Σαμουῆλος δὲ παραγενόμενος πρὸς τὸν Σαοῦλον πεμφθῆναι πρὸς αὐτὸν ἔφασκεν ὑπὸ τοῦ θεοῦ, ὅπως αὐτὸν ὑπομνήσῃ, ὅτι βασιλέα προκρίνας αὐτὸν ἁπάντων ὁ θεὸς ἀπέδειξε, καὶ διὰ τοῦτο πείθεσθαι καὶ κατήκοον αὐτῷ γενέσθαι ὡς αὐτοῦ μὲν ἔχοντος τὴν τῶν ἐθνῶν ἡγεμονίαν, τοῦ δὲ θεοῦ καὶ τὴν κατʼ ἐκείνου καὶ τῶν ὅλων πραγμάτων.λέγειν τοίνυν ἔφασκε τὸν θεὸν· ἐπεὶ πολλὰ κακὰ τοὺς Ἑβραίους Ἀμαληκῖται διέθηκαν κατὰ τὴν ἔρημον, ὅτε ἐξελθόντες ἀπʼ Αἰγύπτου εἰς τὴν νῦν ὑπάρχουσαν αὐτοῖς ἐστέλλοντο χώραν, κελεύω πολέμῳ τιμωρησάμενον τοὺς Ἀμαληκίτας καὶ κρατήσαντα μηδένʼ αὐτῶν ὑπολιπεῖν,ἀλλὰ πάσης διεξελθεῖν ἡλικίας ἀρξαμένους ἀπὸ γυναικῶν κτείνειν καὶ νηπίων καὶ τοιαύτην ὑπὲρ ὧν τοὺς προγόνους ὑμῶν εἰργάσαντο τιμωρίαν ἀπολαβεῖν, φείσασθαι δὲ μήτε ὑποζυγίων μήτε τῶν ἄλλων βοσκημάτων εἰς ὠφέλειαν καὶ κτῆσιν ἰδίαν, ἅπαντα δʼ ἀναθεῖναι τῷ θεῷ καὶ τὸ Ἀμαλήκου ὄνομα ταῖς Μωυσέος κατακολουθήσαντʼ ἐντολαῖς ἐξαλεῖψαι.Ὁμολογεῖ δὲ ποιήσειν Σαοῦλος τὰ προστασσόμενα, τὴν δὲ πειθαρχίαν τὴν πρὸς τὸν θεὸν οὐκ ἐν τῷ ποιήσασθαι τὴν πρὸς τοὺς Ἀμαληκίτας στρατείαν λογιζόμενος εἶναι μόνον, ἀλλὰ καὶ τὴν ἑτοιμότητα καὶ τὸ τάχος ἀναβολῆς οὐ προσούσης ἔτι μᾶλλον ἐμφανίζει, ἀθροίζει τε πᾶσαν τὴν δύναμιν καὶ ταύτην ἐξαριθμήσας ἐν Γαλγάλοις εὑρίσκει τῶν Ἰσραηλιτῶν ἔξω τῆς Ἰούδα φυλῆς περὶ τεσσαράκοντα μυριάδας· ἥδε γὰρ ἡ φυλὴ καθʼ αὑτήν ἐστι στρατιῶται τρισμύριοι.Σαοῦλος δʼ ἐμβαλὼν εἰς τὴν τῶν Ἀμαληκιτῶν χώραν ἐνέδρας πολλὰς καὶ λόχους περὶ τὸν χειμάρρουν τίθησιν, ὡς μὴ μόνον ἐκ τοῦ φανεροῦ μαχομένους αὐτοὺς κακῶς ποιεῖν, ἀλλὰ καὶ μὴ προσδοκῶσι κατὰ τὰς ὁδοὺς ἐπιπίπτειν καὶ κυκλουμένους ἀναιρεῖν· καὶ δὴ συμβαλὼν αὐτοῖς εἰς μάχην τρέπεται τοὺς πολεμίους καὶ διαφθείρει πάντας φεύγουσιν ἐπακολουθῶν.ὡς δʼ ἐκεῖνο τὸ ἔργον αὐτῷ κατὰ τὴν τοῦ θεοῦ προφητείαν ἐχώρησε, ταῖς πόλεσι τῶν Ἀμαληκιτῶν προσέβαλε καὶ τὰς μὲν μηχανήμασι, τὰς δὲ ὀρύγμασιν ὑπονόμοις καὶ τείχεσιν ἔξωθεν ἀντῳκοδομημένοις, τὰς δὲ λιμῷ καὶ δίψει, τὰς δὲ ἄλλοις τρόποις ἐκπολιορκήσας καὶ λαβὼν κατὰ κράτος ἐπὶ σφαγὴν γυναικῶν καὶ νηπίων ἐχώρησεν, οὐδὲν ὠμὸν οὐδʼ ἀνθρωπίνης σκληρότερον διαπράσσεσθαι φύσεως ἡγούμενος, πρῶτον μὲν πολεμίους ταῦτα δρῶν, ἔπειτα προστάγματι θεοῦ, ᾧ τὸ μὴ πείθεσθαι κίνδυνον ἔφερε.λαμβάνει δὲ καὶ τὸν βασιλέα τῶν ἐχθρῶν Ἄγαγον αἰχμάλωτον, οὗ θαυμάσας τὸ κάλλος καὶ τὸ μέγεθος τοῦ σώματος σωτηρίας ἄξιον ἔκρινεν οὐκέτι τοῦτο ποιῶν κατὰ βούλησιν τοῦ θεοῦ, πάθει δὲ νικώμενος ἰδίῳ καὶ χαριζόμενος ἀκαίρως περὶ ὧν οὐκ εἶχεν ἀκίνδυνον ἐξουσίαν οἴκτῳ.ὁ μὲν γὰρ θεὸς οὕτως ἐμίσησε τὸ τῶν Ἀμαληκιτῶν ἔθνος, ὡς μηδὲ νηπίων φείσασθαι κελεῦσαι πρὸς ἃ μᾶλλον ἔλεος γίνεσθαι πέφυκε, Σαοῦλος δὲ αὐτῶν τὸν βασιλέα καὶ τὸν ἡγεμόνα τῶν εἰς Ἑβραίους κακῶν ἔσωσε τῆς μνήμης ὧν ἐπέστειλεν ὁ θεὸς τὸ τοῦ πολεμίου κάλλος ἐπίπροσθεν ποιησάμενος.συνεξήμαρτε δʼ αὐτῷ καὶ τὸ πλῆθος· καὶ γὰρ ἐκεῖνοι τῶν ὑποζυγίων καὶ τῶν βοσκημάτων ἐφείσαντο καὶ διήρπασαν μὴ τηρεῖν αὐτὰ τοῦ θεοῦ κελεύσαντος τά τε ἄλλα χρήματα καὶ τὸν πλοῦτον ἐξεφόρησαν, εἰ δέ τι μὴ σπουδῆς ἦν ἄξιον ὥστε κεκτῆσθαι διέφθειραν.Νικήσας δὲ Σαοῦλος ἅπαντας τοὺς ἀπὸ Πηλουσίου τῆς Αἰγύπτου καθήκοντας ἕως τῆς Ἐρυθρᾶς θαλάσσης διέφθειρε πολεμίους παραλιπὼν τὸ τῶν Σικιμιτῶν ἔθνος· οὗτοι γὰρ ἐν τῇ Μαδιηνῇ χώρᾳ μέσοι κατῴκηνται. πρὸ δὲ τῆς μάχης πέμψας παρήγγειλεν αὐτοῖς ἀναχωρεῖν, μὴ τοῖς Ἀμαληκίταις κοινωνήσωσι συμφορᾶς· συγγενεῖς γὰρ αὐτοὺς ὄντας Ῥαγουήλου τοῦ Μωυσέος πενθεροῦ σώζειν αἰτίαν ἔχειν.Καὶ Σαοῦλος μὲν ὡς μηδενὸς παρακούσας ὧν ὁ προφήτης ἐπέστειλε μέλλοντι τὸν πρὸς Ἀμαληκίτας ἐκφέρειν πόλεμον, ἀλλʼ ὡς ἐπὶ πᾶσιν ἐκείνοις ἀκριβῶς πεφυλαγμένοις νενικηκὼς τοὺς πολεμίους οἴκαδε πρὸς αὑτὸν ὑπέστρεψε χαίρων ἐπὶ τοῖς κατωρθωμένοις.ὁ δὲ θεὸς ἄχθεται τῇ τε τοῦ βασιλέως τῶν Ἀμαληκιτῶν σωτηρίᾳ καὶ τῇ τῶν βοσκημάτων διαρπαγῇ τοῦ πλήθους, ὅτι μὴ συγχωρήσαντος αὐτοῦ ταῦτʼ ἐπράχθη· δεινὸν γὰρ ἡγεῖτο νικᾶν μὲν καὶ περιγίνεσθαι τῶν ἐχθρῶν ἐκείνου τὴν ἰσχὺν διδόντος αὐτοῖς, καταφρονεῖσθαι δὲ καὶ παρακούεσθαι μηδὲ ὡς ἄνθρωπον βασιλέα.μετανοεῖν οὖν ἔλεγε πρὸς τὸν προφήτην Σαμουῆλον ἐπὶ τῷ χειροτονῆσαι βασιλέα τὸν Σαοῦλον μηδὲν ὧν αὐτὸς κελεύει πράττοντα, τῇ δʼ οἰκείᾳ βουλήσει χρώμενον. σφόδρα ταῦτʼ ἀκούσας ὁ Σαμουῆλος συνεχύθη καὶ διʼ ὅλης τῆς νυκτὸς παρακαλεῖν ἤρξατο τὸν θεὸν καταλλάττεσθαι τῷ Σαούλῳ καὶ μὴ χαλεπαίνειν.ὁ δὲ τὴν συγγνώμην οὐκ ἐπένευσεν εἰς τὸν Σαοῦλον αἰτουμένῳ τῷ προφήτῃ λογισάμενος οὐκ εἶναι δίκαιον ἁμαρτήματα χαρίζεσθαι παραιτήσει· οὐ γὰρ ἐξ ἄλλου τινὸς φύεσθαι μᾶλλον ἢ τοῦ μαλακίζεσθαι τοὺς ἀδικουμένους· θηρωμένους γὰρ δόξαν ἐπιεικείας καὶ χρηστότητος λανθάνειν αὐτοὺς ταῦτα γεννῶντας.ὡς οὖν ἀπεῖπεν ὁ θεὸς τῇ τοῦ προφήτου δεήσει καὶ δῆλος ἦν μεταμελόμενος, ἅμʼ ἡμέρᾳ Σαμουῆλος εἰς Γάλγαλα παραγίνεται πρὸς Σαοῦλον· θεασάμενος δʼ αὐτὸν ὁ βασιλεὺς προστρέχει καὶ κατασπασάμενος τῷ θεῷ, φησίν, εὐχαριστῶ δόντι μοι τὴν νίκην, ἅπαντα μέντοι γε τὰ κελευσθέντα ὑπʼ αὐτοῦ πέπρακται.