ἡ δέ, πρὸς οὐδὲν γὰρ ἀντιλέγειν τῶν ὑπὸ τῆς ἑκυρᾶς κελευομένων ὅσιον ἡγεῖτο, παραγίνεται καὶ παραυτίκα μὲν λανθάνει τὸν Βόαζον βαθέως καθυπνωκότα, περιεγερθεὶς δὲ περὶ μέσην νύκτα καὶ αἰσθόμενος τῆς ἀνθρώπου παρακατακειμένης ἀνέκρινε τίς εἴη.τῆς δʼ εἰπούσης τοὔνομα καὶ φαμένης ὡς αὐτῆς δεσπότην συγχωρεῖν, τότε μὲν ἡσυχίαν ἄγει, ὄρθριος δὲ πρὶν ἢ τοὺς οἰκέτας ἄρξασθαι κινεῖσθαι πρὸς τὸ ἔργον περιεγείρας αὐτὴν κελεύει τῶν κριθῶν λαβοῦσαν ὅ τι καὶ δύναιτο πορεύεσθαι πρὸς τὴν ἑκυρὰν πρὶν ὀφθῆναί τισιν αὐτόθι κεκοιμημένην, φυλάττεσθαι σῶφρον τὴν ἐπὶ τοιούτοις διαβολὴν καὶ μάλιστʼ ἐπὶ μὴ γεγονόσι.περὶ μέντοι τοῦ παντὸς οὕτω, φησίν, ἔσται, ἐρωτᾶν τὸν ἔγγιστά μου τῷ γένει τυγχάνοντα, εἰ σοῦ χρεία γαμετῆς ἐστιν αὐτῷ, καὶ λέγοντι μὲν ἀκολουθήσεις ἐκείνῳ, παραιτουμένου δὲ νόμῳ σε συνοικήσουσαν ἄξομαι.Ταῦτα τῇ ἑκυρᾷ δηλωσάσης εὐθυμία κατεῖχεν αὐτὰς ἐν ἐλπίδι τοῦ πρόνοιαν ἕξειν αὐτῶν Βόαζον γενομένας. κἀκεῖνος ἤδη μεσούσης τῆς ἡμέρας κατελθὼν εἰς τὴν πόλιν τήν τε γερουσίαν συνῆγε καὶ μεταπεμψάμενος Ῥούθην ἐκάλει καὶ τὸν συγγενῆ, καὶ παραγενομένου φησίν·Ἀβιμελέχου καὶ τῶν υἱῶν αὐτοῦ κλήρων κρατεῖς; ὁμολογήσαντος δὲ συγχωρούντων τῶν νόμων κατὰ ἀγχιστείαν, οὐκοῦν, φησὶν ὁ Βόαζος, οὐκ ἐξ ἡμισείας δεῖ μεμνῆσθαι τῶν νόμων. ἀλλὰ πάντα ποιεῖν κατʼ αὐτούς. Μαάλου γὰρ δεῦρʼ ἥκει γύναιον, ὅπερ εἰ θέλεις τῶν ἀγρῶν κρατεῖν γαμεῖν σε δεῖ κατὰ τοὺς νόμους.ὁ δὲ Βοάζῳ καὶ τοῦ κλήρου καὶ τῆς γυναικὸς παρεχώρει συγγενεῖ μὲν ὄντι καὶ αὐτῷ τῶν τετελευτηκότων, εἶναι δὲ καὶ γυναῖκα λέγων αὐτῷ καὶ παῖδας ἤδη.μαρτυράμενος οὖν ὁ Βόαζος τὴν γερουσίαν ἐκέλευε τῇ γυναικὶ ὑπολῦσαι αὐτὸν προσελθοῦσαν κατὰ τὸν νόμον καὶ πτύειν εἰς τὸ πρόσωπον. γενομένου δὲ τούτου Βόαζος γαμεῖ τὴν Ῥούθην καὶ γίνεται παιδίον αὐτοῖς μετʼ ἐνιαυτὸν ἄρρεν.τοῦτο ἡ Ναάμις τιτθευομένη κατὰ συμβουλίαν τῶν γυναικῶν Ὠβήδην ἐκάλεσεν ἐπὶ γηροκομίᾳ τῇ αὐτῆς τραφησόμενον· ὠβήδης γὰρ κατὰ διάλεκτον τὴν Ἑβραίων ἀποσημαίνει δουλεύων. Ὠβήδου δὲ γίνεται παῖς Ἰεσσαῖος, τούτου Δαβίδης ὁ βασιλεύσας καὶ παισὶ τοῖς αὐτοῦ καταλιπὼν τὴν ἡγεμονίαν ἐπὶ μίαν καὶ εἴκοσι γενεὰς ἀνδρῶν.τὰ μὲν οὖν κατὰ Ῥούθην ἀναγκαίως διηγησάμην ἐπιδεῖξαι βουλόμενος τὴν τοῦ θεοῦ δύναμιν, ὅτι τούτῳ παράγειν ἐφικτόν ἐστιν εἰς ἀξίωμα λαμπρὸν καὶ τοὺς ἐπιτυχόντας, εἰς οἷον ἀνήγαγε καὶ Δαβίδην ἐκ τοιούτων γενόμενον.Ἑβραῖοι δὲ τῶν πραγμάτων αὐτοῖς ὑπενεχθέντων πάλιν πόλεμον ἐκφέρουσι Παλαιστίνοις διὰ τοιαύτην αἰτίαν· Ἠλὶ τῷ ἀρχιερεῖ δύο παῖδες ἦσαν Ὁφνίης τε καὶ Φινεέσης.οὗτοι καὶ πρὸς ἀνθρώπους ὑβρισταὶ γενόμενοι καὶ πρὸς τὸ θεῖον ἀσεβεῖς οὐδενὸς ἀπείχοντο παρανομήματος, καὶ τὰ μὲν ἐφέροντο τῶν γερῶν κατὰ τιμήν, ἃ δʼ ἐλάμβανον αὐτοῖς ἁρπαγῆς τρόπῳ, γυναῖκάς τε τὰς ἐπὶ θρησκείᾳ παραγινομένας ὕβριζον φθοραῖς ταῖς μὲν βίαν προσφέροντες τὰς δὲ δώροις ὑπαγόμενοι· τυραννίδος δʼ οὐθὲν ἀπέλειπεν ὁ βίος αὐτῶν.ὅ τε οὖν πατὴρ αὐτὸς ἐπὶ τούτοις χαλεπῶς εἶχεν ὅσον οὐδέπω προσδοκῶν ἥξειν ἐκ θεοῦ τιμωρίαν αὐτοῖς ἐπὶ τοῖς πραττομένοις, τό τε πλῆθος ἐδυσφόρει, κἀπειδὴ φράζει τὴν ἐσομένην συμφορὰν ὁ θεὸς τοῖς παισὶν αὐτοῦ τῷ τε Ἠλὶ καὶ Σαμουήλῳ τῷ προφήτῃ παιδὶ τότε ὄντι, τότε φανερὸν ἐπὶ τοῖς υἱοῖς πένθος ἦγε.Βούλομαι δὲ τὰ περὶ τοῦ προφήτου πρότερον διεξελθὼν ἔπειθʼ οὕτως τὰ περὶ τοὺς Ἠλὶ παῖδας εἰπεῖν καὶ τὴν δυστυχίαν τὴν τῷ παντὶ λαῷ Ἑβραίων γενομένην.Ἀλκάνης Λευίτης ἀνὴρ τῶν ἐν μέσῳ πολιτῶν τῆς Ἐφράμου κληρουχίας Ῥαμαθὰν πόλιν κατοικῶν ἐγάμει δύο γυναῖκας Ἄνναν τε καὶ Φενάνναν. ἐκ δὴ ταύτης καὶ παῖδες αὐτῷ γίνονται, τὴν δʼ ἑτέραν ἄτεκνον οὖσαν ἀγαπῶν διετέλει.ἀφικομένου δὲ μετὰ τῶν γυναικῶν τοῦ Ἀλκάνου εἰς Σιλὼ πόλιν θῦσαι, ἐνταῦθα γὰρ ἡ σκηνὴ τοῦ θεοῦ ἐπεπήγει καθὼς προειρήκαμεν, καὶ πάλιν κατὰ τὴν εὐωχίαν νέμοντος μοίρας κρεῶν ταῖς τε γυναιξὶ καὶ τοῖς τέκνοις, ἡ Ἄννα θεασαμένη τοὺς τῆς ἑτέρας παῖδας τῇ μητρὶ περικαθημένους, εἰς δάκρυά τε προύπεσε καὶ τῆς ἀπαιδίας αὑτὴν ὠλοφύρετο καὶ τῆς μονώσεως.καὶ τῆς τἀνδρὸς παραμυθίας τῇ λύπῃ κρατήσασα εἰς τὴν σκηνὴν ᾤχετο τὸν θεὸν ἱκετεύουσα δοῦναι γονὴν αὐτῇ καὶ ποιῆσαι μητέρα, ἐπαγγελλομένη τὸ πρῶτον αὐτῇ γενησόμενον καθιερώσειν ἐπὶ διακονίᾳ τοῦ θεοῦ δίαιταν οὐχ ὁμοίαν τοῖς ἰδιώταις ποιησόμενον.διατριβούσης δʼ ἐπὶ ταῖς εὐχαῖς πολὺν χρόνον Ἠλὶς ὁ ἀρχιερεύς, ἐκαθέζετο γὰρ πρὸ τῆς σκηνῆς, ὡς παροινοῦσαν ἐκέλευεν ἀπιέναι. τῆς δὲ πιεῖν ὕδωρ φαμένης, λυπουμένης δʼ ἐπὶ παίδων ἀπορίᾳ τὸν θεὸν ἱκετεύειν, θαρσεῖν παρεκελεύετο παρέξειν αὐτῇ παῖδας τὸν θεὸν καταγγέλλων.Παραγενομένη δʼ εὔελπις πρὸς τὸν ἄνδρα τροφὴν χαίρουσα προσηνέγκατο, καὶ ἀναστρεψάντων εἰς τὴν πατρίδα κύειν ἤρξατο καὶ γίνεται παιδίον αὐτοῖς, ὃν Σαμουῆλον προσαγορεύουσι· θεαίτητον ἄν τις εἴποι. παρῆσαν οὖν ὑπὲρ τῆς τοῦ παιδὸς θύσοντες γενέσεως δεκάτας τʼ ἔφερον.