Μετὰ δὲ τοῦτον Παλαιστῖνοι τελευτήσαντα κρατοῦσι τῶν Ἰσραηλιτῶν καὶ φόρους παρʼ αὐτῶν ἐλάμβανον ἐπʼ ἔτη τεσσαράκοντα. ταύτης δʼ ἐλευθεροῦνται τῆς ἀνάγκης τούτῳ τῷ τρόπῳ·Μανώχης τις Δανιτῶν ἐν ὀλίγοις ἄριστος καὶ τῆς πατρίδος ὁμολογούμενος πρῶτος εἶχε γύναιον ἐπʼ εὐμορφίᾳ περίβλεπτον καὶ τῶν κατʼ αὐτὸ διαφέρον. παίδων δʼ οὐ γινομένων αὐτῷ δυσφορῶν ἐπὶ τῇ ἀπαιδίᾳ θεὸν ἱκέτευεν ἐπὶ τὸ προάστειον συνεχῶς φοιτῶν μετὰ τῆς γυναικὸς δοῦναι διαδοχὴν αὐτοῖς γνησίαν· μέγα δέ ἐστι τοῦτο πεδίον.ἦν δὲ καὶ μανιώδης ὑπʼ ἔρωτος ἐπὶ τῇ γυναικὶ καὶ διὰ τοῦτο ζηλότυπος ἀκρατῶς. μονωθείσῃ δὲ τῇ γυναικὶ φάντασμα ἐπιφαίνεται τοῦ θεοῦ νεανίᾳ καλῷ παραπλήσιον μεγάλῳ καὶ εὐαγγελιζόμενον αὐτῇ παιδὸς γονὴν κατὰ θεοῦ πρόνοιαν καλοῦ τε καὶ ῥώμην ἐπιφανοῦς, ὑφʼ ᾧ πονήσειν Παλαιστίνους ἀνδρουμένῳ.παρῄνει τε τὰς κόμας αὐτῷ μὴ ἀποκείρειν· ἔσται δʼ αὐτῷ πρὸς ἄλλο μὲν ποτὸν ἀποστροφὴ τοῦ θεοῦ τοῦτο προστάσσοντος, πρὸς ὕδωρ δὲ μόνον οἰκειότης . καὶ ὁ μὲν ταῦτʼ εἰπὼν ᾤχετο κατὰ βούλησιν ἐλθὼν τοῦ θεοῦ.Ἡ δὲ τἀνδρὶ παραγενομένῳ τὰ παρὰ τοῦ ἀγγέλου ἐκδιηγήσατο ἐκθαυμάζουσα τοῦ νεανίσκου τὸ κάλλος καὶ τὸ μέγεθος, ὡς ἐκεῖνον ἐκ τῶν ἐπαίνων εἰς ἔκπληξιν κατὰ ζηλοτυπίαν περιστῆναι καὶ ὑπόνοιαν τὴν ἐκ τοιούτου πάθους κινουμένην.ἡ δὲ βουλομένη τὴν ἄλογον τἀνδρὸς λύπην σταλῆναι τὸν θεὸν ἱκέτευε πάλιν πέμψαι τὸν ἄγγελον, ὡς ἂν καὶ τῷ ἀνδρὶ αὐτῆς ὁραθείη. καὶ παραγίνεται πάλιν κατὰ χάριν τοῦ θεοῦ ὁ ἄγγελος ὄντων ἐν τῷ προαστείῳ καὶ τῇ γυναικὶ φαίνεται τοῦ ἀνδρὸς μεμονωμένῃ. ἡ δʼ ἐπιμεῖναι δεηθεῖσα ὡς ἂν ἀγάγοι τὸν ἄνδρα συγχωρήσαντος μέτεισι τὸν Μάνωχον.ὁ δὲ θεασάμενος οὐδʼ οὕτως ἐπαύετο τῆς ὑπονοίας ἠξίωσέ τι καὶ αὐτῷ δηλοῦν ὅσα καὶ τῇ γυναικὶ μηνύσειεν. ἀρκέσειν δὲ φράσαντος ταύτην μόνην εἰδέναι, τίς εἴη λέγειν ἐκέλευεν, ἵνα τοῦ παιδὸς γενομένου χάριν αὐτῷ καὶ δωρεὰν παράσχωσι.τοῦ δὲ μηδέ τινων αὐτῷ δεῖσθαι φήσαντος, οὐδὲ γὰρ κατὰ χρείαν ταῦτα εὐαγγελίσασθαι περὶ τῆς τοῦ παιδὸς γονῆς, τοῦ δὲ μεῖναι παρακαλοῦντος καὶ ξενίων μετασχεῖν οὐκ ἐπένευσε, πεισθεὶς δʼ ὅμως λιπαροῦντος ἐπιμεῖναι ὡς ἂν ξένιον αὐτῷ τι κομίσῃ,καὶ θύσαντος ἔριφον τοῦ Μανώχου καὶ τοῦτον ὀπτᾶν τῇ γυναικὶ κελεύσαντος, ἐπεὶ πάντʼ ἦν εὐτρεπῆ, προσέταξεν ἐπὶ τῆς πέτρας ἀποθέσθαι τούς τε ἄρτους καὶ τὰ κρέα χωρὶς τῶν ἀγγείων.καὶ ποιησάντων ἅπτεται τῇ ῥάβδῳ ᾗ εἶχε τῶν κρεῶν, τὰ δὲ λάμψαντος πυρὸς ἅμα τοῖς ἄρτοις ἐκαίετο καὶ ὁ ἄγγελος διὰ τοῦ καπνοῦ ὥσπερ ὀχήματος ἀνιὼν εἰς οὐρανὸν αὐτοῖς φανερὸς ἦν. Μανώχην δὲ φοβούμενον, μή τι σφαλερὸν αὐτοῖς ἐκ τῆς ὄψεως τοῦ θεοῦ γένοιτο, θαρσεῖν ἡ γυνὴ παρεκελεύετο· ἐπὶ γὰρ συμφέροντι τῷ αὐτῶν τὸν θεὸν αὐτοῖς ὁραθῆναι.Καὶ κύει τε ἐκείνη καὶ φυλακὴν εἶχε τῶν ἐντολῶν, καὶ γενόμενον τὸ παιδίον Σαμψῶνα καλοῦσιν, ἰσχυρὸν δʼ ἀποσημαίνει τὸ ὄνομα. ηὔξετο δʼ ὁ παῖς ῥᾳδίως καὶ δῆλος ἦν προφητεύσων ὑπὸ τῆς περὶ τὴν δίαιταν σωφροσύνης καὶ τῆς τῶν τριχῶν ἀνέσεως.Ἀφικόμενος δὲ μετὰ τῶν γονέων εἰς Θάμνα πόλιν τῶν Παλαιστίνων πανηγύρεως ἀγομένης ἐρᾷ παρθένου τῶν ἐπιχωρίων παρακαλεῖ τε τοὺς γονεῖς ἄγεσθαι πρὸς γάμον αὐτῷ τὴν κόρην. τῶν δὲ ἀρνουμένων διὰ τὸ μὴ ὁμόφυλον εἶναι, τοῦ θεοῦ κατὰ τὸ Ἑβραίων σύμφορον ἐπινοοῦντος τὸν γάμον ἐκνικᾷ μνηστεύσασθαι τὴν παρθένον.συνεχῶς δʼ ἀπερχόμενος πρὸς τοὺς γονεῖς αὐτῆς συντυγχάνει λέοντι καὶ γυμνὸς ὢν ἐκδεξάμενος αὐτὸν ἄγχει ταῖς χερσὶ καὶ εἰς τὸ χωρίον τὸ ὑλῶδες ἐνδοτέρω τῆς ὁδοῦ ῥίπτει τὸ θηρίον.Πάλιν τε ἀπιὼν πρὸς τὴν κόρην ἐπιτυγχάνει σμήνει μελιττῶν ἐν τῷ στήθει τοῦ λέοντος ἐκείνου νενοσσευκότων, καὶ ἀνελόμενος τρία μέλιτος κηρία σὺν τοῖς λοιποῖς δώροις οἷς ἐκόμιζε δίδωσι τῇ παιδί.τῶν δὲ Θαμνιτῶν παρὰ τὴν εὐωχίαν τὴν τῶν γάμων, εἱστία γὰρ αὐτοὺς ἅπαντας, διὰ δέος τῆς ἰσχύος τοῦ νεανίσκου τριάκοντα δόντων αὐτῷ τοὺς ἀκμαιοτάτους λόγῳ μὲν ἑταίρους ἐσομένους ἔργῳ δὲ φύλακας, μή τι παρακινεῖν ἐθελήσειεν, τοῦ πότου προβάντος καὶ παιδιᾶς οὔσης, οἷα φιλεῖ παρὰ τοὺς τοιούτους καιρούς,ὁ Σαμψὼν εἶπεν, ἀλλὰ προβάλλοντος ἐμοῦ λόγον εἰ λύσετε τοῦτον ἐφʼ ἡμέρας ἑπτὰ ποιούμενοι τὴν ζήτησιν, ὀθόνας τε καὶ στολὰς γέρας τῆς συνέσεως κατʼ ἄνδρα ἕκαστον φέρεσθε παρʼ ἐμοῦ . φιλοτιμουμένων δὲ ὁμοῦ τε συνετοὺς δόξαι καὶ κέρδος εὕρασθαι καὶ λέγειν ἀξιούντων φησίν, ὅτι τὸ πάμβορον γεγεννήκοι βορὰν ἡδεῖαν ἐξ αὐτοῦ καὶ πάνυ ἀηδοῦς ὄντος.τῶν δʼ ἐπὶ τρεῖς ἡμέρας οὐ δυναμένων ἐξευρεῖν τὸ νοούμενον παρακαλούντων δὲ τὴν κόρην μαθοῦσαν παρὰ τοῦ ἀνδρὸς αὐτοῖς μηνῦσαι, καὶ γὰρ ἠπείλουν ἐμπρήσειν αὐτὴν τοῦτο μὴ παρασχοῦσαν, ὁ Σαμψὼν δεομένης τῆς κόρης εἰπεῖν αὐτῇ τὸ μὲν πρῶτον ἀντέχειν ἐπειρᾶτο,ἐγκειμένης δʼ αὐτῆς καὶ εἰς δάκρυα προπιπτούσης καὶ τεκμήριον τιθεμένης τῆς πρὸς αὐτὴν δυσνοίας τὸ μὴ λέγειν αὐτῇ, μηνύει τὰ περὶ τὴν ἀναίρεσιν αὐτῇ τοῦ λέοντος καὶ ὡς τὰ τρία βαστάσας ἐξ αὐτοῦ κηρία μέλιτος γεγονότα κομίσειεν αὐτῇ.