ἡ δʼ Ἐφρὰν φυλὴ τὴν ἄχρι Γαζάρων ἀπὸ Ἰορδάνου ποταμοῦ μηκυνομένην ἔλαχεν, εὐρεῖαν δὲ ὅσον ἀπὸ Βεθήλων εἰς τὸ μέγα τελευτᾷ πεδίον, τῆς τε Μανασσήτιδος οἱ ἡμίσεις ἀπὸ μὲν Ἰορδάνου μέχρι Δώρων πόλεως, πλάτος δὲ ἐπὶ Βηθησάνων, ἣ νῦν Σκυθόπολις καλεῖται,καὶ μετὰ τούτους Ἰσαχαρὶς Κάρμηλόν τε τὸ ὄρος καὶ τὸν ποταμὸν τοῦ μήκους ποιησαμένη τέρμονα, τὸ δὲ Ἰταβύριον ὄρος τοῦ πλάτους. Ζαβουλωνῖται δὲ τὴν μέχρι Γενησαρίδος καθήκουσαν δὲ περὶ Κάρμηλον καὶ θάλασσαν ἔλαχον.τὴν δὲ ἀπὸ τοῦ Καρμήλου κοιλάδα προσαγορευομένην διὰ τὸ καὶ τοιαύτην εἶναι Ἀσηρῖται φέρονται πᾶσαν τὴν ἐπὶ Σιδῶνος τετραμμένην· Ἄρκη δὲ πόλις ὑπῆρχεν αὐτοῖς ἐν τῇ μερίδι ἡ καὶ Ἐκδείπους.τὰ δὲ πρὸς τὰς ἀνατολὰς τετραμμένα μέχρι Δαμασκοῦ πόλεως καὶ τῆς Γαλιλαίας τὰ καθύπερθεν Νεφθαλῖται παρέλαβον ἕως τοῦ Λιβάνου ὄρους καὶ τῶν τοῦ Ἰορδάνου πηγῶν, αἳ τὴν ὁρμὴν ἐκ τοῦ ὄρους ἔχουσιν, ἐκ τοῦ καθήκοντος τοῖς ὅροις κατὰ τὰ βόρεια πόλεως Ἄρκης παροικούσης.Δανῖται δὲ τῆς κοίλης ὅσα πρὸς δυόμενον τέτραπται τὸν ἥλιον λαγχάνουσιν Ἀζώτῳ καὶ Δώροις ὁριζόμενοι Ἰάμνειάν τε πᾶσαν καὶ Γίτταν ἀπʼ Ἀκκαρῶνος ἕως τοῦ ὄρους, ἐξ οὗ ἡ Ἰούδα ἦρκτο φυλή.Καὶ ἓξ μὲν ἔθνη τῶν υἱέων τοῦ Χαναναίου φέροντα τὴν ἐπωνυμίαν διεῖλεν οὕτως Ἰησοῦς καὶ τὴν γῆν ταῖς ἐννέα καὶ τῇ ἡμισείᾳ φυλαῖς ἔδωκε νέμεσθαι·τὴν γὰρ Ἀμορρῖτιν καὶ αὐτὴν οὕτως ἀφʼ ἑνὸς τῶν Χαναναίου παίδων καλουμένην Μωυσῆς ἤδη προειληφὼς νενεμήκει ταῖς δυσὶ φυλαῖς καὶ τῷ ἡμίσει· τοῦτο δὲ καὶ πρότερον δεδηλώκαμεν. τὰ δὲ περὶ Σιδῶνα καὶ Ἀρουκαίους καὶ Ἀμαθαίους καὶ Ἀριδαίους ἀδιακόσμητα ἦν.Ἰησοῦς δὲ τοῦ γήρως ἐμποδίζοντος ἤδη πράττειν ὅσα καὶ νοήσειε τῶν τε μετʼ αὐτὸν τὴν ἡγεμονίαν παραλαβόντων ἀμελῶς προστάντων τοῦ κοινῇ συμφέροντος, παρήγγειλέ τε φυλῇ ἑκάστῃ τοῦ γένους τῶν Χαναναίων μηδὲν ὑπολιπεῖν ἐν τῇ κατακεκληρωμένῃ γῇ· τὴν γὰρ ἀσφάλειαν αὐτοῖς καὶ τὴν φυλακὴν τῶν πατρίων ἐθῶν ἐν μόνῳ τούτῳ καὶ Μωυσῆν αὐτοῖς εἶναι προειπεῖν καὶ τοῦτʼ αὐτοὺς πεπεῖσθαι.καὶ τοῖς Λευίταις δὲ τὰς ὀκτὼ καὶ τριάκοντα πόλεις ἀποδιδόναι· προειλήφεισαν γὰρ ἤδη κατὰ τὴν Ἀμορραίαν τὰς δέκα. τούτων τρεῖς ἀπονέμει τοῖς φυγάσιν οἰκεῖν ἐν αὐταῖς, πολλὴ γὰρ ἦν πρόνοια τοῦ μηδὲν ὧν Μωυσῆς διέταξε παραλιπεῖν, τῆς μὲν οὖν Ἰούδα φυλῆς Ἰέβρωνα, Σίκιμα δὲ τῆς Ἐφραίμ, τῆς Νεφθαλίτιδος δὲ Κεδέσην· ἔστι τῆς καθύπερθεν Γαλιλαίας τοῦτο τὸ χωρίον.νέμει δὲ καὶ τῆς λείας ὅσα ἦν ἔτι λοιπά, πλείστη δʼ ἐγεγόνει, καὶ μεγάλους πλούτους περιεβέβληντο καὶ κοινῇ πάντες καὶ κατʼ ἰδίαν ἕκαστος χρυσοῦ τε καὶ ἀργύρου καὶ ἐσθήτων καὶ τῆς ἄλλης ἐπισκευῆς ἕνεκα, τετραπόδων τε πλήθους ὅσον οὐδὲ ἀριθμῷ μαθεῖν ἦν προσγενομένου.Μετὰ δὲ ταῦτα συναγαγὼν εἰς ἐκκλησίαν τὸν στρατὸν τοῖς ὑπὲρ τὸν Ἰόρδανον κατὰ τὴν Ἀμορραίαν ἱδρυμένοις, συνεστράτευον δʼ αὐτοῖς πεντακισμύριοι ὁπλῖται, ἔλεξε τάδε· ἐπεὶ ὁ θεός, πατὴρ καὶ δεσπότης τοῦ Ἑβραίων γένους, γῆν τε κτήσασθαι ταύτην ἔδωκε καὶ κτηθεῖσαν εἰς ἅπαν ἡμετέραν φυλάξειν ὑπείσχηται,συνεργίας δὲ τῆς παρʼ ὑμῶν κατʼ ἐντολὴν τὴν ἐκείνου δεομένοις ἑαυτοὺς εἰς ἅπαν προθύμους ἐδώκατε, δίκαιον ὑμᾶς μηδενὸς ἔτι δυσκόλου περιμένοντος ἀναπαύσεως ἤδη τυχεῖν φειδοῖ τῆς προθυμίας ὑμῶν, ἵνʼ εἰ καὶ πάλιν δεήσειεν ἡμῖν αὐτῆς ἄοκνον ἔχωμεν εἰς τὰ κατεπείξοντα καὶ μὴ τοῖς νῦν καμοῦσαν αὖθις βραδυτέραν.χάριν τε οὖν ὑμῖν ὧν συνήρασθε κινδύνων καὶ οὐχὶ νῦν μόνον ἀλλʼ ἀεὶ πάντως ἕξομεν, ὄντες ἀγαθοὶ μεμνῆσθαι τῶν φίλων καὶ παρὰ τῇ διανοίᾳ κρατεῖν ὅσα παρʼ αὐτῶν ἡμῖν ὑπῆρξεν, ὅτι τε τὴν ἀπόλαυσιν τῶν ὑπαρχόντων ὑμῖν ἀγαθῶν διʼ ἡμᾶς ἀνεβάλεσθε καὶ πονήσαντες εἰς ἃ νῦν εὐνοίᾳ θεοῦ κατέστημεν ἔπειθʼ οὕτως ἐκρίνατε αὐτῶν μεταλαμβάνειν.γέγονε δὲ πρὸς τοῖς ὑπάρχουσιν ἀγαθοῖς ἐκ τῶν σὺν ἡμῖν πόνων πλοῦτος ἄφθονος λείαν τε πολλὴν ἐπαξομένοις καὶ χρυσὸν καὶ ἄργυρον καὶ τὸ τούτων ἔτι πλεῖον, παρʼ ἡμῖν εὔνοια καὶ πρὸς ὅ τι βουληθείητε κατʼ ἀμοιβὴν πρόθυμον. οὔτε γὰρ ὧν Μωυσῆς προεῖπεν ἀπελείφθητε καταφρονήσαντες ἐξ ἀνθρώπων ἀπελθόντος οὔτʼ ἔστιν οὐδὲν ἐφʼ ᾧ μὴ χάριν ὑμῖν οἴδαμεν.χαίροντας οὖν ὑμᾶς ἐπὶ τὰς κληρουχίας ἀπολύομεν καὶ παρακαλοῦμεν μηδένα τῆς πρὸς ἡμᾶς συγγενείας ὅρον ὑπολαμβάνειν, μηδʼ ὅτι μεταξὺ ποταμὸς οὗτός ἐστιν ἑτέρους ἡμᾶς νομίσητε καὶ οὐχὶ Ἑβραίους. Ἁβράμου γὰρ ἅπαντές ἐσμεν οἵ τʼ ἐνθάδε κἀκεῖ κατοικοῦντες, θεός τε εἷς, ὃς τούς τε ἡμετέρους προγόνους καὶ τοὺς ὑμῶν αὐτῶν παρήγαγεν εἰς τὸν βίον·οὗ τῆς θρησκείας ἐπιμελεῖσθε καὶ πολιτείας, ἣν αὐτὸς διὰ Μωυσέος διέταξε, φυλακὴν ἔχετε τὴν πᾶσαν, ὡς ἐμμενόντων μὲν τούτοις καὶ τοῦ θεοῦ παρέξοντος εὔνουν εἶναι καὶ σύμμαχον ἑαυτόν,ἐκτραπέντων δὲ εἰς ἑτέρων ἐθνῶν μίμησιν ἀποστραφησομένου τὸ γένος ὑμῶν. ταῦτα εἰπὼν καὶ καθʼ ἕνα τοὺς ἐν τέλει καὶ κοινῇ τὸ πλῆθος αὐτῶν ἀσπασάμενος αὐτὸς μὲν ὑπέμεινε, προύπεμπε δʼ αὐτοὺς ὁ λαὸς οὐκ ἀδακρυτὶ καὶ μόλις ἀλλήλων ἀπελύθησαν.