τοῦ δὲ στρατοῦ παντὸς ὁπλιτῶν μὲν ἦσαν μυριάδες τριάκοντα μύριοι δʼ ἱππεῖς καὶ ἅρματα δισμύρια. καταπλήττει δὲ τὸ πλῆθος τῶν πολεμίων αὐτόν τε Ἰησοῦν καὶ τοὺς Ἰσραηλίτας καὶ πρὸς τὴν ἐλπίδα τοῦ κρείττονος εὐλαβεστέρως εἶχον διʼ ὑπερβολὴν τοῦ δέους.τοῦ θεοῦ δʼ ἐξονειδίσαντος αὐτοῖς τὸν φόβον καὶ τί πλέον τῆς παρʼ αὐτοῦ βοηθείας ποθοῦσιν, ὑποσχομένου τε νικήσειν τοὺς ἐχθροὺς καὶ κελεύσαντος τούς τε ἵππους ἀχρήστους ποιῆσαι καὶ τὰ ἅρματα πυρῶσαι, θαρσαλέος πρὸς τὰς ὑποσχέσεις τοῦ θεοῦ γενόμενος ἐξώρμησεν ἐπὶ τοὺς πολεμίους,καὶ διὰ πέμπτης ἡμέρας ἐπʼ αὐτοὺς ἐλθὼν συνάπτει καὶ καρτερὰ μάχη γίνεται καὶ φόνος κρείττων πίστεως παρὰ τοῖς ἀκροωμένοις. διώκων δʼ ἐπὶ πλεῖστον ἐξῆλθε καὶ πᾶν τὸ στράτευμα τῶν ἐχθρῶν πλὴν ὀλίγων διέφθειρε,καὶ οἱ βασιλεῖς πάντες ἔπεσον, ὥστε τῶν ἀνθρώπων ἐπιλελοιπότων πρὸς τὸ κτείνεσθαι τοὺς ἵππους Ἰησοῦς αὐτῶν ἀνῄρει καὶ τὰ ἅρματα ἐνεπίμπρα, τήν τε χώραν ἐπʼ ἀδείας διεπορεύετο μηδενὸς τολμῶντος εἰς μάχην ἐπεξελθεῖν, ἀλλὰ πολιορκίᾳ τὰς πόλεις αἱρῶν καὶ πᾶν ὅ τι λάβοι φονεύων.Ἔτος δὲ πέμπτον ἤδη παρεληλύθει καὶ Χαναναίων οὐκέτʼ οὐδεὶς ὑπολέλειπτο πλὴν εἰ μή τινες ὀχυρότητι τειχῶν διέφυγον. Ἰησοῦς δʼ ἐκ τῶν Γαλγάλων ἀναστρατοπεδεύσας εἰς τὴν ὄρειον ἱστᾷ τὴν ἱερὰν σκηνὴν κατὰ Σιλοῦν πόλιν, ἐπιτήδειον γὰρ ἐδόκει τὸ χωρίον διὰ κάλλος, ἕως οἰκοδομεῖν ναὸν αὐτοῖς τὰ πράγματα παράσχοι.καὶ χωρήσας ἐντεῦθεν ἐπὶ Σικίμων σὺν ἅπαντι τῷ λαῷ βωμόν τε ἵστησιν ὅπου προεῖπε Μωυσῆς καὶ νείμας τὴν στρατιὰν ἐπὶ μὲν τῷ Γαριζεῖ ὄρει τὴν ἡμίσειαν ἵστησιν, ἐπὶ δὲ τῷ Ἡβήλῳ τὴν ἡμίσειαν ἐν ᾧ καὶ ὁ βωμός ἐστι καὶ τὸ Λευιτικὸν καὶ τοὺς ἱερέας.θύσαντες δὲ καὶ ἀρὰς ποιησάμενοι καὶ ταύτας ἐπὶ τῷ βωμῷ γεγραμμένας καταλιπόντες εἰς τὴν Σιλοῦν ἀνέζευξαν.Ἰησοῦς δʼ ἤδη γηραιὸς ὢν καὶ τὰς τῶν Χαναναίων πόλεις ὁρῶν οὐκ εὐαλώτους ὑπό τε τῶν χωρίων ἐν οἷς ἦσαν ὀχυρότητος καὶ τῆς τῶν τειχῶν ἰσχύος, ἃ τῇ φυσικῇ τῶν πόλεων πλεονεξίᾳ προσεπιβαλλόμενοι προσεδόκων τοὺς πολεμίους ἀφέξεσθαι πολιορκίας διʼ ἀπόγνωσιν τοῦ λαβεῖν,καὶ γὰρ ἐπʼ ὀλέθρῳ τῷ ἑαυτῶν οἱ Χαναναῖοι μαθόντες τοὺς Ἰσραηλίτας ποιησαμένους τὴν ἔξοδον τὴν ἀπʼ Αἰγύπτου πρὸς τῷ τὰς πόλεις καρτερὰς ποιεῖν ἐκεῖνον ἅπαντʼ ἦσαν τὸν χρόνον, συναγαγὼν τὸν λαὸν εἰς τὴν Σιλοῦν ἐκκλησίαν παρήγγειλε.καὶ σπουδῇ συνδραμόντων τά τε ἤδη κατωρθωμένα καὶ τὰς γεγενημένας πράξεις, ὡς εἰσὶν ἄρισται καὶ τοῦ θείου τοῦ παρασχόντος αὐτὰς ἄξιαι καὶ τῆς ἀρετῆς τῶν νόμων οἷς κατακολουθοῦσιν ἔλεγε, βασιλεῖς τε τριάκοντα καὶ ἕνα τολμήσαντας αὐτοῖς εἰς χεῖρας ἐλθεῖν κεκρατῆσθαι δηλῶν καὶ στρατιὰν ὅση ποτὲ κατελπίσασα τῆς αὐτῶν δυνάμεως εἰς μάχην συνῆψεν ἅπασαν διαφθαρεῖσαν, ὡς μηδὲ γενεὰν αὐτοῖς ὑπολελεῖφθαι.τῶν δὲ πόλεων ἐπειδήπερ αἱ μὲν ἑαλώκεσαν, πρὸς ἃς δὲ δεῖ χρόνου καὶ μεγάλης πολιορκίας διὰ τὴν τῶν τειχῶν ὀχυρότητα καὶ τὴν ἐπὶ ταύτῃ τῶν οἰκητόρων πεποίθησιν, ἠξίου τοὺς ἐκ τῆς περαίας τοῦ Ἰορδάνου συνεξορμήσαντας αὐτοῖς καὶ τῶν κινδύνων συναραμένους ὄντας συγγενεῖς ἀπολύειν ἤδη πρὸς τὰ οἰκεῖα χάριν αὐτοῖς ὧν συνέκαμον ὁμολογοῦντας,ἕνα τε κατὰ φυλὴν ἀρετῇ προύχειν μαρτυρηθέντα πέμπειν, οἳ τὴν γῆν ἐκμετρησόμενοι πιστῶς καὶ μηδὲν κακουργήσοντες δηλώσουσιν ἡμῖν ἀδόλως αὐτῆς τὸ μέγεθος.Καὶ Ἰησοῦς μὲν τούτους ποιησάμενος τοὺς λόγους συγκάταινον ἔσχε τὸ πλῆθος καὶ ἄνδρας τοὺς ἐκμετρησομένους τὴν χώραν αὐτῶν ἐξέπεμψε παραδοὺς αὐτοῖς τινας γεωμετρίας ἐπιστήμονας, οὓς τἀληθὲς οὐκ ἔμελλε λήσεσθαι διὰ τὴν τέχνην, ἐντολὰς δοὺς ἀποτιμήσασθαι τῆς τε εὐδαίμονος ἰδίᾳ τὸ μέτρον γῆς καὶ τῆς ἧσσον ἀγαθῆς.ἡ γὰρ φύσις τῆς Χαναναίων γῆς τοιαύτη τίς ἐστιν, ὡς ἴδοι τις ἂν πεδία μεγάλα καὶ καρποὺς φέρειν ἱκανώτατα καὶ συγκρινόμενα μὲν ἑτέρᾳ γῇ πανευδαίμονα νομισθησόμενα, τοῖς δʼ Ἱεριχουντίων χωρίοις παραβαλλόμενα καὶ τοῖς Ἱεροσολυμιτῶν τὸ μηδὲν ἀναφανησόμενα·καίτοι παντελῶς ὀλίγην αὐτῶν εἶναι τὴν γῆν συμβέβηκε ταύτης δὲ ὀρεινὴν τὴν πολλήν, ἀλλʼ ὑπερβολὴν εἰς καρπῶν ἐκτροφήν τε καὶ κάλλος οὐκ ἀπολέλοιπεν ἑτέρᾳ. καὶ διὰ τοῦτο τιμητοὺς μᾶλλον ἢ μετρητοὺς τοὺς κλήρους εἶναι δεῖν ὑπέλαβε πολλάκις ἑνὸς πλέθρου κἂν χιλίων ἀνταξίου γενομένου.οἱ δὲ ἄνδρες οἱ πεμφθέντες, δέκα δὲ ἦσαν, περιοδεύσαντες καὶ τιμησάμενοι τὴν γῆν ἐν ἑβδόμῳ μηνὶ παρῆσαν πρὸς αὐτὸν εἰς Σιλοῦντα πόλιν, ἔνθα τὴν σκηνὴν ἑστάκεσαν.Καὶ Ἰησοῦς Ἐλεάζαρόν τε καὶ τὴν γερουσίαν σὺν τοῖς φυλάρχοις παραλαβὼν νέμει ταῖς ἐννέα φυλαῖς καὶ τῶν Μανασσητῶν τοῖς ἡμίσεσι, κατὰ μέγεθος ἑκάστης τῶν φυλῶν τὴν μέτρησιν ποιησάμενος.κληρώσαντος δὲ αὐτοῦ, ἡ μὲν Ἰούδα λαχοῦσα πᾶσαν αἱρεῖται τὴν καθύπερθεν Ἰδουμαίαν παρατείνουσαν μὲν ἄχρι τῶν Ἱεροσολύμων τὸ δʼ εὖρος ἕως τῆς Σοδομίτιδος λίμνης καθήκουσαν· ἐν δὲ τῷ κλήρῳ τούτῳ πόλεις ἦσαν Ἀσκάλων καὶ Γάζα.Σεμεωνὶς δέ, δευτέρα γὰρ ἦν, ἔλαχε τῆς Ἰδουμαίας τὴν Αἰγύπτῳ τε καὶ τῇ Ἀραβίᾳ πρόσορον οὖσαν. Βενιαμῖται δὲ τὴν ἀπὸ Ἰορδάνου ποταμοῦ ἔλαχον ἄχρι θαλάσσης μὲν τὸ μῆκος, τὸ δὲ πλάτος Ἱεροσολύμοις ὁριζομένην καὶ Βηθήλοις· στενώτατος δὲ ὁ κλῆρος οὗτος ἦν διὰ τὴν τῆς γῆς ἀρετήν· Ἱεριχοῦντα γὰρ καὶ τὴν Ἱεροσολυμιτῶν πόλιν ἔλαβον.