι δὲ τοῦτο Σαμουῆλος αὐτῷ καὶ συνελθὼν προσκυνεῖ τῷ θεῷ.ἄγεται δὲ καὶ ὁ τῶν Ἀμαληκιτῶν βασιλεὺς Ἄγαγος πρὸς αὐτόν· καὶ πυνθανομένου, πῶς εἴη πικρὸς ὁ θάνατος, εἶπεν ὡς σὺ πολλὰς μητέρας Ἑβραίων ἐπὶ τέκνοις ὀδύρεσθαι καὶ πένθος ἄγειν ἐποίησας, οὕτως ὀδυνήσεις ἐπὶ σαυτῷ διαφθαρέντι τὴν μητέρα. καὶ κελεύει παραχρῆμα αὐτὸν ἐν Γαλγάλοις ἀποθανεῖν. καὶ αὐτὸς δὲ εἰς Ἅρμαθον πόλιν ἀπαλλάσσεται.Σαοῦλος δὲ ὁ βασιλεὺς αἰσθόμενος ὧν πειραθείη κακῶν ἐχθρὸν αὑτῷ τὸν θεὸν κατασκευάσας, εἰς τὸ βασίλειον ἀναβαίνει Γαβᾶ, σημαίνει βουνὸν ἑρμηνευόμενον τὸ ὄνομα, καὶ μετʼ ἐκείνην οὐκέτι τὴν ἡμέραν εἰς ὄψιν ἔρχεται τῷ προφήτῃ.Σαμουήλῳ δὲ λυπουμένῳ περὶ αὐτοῦ παύσασθαι μὲν τῆς φροντίδος ἐκέλευσεν ὁ θεός, λαβόντι δὲ τὸ ἅγιον ἔλαιον εἰς Βηθλέμην ἀπελθεῖν πόλιν πρὸς Ἰεσσαῖον παῖδα Ὠβήδου καὶ χρῖσαι τῶν υἱῶν αὐτοῦ ὃν ἂν αὐτὸς ἐπιδείξῃ βασιλέα γενησόμενον. ὁ δὲ εὐλαβεῖσθαι φήσας, μὴ τοῦτο μαθὼν Σαοῦλος ἀνέλῃ λοχήσας αὐτὸν ἢ καὶ φανερῶς, ὑποθεμένου τοῦ θεοῦ καὶ δόντος ἀσφαλείας ὁδὸν ἧκεν εἰς τὴν προειρημένην πόλιν.καὶ πάντες αὐτὸν ἠσπάζοντό τε καὶ τὴν αἰτίαν τῆς ἀφίξεως ἀνηρώτων, ἔλεγε δὲ ἥκειν ἵνα θύσῃ τῷ θεῷ. ποιήσας οὖν τὴν θυσίαν καλεῖ τὸν Ἰεσσαῖον μετὰ τῶν τέκνων ἐπὶ τὰ ἱερὰ καὶ θεασάμενος αὐτοῦ τὸν πρεσβύτατον υἱὸν εὐμεγέθη καὶ καλὸν εἴκασεν ἐκ τῆς εὐμορφίας τοῦτον εἶναι τὸν μέλλοντα βασιλεύειν.διαμαρτάνει δὲ τῆς τοῦ θεοῦ προνοίας· ἐπερωτήσαντι γὰρ αὐτὸν, εἰ χρίσει τῷ ἐλαίῳ τὸν νεανίσκον, ὃν αὐτός τε θαυμάζει καὶ τῆς βασιλείας ἄξιον ἔκρινεν, οὐ τὰ αὐτὰ βλέπειν ἀνθρώπους εἶπε καὶ θεόν·ἀλλὰ σὺ μὲν εἰς τὸ κάλλος ἀπιδὼν τοῦ νεανίσκου καὶ δὴ τοῦτον ἡγῇ ἄξιον τοῦ βασιλεύειν εἶναι, ἐγὼ δʼ οὐ σωμάτων εὐμορφίας ἔπαθλον ποιοῦμαι τὴν βασιλείαν ἀλλὰ ψυχῶν ἀρετῆς καὶ ζητῶ ὅστις ταύτης ἐστὶ τελέως εὐπρεπὴς, εὐσεβείᾳ καὶ δικαιοσύνῃ καὶ ἀνδρείᾳ καὶ πειθοῖ ἐξ ὧν τὸ τῆς ψυχῆς συνίσταται κάλλος κατακεκοσμημένος.ταῦτα φράσαντος τοῦ θεοῦ πάντας ἐκέλευσεν αὐτῷ τὸν Ἰεσσαῖον τοὺς υἱοὺς ἐπιδεῖξαι Σαμουῆλος· ὁ δὲ πέντε ἄλλους ἐποίησεν ἐλθεῖν, ὧν ὁ μὲν πρεσβύτερος Ταλίαβος, ὁ δεύτερος Ἀμινάδαβος, Σάμαλος ὁ τρίτος, ὁ τέταρτος Ναθαναῆλος, καὶ Ῥάηλος ὁ πέμπτος ἐκαλεῖτο, ὁ δὲ ἕκτος Ἄσαμος.