καὶ ὁ μὲν οὐδὲν ὑφορώμενος δολερὸν σημαίνει τὸ πᾶν, ἡ δʼ ἐκφέρει τὸν λόγον τοῖς δεηθεῖσι. κατὰ οὖν τὴν ἑβδόμην ἡμέραν, καθʼ ἣν ἔδει τὸν προβληθέντα λόγον αὐτῷ διασαφεῖν, πρὶν ἢ δῦναι τὸν ἥλιον συνελθόντες φασίν, οὔτε λέοντος ἀηδέστερόν τι τοῖς ἐντυγχάνουσιν οὔτε ἥδιον μέλιτος χρωμένοις .καὶ ὁ Σαμψὼν εἶπεν οὐδὲ γυναικὸς εἶναί τι δολερώτερον, ἥτις ὑμῖν ἐκφέρει τὸν ἡμέτερον λόγον . κἀκείνοις μὲν δίδωσιν ἃ ὑπέσχετο λείαν ποιησάμενος Ἀσκαλωνιτῶν τοὺς κατὰ τὴν ὁδὸν αὐτῷ συντυχόντας, Παλαιστῖνοι δʼ εἰσὶ καὶ οὗτοι, τὸν δὲ γάμον ἐκεῖνον παραιτεῖται καὶ ἡ παῖς ἐκφαυλίσασα τῆς ὀργῆς αὐτὸν συνῆν αὐτοῦ φίλῳ νυμφοστόλῳ γεγονότι.Πρὸς δὲ τὴν ὕβριν ταύτην Σαμψὼν παροξυνθεὶς ἅπαντας ἔγνω σὺν αὐτῇ Παλαιστίνους μετέρχεσθαι. θέρους δʼ ὄντος καὶ πρὸς ἄμητον ἤδη τῶν καρπῶν ἀκμαζόντων συλλαβὼν τριακοσίας ἀλώπεκας καὶ τῶν οὐρῶν ἐξάψας λαμπάδας ἡμμένας ἀφίησιν εἰς τὰς ἀρούρας τῶν Παλαιστίνων.καὶ φθείρεται μὲν οὕτως αὐτοῖς ὁ καρπός, Παλαιστῖνοι δὲ γνόντες Σαμψῶνος εἶναι τὸ ἔργον καὶ τὴν αἰτίαν διʼ ἣν ἔπραξε, πέμψαντες τοὺς ἄρχοντας εἰς Θαμνὰ τὴν γενομένην αὐτοῦ γυναῖκα καὶ τοὺς συγγενεῖς ζῶντας κατέπρησαν ὡς αἰτίους τῶν κακῶν γεγονότας.Σαμψὼν δὲ πολλοὺς ἐν τῷ πεδίῳ τῶν Παλαιστίνων ἀποκτείνας Αἰτὰν κατῴκει, πέτρα δʼ ἐστὶν ὀχυρὰ τῆς Ἰούδα φυλῆς. Παλαιστῖνοι δʼ ἐστράτευον ἐπὶ τὴν φυλήν. τῶν δʼ οὐ δικαίως λεγόντων τιμωρίαν αὐτοὺς εἰσπράττεσθαι περὶ τῶν Σαμψῶνος ἁμαρτημάτων φόρους αὐτοὺς τελοῦντας, εἰ βούλονται μὴ ἔχειν αἰτίαν ἔφασαν αὐτοῖς ὑποχείριον Σαμψῶνα δοῦναι.οἱ δὲ ἀνεπίκλητοι βουλόμενοι τυγχάνειν παρῆσαν ἐπὶ τὴν πέτραν τρισχίλιοι ὁπλῖται καὶ καταμεμψάμενοι τῶν εἰς Παλαιστίνους αὐτῷ τετολμημένων ἄνδρας ἅπαντι τῷ γένει τῶν Ἑβραίων συμφορὰν ἐπενεγκεῖν δυναμένους, ἥκειν τε λέγοντες ὅπως αὐτὸν λαβόντες ὑποχείριον δῶσιν αὐτοῖς ἠξίουν ἑκοντὶ τοῦθʼ ὑπομένειν.ὁ δὲ λαβὼν ὅρκους παρʼ αὐτῶν μηδὲν τούτων ποιήσειν περισσότερον ἀλλὰ τοῖς ἐχθροῖς ἐγχειριεῖν μόνον, καταβὰς ἐκ τῆς πέτρας αὑτὸν ἐν τῇ τῶν φυλετῶν τίθησιν ἐξουσίᾳ, κἀκεῖνοι δήσαντες αὐτὸν δυσὶ καλωδίοις ἦγον παραδοῦναι τοῖς Παλαιστίνοις.καὶ γενομένων κατὰ χωρίον, ὃ Σιαγὼν καλεῖται νῦν διὰ τὴν Σαμψῶνος ἀνδραγαθίαν ἐπʼ αὐτῷ γενομένην, πάλαι δʼ ἦν ἀνώνυμον, οὐκ ἄπωθεν ἐστρατοπεδευκότων τῶν Παλαιστίνων, ἀλλʼ ὑπαντώντων μετὰ χαρᾶς καὶ βοῆς ὡς ἐπὶ κατωρθωμένοις οἷς ἐβούλοντο, διαρρήξας τὰ δεσμὰ Σαμψὼν ἁρπασάμενος ὄνου σιαγόνα παρὰ ποσὶν οὖσαν εἰς τοὺς πολεμίους ὤσατο καὶ παίων αὐτοὺς τῇ σιαγόνι κτείνει εἰς χιλίους, τοὺς δὲ ἄλλους τρέπεται ταραχθέντας.Σαμψὼν δὲ μεῖζον ἢ χρὴ ἐπὶ τούτῳ φρονῶν οὐ κατὰ θεοῦ συνεργίαν ἔλεγε τοῦτο συμβῆναι, τὴν δʼ ἰδίαν ἀρετὴν ἐπέγραψε τῷ γεγονότι, τῶν πολεμίων τοὺς μὲν πεσεῖν τοὺς δʼ εἰς φυγὴν τραπῆναι διὰ τοῦ παρʼ αὐτοῦ δέους αὐχῶν.δίψους δʼ αὐτὸν ἰσχυροῦ κατασχόντος κατανοῶν ὡς οὐδέν ἐστιν ἀνθρώπειος ἀρετὴ τῷ θεῷ πάντα προσεμαρτύρει καὶ καθικέτευε μηδὲν τῶν εἰρημένων πρὸς ὀργὴν λαβόντα τοῖς πολεμίοις αὐτὸν ἐγχειρίσαι, παρασχεῖν δὲ βοήθειαν πρὸς τὸ δεινὸν καὶ ῥύσασθαι τοῦ κακοῦ.καὶ πρὸς τὰς ἱκετείας ἐπικλασθεὶς ὁ θεὸς πηγὴν κατά τινος πέτρας ἀνίησιν ἡδεῖαν καὶ πολλήν, ὅθεν καὶ Σαμψὼν ἐκάλει τὸ χωρίον Σιαγόνα καὶ μέχρι τοῦ δεῦρο τοῦτο λέγεται.Μετὰ δὲ ταύτην τὴν μάχην Σαμψὼν καταφρονῶν τῶν Παλαιστίνων εἰς Γάζαν ἀφικνεῖται καὶ ἔν τινι τῶν καταγωγίων διέτριβε. μαθόντες δὲ τῶν Γαζαίων οἱ ἄρχοντες τὴν αὐτόθι παρουσίαν αὐτοῦ τὰ πρὸ τῶν πυλῶν ἐνέδραις καταλαμβάνουσιν, ὅπως ἐξιὼν μὴ λάθῃ.Σαμψὼν δέ, οὐ γὰρ λανθάνουσιν αὐτὸν ταῦτα μηχανησάμενοι, περὶ μεσοῦσαν ἤδη τὴν νύκτα ἀναστὰς ἐνράσσει ταῖς πύλαις, αὐταῖς τε φλιαῖς καὶ μοχλοῖς ὅση τε ἄλλη περὶ αὐταῖς ἦν ξύλωσις ἀράμενος κατωμαδὸν εἰς τὸ ὑπὲρ Ἑβρῶνος ὄρος φέρων κατατίθησιν.Παρέβαινε δʼ ἤδη τὰ πάτρια καὶ τὴν οἰκείαν δίαιταν παρεχάρασσεν ξενικῶν μιμήσει ἐθισμῶν καὶ τοῦτʼ αὐτῷ ἀρχὴ κακοῦ γίνεται· γυναικὸς γὰρ ἑταιριζομένης παρὰ τοῖς Παλαιστίνοις ἐρασθεὶς Δαλάλης τοὔνομα συνῆν αὐτῇ.καὶ τῶν Παλαιστίνων οἱ τοῦ κοινοῦ προεστῶτες ἐλθόντες πρὸς αὐτὴν πείθουσιν ἐπαγγελίαις μαθεῖν παρὰ τοῦ Σαμψῶνος τὴν αἰτίαν τῆς ἰσχύος, ὑφʼ ἧς ἄληπτός ἐστι τοῖς ἐχθροῖς. ἡ δὲ παρὰ πότον καὶ τοιαύτην συνουσίαν θαυμάζουσα τὰς πράξεις αὐτοῦ ἐτεχνίτευε μαθεῖν, τίνι τρόπῳ τοσοῦτον προύχει κατʼ ἀρετήν.ὁ δὲ Σαμψών, ἔτι γὰρ φρονεῖν ἰσχυρὸς ἦν, ἀντηπάτα τὴν Δαλάλην φάμενος, εἰ κλήμασιν ἑπτὰ δεθείη ἀμπέλου ἔτι καὶ περιειλεῖσθαι δυναμένοις, ἀσθενέστερος ἂν πάντων ἔσοιτο.ἡ δὲ τότε μὲν ἡσύχασεν, ἀποσημήνασα δὲ τοῖς ἄρχουσι τῶν Παλαιστίνων ἐνίδρυσε τῶν στρατιωτῶν ἔνδον τινὰς καὶ μεθύοντα κατέδει τοῖς κλήμασι κατὰ τὸ ἰσχυρότατον, ἔπειτʼ ἀνεγείρασα ἐδήλου παρεῖναί τινας ἐπʼ αὐτόν.ὁ δὲ ῥήξας τὰ κλήματα βοηθεῖν ὡς ἐπερχομένων αὐτῷ τινων ἐπειρᾶτο. καὶ ἡ γυνὴ συνεχῶς ὁμιλοῦντος αὐτῇ τοῦ Σαμψῶνος δεινῶς ἔχειν ἔλεγεν, εἰ κατʼ ἀπιστίαν εὐνοίας τῆς πρὸς αὐτὸν μὴ λέγει ταῦθʼ ἅπερ δεῖται, ὡς οὐ σιγησομένης ὅσα μὴ γινώσκεσθαι συμφέρειν οἶδεν αὐτῷ.