τοιαύτης δὲ τῆς συμφορᾶς τοὺς Ναϊτιανοὺς καταλαβούσης, παίδων τε ὄχλος ἑάλω καὶ γυναικῶν καὶ θεραπείας καὶ τῆς ἄλλης ἀποσκευῆς ἄπειρόν τι πλῆθος, ἀγέλας τε βοσκημάτων ἔλαβον οἱ Ἑβραῖοι καὶ χρήματα πολλά, καὶ γὰρ πλούσιον ἦν τὸ χωρίον, καὶ ταῦτα πάντα τοῖς στρατιώταις Ἰησοῦς διένειμεν ἐν Γαλγάλοις γενόμενος.Γεβεωνῖται δὲ κατοικοῦντες ἔγγιστα τοῖς Ἱεροσολύμοις τά τε τοῖς Ἱεριχουντίοις συμβεβηκότα πάθη καὶ τὰ τοῖς Ναϊτίνοις ὁρῶντες καὶ πρὸς σφᾶς μεταβήσεσθαι τὸ δεινὸν ὑπονοοῦντες, Ἰησοῦν μὲν παρακαλεῖν οὐ διέγνωσαν· οὐδὲ γὰρ τεύξεσθαί τινος τῶν μετρίων ὑπελάμβανον ἐπʼ ὀλέθρῳ τοῦ Χαναναίων ἔθνους παντὸς πολεμοῦντος αὐτούς·Κεφηρίτας δὲ καὶ Καριαθιαριμίτας γείτονας ὄντας αὐτοῖς ἐπὶ συμμαχίαν παρεκάλουν, οὐδʼ αὐτοὺς διαφεύξεσθαι τὸν κίνδυνον λέγοντες, εἰ φθάσαιεν αὐτοὶ ληφθέντες ὑπὸ τῶν Ἰσραηλιτῶν, συνασπίσαντας δὲ αὐτοῖς διέγνωσαν διαδρᾶναι τὴν δύναμιν αὐτῶν.προσδεξαμένων δὲ τοὺς λόγους αὐτῶν πέμπουσι πρέσβεις πρὸς Ἰησοῦν φιλίαν σπεισομένους οὓς μάλιστα τῶν πολιτῶν ἐδοκίμαζον ἱκανοὺς πρᾶξαι τὰ συμφέροντα τῷ πλήθει.οἱ δὲ ὁμολογεῖν αὑτοὺς Χαναναίους ἐπισφαλὲς ἡγούμενοι, διαφεύξεσθαι τὸν διὰ τοῦτο κίνδυνον ὑπολαμβάνοντες, εἰ λέγοιεν αὑτοὺς μὴ προσήκειν κατὰ μηδὲν Χαναναίοις ἀλλὰ πορρωτάτω τούτων κατοικεῖν, ἥκειν τε κατὰ πύστιν τῆς ἀρετῆς αὐτοῦ πολλὴν ἀνύσαντες ὁδὸν ἔφασκον καὶ τεκμήριον τοῦ λόγου τούτου τὸ σχῆμα ὑπεδείκνυον·τὰς γὰρ ἐσθῆτας καινὰς ὅτε ἐξῄεσαν οὔσας ὑπὸ τοῦ χρόνου τῆς ὁδοιπορίας αὐτοῖς τετρῖφθαι· τρυχίνας γὰρ εἰς τὸ ταῦτα πιστοῦσθαι πρὸς αὐτῶν ἐπίτηδες ἔλαβον.στάντες οὖν εἰς μέσους ἔλεγον, ὡς πεμφθεῖεν ὑπὸ τῶν Γεβεωνιτῶν καὶ τῶν περιοίκων πόλεων πλεῖστον ἀπεχουσῶν τῆσδε τῆς γῆς ποιησόμενοι πρὸς αὐτοὺς φιλίαν ἐφʼ αἷς πάτριον αὐτοῖς ἐστι συνθήκαις· μαθόντες γὰρ ἐκ θεοῦ χάριτος καὶ δωρεᾶς τὴν Χαναναίων αὐτοῖς γῆν κτήσασθαι δεδόσθαι τούτοις τʼ ἔλεγον ἥδεσθαι καὶ πολίτας ἀξιοῦν αὐτῶν γενέσθαι.καὶ οἱ μὲν ταῦτα λέγοντες καὶ ἐπιδεικνύντες τὰ τεκμήρια τῆς ὁδοιπορίας παρεκάλουν ἐπὶ συνθήκας καὶ φιλίαν τοὺς Ἑβραίους· Ἰησοῦς δὲ πιστεύσας οἷς ἔλεγον, ὡς οὐκ εἰσὶ τοῦ Χαναναίων ἔθνους, ποιεῖται πρὸς αὐτοὺς φιλίαν, καὶ Ἐλεάζαρος ὁ ἀρχιερεὺς μετὰ τῆς γερουσίας ὄμνυσιν ἕξειν τε φίλους καὶ συμμάχους καὶ μηδὲν μοχλεύσεσθαι κατʼ αὐτῶν ἄδικον τοῖς ὅρκοις ἐπισυναινέσαντος τοῦ πλήθους.καὶ οἱ μὲν ὧν ἤθελον τυχόντες ἐξ ἀπάτης ἀπῄεσαν πρὸς αὑτούς. Ἰησοῦς δὲ τῆς Χαναναίας στρατεύσας εἰς τὴν ὑπώρειον καὶ μαθὼν οὐ πόρρω τῶν Ἱεροσολύμων τοὺς Γεβεωνίτας κατῳκημένους καὶ τοῦ γένους ὄντας τῶν Χαναναίων, μεταπεμψάμενος αὐτῶν τοὺς ἐν τέλει τῆς ἀπάτης αὐτοῖς ἐνεκάλει.τῶν δʼ οὐκ ἄλλην ἀφορμὴν σωτηρίας ἔχειν ἢ ταύτην προφασιζομένων καὶ διὰ τοῦτʼ ἐπʼ αὐτὴν ἐξ ἀνάγκης καταφυγεῖν συγκαλεῖ τὸν ἀρχιερέα Ἐλεάζαρον καὶ τὴν γερουσίαν, καὶ δημοσίους αὐτοὺς δικαιούντων ποιεῖν ἐπὶ τῷ μὴ παραβῆναι τὸν ὅρκον ἀποδείκνυσιν εἶναι τοιούτους. καὶ οἱ μὲν τῆς καταλαβούσης αὐτοὺς συμφορᾶς τοιαύτην φυλακὴν καὶ ἀσφάλειαν εὕραντο.Τοῦ δὲ τῶν Ἱεροσολυμιτῶν βασιλέως χαλεπῶς φέροντος ἐπὶ τῷ μετατάξασθαι πρὸς τὸν Ἰησοῦν τοὺς Γεβεωνίτας καὶ τοὺς τῶν πλησίον ἐθνῶν παρακαλέσαντος βασιλέας συνάρασθαι τῷ κατʼ αὐτῶν πολέμῳ, ὡς τούτους τε εἶδον παρόντας σὺν αὐτῷ, τέσσαρες δὲ ἦσαν, οἱ Γεβεωνῖται καὶ στρατοπεδευσαμένους ἐπί τινι πηγῇ τῆς πόλεως οὐκ ἄπωθεν παρασκευάζεσθαι πρὸς πολιορκίαν, ἐπεκαλοῦντο σύμμαχον Ἰησοῦν·ἐν τούτοις γὰρ ἦν αὐτοῖς τὰ πράγματα, ὡς ὑπὸ μὲν τούτων ἀπολεῖσθαι προσδοκᾶν, ὑπὸ δὲ τῶν ἐπʼ ὀλέθρῳ τοῦ Χαναναίων γένους στρατευσάντων σωθήσεσθαι διὰ τὴν γενομένην φιλίαν ὑπολαμβάνειν.καὶ Ἰησοῦς πανστρατιᾷ σπεύσας ἐπὶ τὴν βοήθειαν καὶ διʼ ἡμέρας καὶ νυκτὸς ἀνύσας ὄρθριος προσμίγνυσι τοῖς πολεμίοις καὶ τραπεῖσιν εἵπετο διώκων διὰ χωρίων ἐπικλινῶν, Βηθωρὰ καλεῖται. ἔνθα καὶ τὴν τοῦ θεοῦ συνεργίαν ἔμαθεν ἐπισημήναντος αὐτοῦ βρονταῖς τε καὶ κεραυνῶν ἀφέσει καὶ χαλάζης καταφορᾷ μείζονος τῆς συνήθους·ἔτι γε μὴν καὶ τὴν ἡμέραν αὐξηθῆναι πλέον, ὡς ἂν μὴ καταλαβοῦσα νὺξ ἐπίσχῃ τὸ τῶν Ἑβραίων πρόθυμον, συνέπεσεν, ὥστε καὶ λαμβάνει τοὺς βασιλέας Ἰησοῦς ἔν τινι κρυπτομένους σπηλαίῳ κατὰ Μακχίδα καὶ κολάζει πάντας. ὅτι δὲ τὸ μῆκος τῆς ἡμέρας ἐπέδωκε τότε καὶ τοῦ συνήθους ἐπλεόνασε, δηλοῦται διὰ τῶν ἀνακειμένων ἐν τῷ ἱερῷ γραμμάτων.Κατεστραμμένων δʼ οὕτως τῶν περὶ τοὺς βασιλέας, οἳ τοὺς Γεβεωνίτας πολεμήσοντες ἐστράτευσαν, ἐπανῄει πάλιν τῆς Χαναναίας ἐπὶ τὴν ὀρεινὴν Ἰησοῦς καὶ πολὺν τῶν ἐν αὐτῇ φόνον ἐργασάμενος καὶ λείαν λαβὼν παρῆν εἰς τὸ ἐν Γαλγάλοις στρατόπεδον.τοῦ δὲ περὶ τῆς τῶν Ἑβραίων ἀρετῆς λόγου πολλοῦ φοιτῶντος εἰς τοὺς περιοίκους κατάπληξις εἶχε τοὺς ἀκούοντας τὸ τῶν ἀπολωλότων πλῆθος καὶ στρατεύουσιν ἐπʼ αὐτοὺς οἱ περὶ Λίβανον ὄρος βασιλεῖς ὄντες Χαναναῖοι καὶ οἱ ἐν τοῖς πεδίοις τῶν Χαναναίων Παλαιστίνους προσλαβόντες στρατοπεδεύουσι πρὸς Βηρώθῃ πόλει Γαλιλαίας τῆς ἄνω Κεδέσης οὐ πόρρω· Γαλιλαίων δʼ ἐστὶ καὶ τοῦτο τὸ χωρίον.