Ὡς Ἰησοῦς ὁ στρατηγὸς τῶν Ἑβραίων πολεμήσας πρὸς Χαναναίους καὶ κρατήσας αὐτῶν τοὺς μὲν διέφθειρε, τὴν δὲ γῆν κατακληρουχήσας διένειμε ταῖς φυλαῖς. ὡς ἀποθανόντος τοῦ στρατηγοῦ παραβαίνοντες οἱ Ἰσραηλῖται τοὺς πατρίους νόμους μεγάλων ἐπειράθησαν συμφορῶν, καὶ στασιασάντων ἡ Βενιαμὶς διεφθάρη φυλὴ χωρὶς ἀνδρῶν ἑξακοσίων. πῶς μετὰ ταύτην τὴν κακοπραγίαν ἀσεβήσαντας αὐτοὺς ὁ θεὸς Ἀσσυρίοις ἐδούλωσεν. ἡ διὰ Κενίζου τοῦ Ἀθνιήλου παιδὸς αὐτοῖς ἐλευθερία γενομένη ἄρξαντος ἔτη τεσσαράκοντα λεγομένου δὲ παρά τε Ἕλλησι καὶ Φοίνιξι κριτοῦ. ὅτι πάλιν ὁ λαὸς ἡμῶν ἐδούλευσε Μωαβίταις ὀκτωκαίδεκα ἔτη καὶ ὑπό τινος Ἰούδου τῆς δουλείας ἀπηλλάγη τὴν ἀρχὴν ἐπ' ἔτη κατασχόντος ὀγδοήκοντα. ὡς Χαναναίων αὐτοὺς καταδουλωσαμένων ἐπ' ἔτη εἴκοσιν ἠλευθερώθησαν ὑπὸ Βαράκου καὶ Δεβώρας, οἳ ἦρξαν αὐτῶν ἐπ' ἔτη τεσσαράκοντα. ὅτι πολεμήσαντες Ἀμαληκῖται τοῖς Ἰσραηλίταις ἐνίκησάν τε καὶ τὴν χώραν ἐκάκωσαν ἔτη ἑπτά. ὡς Γεδεὼν αὐτοὺς ἠλευθέρωσεν ἀπὸ Ἀμαληκιτῶν καὶ ἦρξε τοῦ πλήθους ἐπὶ ἔτη τεσσαράκοντα. ὅτι μετ' αὐτὸν πολλοὶ γενόμενοι διάδοχοι τοῖς πέριξ ἔθνεσιν ἐπολέμησαν ἱκανῷ χρόνῳ. περὶ τῆς Σαμψῶνος ἀνδρείας καὶ ὅσων κακῶν αἴτιος Παλαιστίνοις ἐγένετο. ὡς οἱ υἱοὶ Ἠλῖ τοῦ ἱερέως ἐσφάγησαν ἐν τῇ πρὸς Παλαιστίνους μάχῃ. ὡς ὁ πατὴρ αὐτῶν ἀκούσας τὴν συμφορὰν βαλὼν ἑαυτὸν ἀπὸ τοῦ θρόνου ἀπέθανεν. ὡς νικήσαντες ἐν τούτῳ τῷ πολέμῳ τοὺς Ἑβραίους οἱ Παλαιστῖνοι καὶ τὴν κιβωτὸν αὐτῶν αἰχμάλωτον ἔλαβον. ὡς οἱ ἀπὸ Κενίζου ἄρξαντες πάντες κριταὶ ἐκλήθησαν. περιέχει ἡ βίβλος χρόνον ἐτῶν τετρακοσίων ἑβδομήκοντα.Μωυσέος δὲ τὸν προειρημένον τρόπον ἐξ ἀνθρώπων ἀπογεγονότος Ἰησοῦς ἁπάντων ἤδη τῶν ἐπʼ αὐτῷ νενομισμένων τέλος ἐχόντων καὶ τοῦ πένθους λελωφηκότος παρήγγειλεν ἐπὶ στρατείαν ἕτοιμον εἶναι τὸ πλῆθος,πέμπει τε κατασκόπους εἰς Ἱεριχοῦντα τήν τε δύναμιν αὐτῶν καὶ τίνα διάνοιαν ἔχουσιν αὐτοὶ γνωσομένους, αὐτὸς δὲ ἐξήταζε τὸν στρατὸν ὡς κατὰ καιρὸν διαβησόμενος τὸν Ἰόρδανον.ἀνακαλεσάμενος δὲ τοὺς τῆς Ῥουβηλίδος φυλῆς ἄρχοντας καὶ τοὺς τῆς Γάδιδος καὶ Μανασσήτιδος προεστῶτας, ἐξ ἡμισείας γὰρ καὶ τῇδε τῇ φυλῇ τὴν Ἀμορίαν κατοικεῖν ἐπετέτραπτο τῆς Χαναναίων γῆς ἕβδομον οὖσαν μέρος, ὑπεμίμνησκεν ἃ ὑπέσχοντο Μωυσεῖ,καὶ παρεκάλει χαριζομένους τῇ τε ἐκείνου προνοίᾳ μηδʼ ὅτε ἀπέθνησκε περὶ αὐτοὺς καμούσῃ τῷ τε κοινῇ συμφέροντι παρέχειν αὑτοὺς εἰς τὰ παραγγελλόμενα προθύμους. τῶν δʼ ἑπομένων ὁπλίταις πεντακισμυρίοις ἀπὸ τῆς Ἀβέλης ἐπὶ τὸν Ἰόρδανον ἐξῄει σταδίους ἑξήκοντα.Καὶ στρατοπεδεύσαντος εὐθὺς οἱ κατάσκοποι παρῆσαν μηδὲν ἀγνοήσαντες τῶν παρὰ τοῖς Χαναναίοις· ἐλθόντες γὰρ τὸ πρῶτον ἅπασαν ἐπʼ ἀδείας αὐτῶν τὴν πόλιν κατενόησαν, τῶν τε τειχῶν ὅσα καρτερὰ καὶ ὅσα μὴ τοῦτον ἔχει τὸν τρόπον αὐτοῖς ἀσφαλῶς καὶ τῶν πυλίδων αἳ πρὸς εἴσοδον τῷ στρατοπέδῳ διʼ ἀσθένειαν συνέφερον.ἠμέλουν δὲ θεωμένων οἱ ἐντυγχάνοντες κατὰ ἱστορίαν ξένοις προσήκουσαν ἀκριβῶς ἕκαστα πολυπραγμονεῖν τῶν ἐν τῇ πόλει νομίζοντες, ἀλλʼ οὐχὶ διανοίᾳ πολεμίων.ὡς δὲ γενομένης ὀψίας ὑποχωροῦσιν εἴς τι καταγώγιον τοῦ τείχους πλησίον, εἰς ὃ καὶ προήχθησαν δειπνοποιησάμενοι καὶ περὶ ἀπαλλαγῆς αὐτοῖς τὸ λοιπὸν ἡ φροντὶς ἦν,μηνύονται τῷ βασιλεῖ περὶ δεῖπνον ὄντι κατασκεψόμενοί τινες τὴν πόλιν ἀπὸ τοῦ τῶν Ἑβραίων στρατοπέδου παρεῖναι καὶ ὄντες ἐν τῷ τῆς Ῥαάβης καταγωγίῳ μετὰ πολλῆς τῆς τοῦ λανθάνειν προνοίας ὑπάρχειν. ὁ δʼ εὐθὺς πέμψας πρὸς αὐτοὺς ἐκέλευσεν ἀγαγεῖν συλλαβόντας, ἵνα βασανίσας μάθῃ, τί καὶ βουλόμενοι παρεῖεν.ὡς δʼ ἔγνω τὴν ἔφοδον αὐτῶν ἡ Ῥαάβη, λίνου γὰρ ἀγκαλίδας ἐπὶ τοῦ τείχους ἔψυχε, τοὺς μὲν κατασκόπους εἰς ταύτας ἀποκρύπτει, τοῖς δὲ πεμφθεῖσιν ὑπὸ τοῦ βασιλέως ἔλεγεν, ὡς ξένοι τινὲς εἶεν ἀγνῶτες ὀλίγῳ πρότερον ἢ δῦναι τὸν ἥλιον παρʼ αὐτῇ δειπνήσαντες ἀπαλλαγεῖεν, οὓς εἰ φοβεροὶ τῇ πόλει δοκοῦσιν, ἢ κίνδυνον τῷ βασιλεῖ φέροντες ἧκον, ἀπόνως εἶναι λαβεῖν διωχθέντας.οἱ δὲ τῆς γυναικὸς οὕτως αὐτοὺς ὑπελθούσης οὐδένα ὑπονοήσαντες δόλον ἀπῆλθον οὐδʼ ἐρευνήσαντες τὸ καταγώγιον. ἐπεὶ δʼ ὁρμήσαντες καθʼ ἃς ἐνόμιζον αὐτοὺς μάλιστα τῶν ὁδῶν ἀπέρχεσθαι καὶ κατὰ τὰς εἰς τὸν ποταμὸν φερούσας οὐδενὶ γνωρίσματι περιετύγχανον, παύονται τοῦ πονεῖν.τοῦ δὲ θορύβου σταλέντος ἡ Ῥαάβη καταγαγοῦσα τοὺς ἄνδρας καὶ τὸν κίνδυνον εἰποῦσα, ὃν ὑπὲρ τῆς αὐτῶν ὑπέλθοι σωτηρίας, ἁλοῦσαν γὰρ ἀποκρύπτουσαν αὐτοὺς οὐκ ἂν διαφυγεῖν τὴν ἐκ τοῦ βασιλέως τιμωρίαν, ἀλλὰ πανοικὶ αὐτὴν ἀπολέσθαι κακῶς,παρακαλέσασα διὰ μνήμης ἔχειν, ὅταν ἐγκρατεῖς τῆς Χαναναίων γῆς καταστάντες ἀμοιβὴν ἐκτῖσαι δύνωνται τῆς ἄρτι σωτηρίας, χωρεῖν ἐκέλευεν ἐπὶ τὰ οἰκεῖα ὀμόσαντας ἦ μὴν σώσειν αὐτὴν καὶ τὰ αὐτῆς, ὅταν τὴν πόλιν ἑλόντες φθείρωσι πάντας τοὺς ἐν αὐτῇ κατὰ ψήφισμα τὸ παρʼ αὐτοῖς γενόμενον· ταῦτα γὰρ εἰδέναι σημείοις τοῖς ἐκ τοῦ θεοῦ διδαχθεῖσαν.οἱ δὲ καὶ τῶν παρόντων αὐτῇ χάριν ἔχειν ὡμολόγουν καὶ περὶ τῶν αὖθις ὤμνυον ἔργῳ τὴν ἀμοιβὴν ἀποδώσειν· ἡνίκα δʼ ἂν αἴσθηται μελλούσης ἁλίσκεσθαι τῆς πόλεως, συνεβούλευον κτῆσίν τε τὴν αὐτῆς καὶ τοὺς οἰκείους ἅπαντας εἰς τὸ καταγώγιον ἀποθεμένην ἐγκαθεῖρξαι πρὸ τῶν θυρῶν ἀνατείνασαν φοινικίδας, ὅπως εἰδὼς τὴν οἰκίαν ὁ στρατηγὸς φυλάττηται κακῶς ποιεῖν·