Ἑβραῖοι δὲ σωφρονισθέντες ὑπὸ τῶν κακῶν εἰς ἱκετείαν ἐτράποντο τοῦ θεοῦ καὶ θυσίας ἐπέφερον παρακαλοῦντες αὐτὸν μετριάσαντα καὶ πρὸς τὴν δέησιν αὐτῶν ὑπαχθέντα παύσασθαι τῆς ὀργῆς· ὁ δὲ θεὸς μεταβαλόμενος εἰς τὸ ἡμερώτερον ἔμελλεν αὐτοῖς βοηθεῖν.Ἀμμανιτῶν δʼ ἐστρατευκότων ἐπὶ τὴν Γαλαδηνὴν ὑπήντων οἱ ἐπιχώριοι πρὸς τὸ ὄρος δεόμενοι τοῦ στρατηγήσοντος. ἦν δέ τις Ἰαφθᾶς ἀνὴρ διὰ τὴν πατρῴαν ἀρετὴν δυνατὸς καὶ διʼ οἰκείαν αὐτοῦ στρατιὰν ἣν ἔτρεφεν αὐτὸς μισθοφόρων.πρὸς τοῦτον οὖν πέμψαντες ἠξίουν αὐτὸν συμμαχεῖν ἐπαγγελλόμενοι παρασχεῖν εἰς ἅπαντʼ αὐτῷ τὸν χρόνον τὴν ἰδίαν ἡγεμονίαν. ὁ δʼ οὐ προσίεται τὴν παράκλησιν αὐτῶν ἐγκαλῶν, ὅτι μὴ βοηθήσειαν αὐτῷ ὑπὸ τῶν ἀδελφῶν ἀδικουμένῳ περιφανῶς·οὐ γὰρ ὄντα ὁμομήτριον αὐτοῖς ἀλλὰ ξένον περὶ τὴν μητέρα διʼ ἐρωτικὴν ἐπιθυμίαν ἐπαχθεῖσαν αὐτοῖς ὑπὸ τοῦ πατρὸς ἐξέβαλον καταφρονήσαντες τῆς αὐτοῦ ἀσθενείας.καὶ ὁ μὲν διέτριβεν ἐν τῇ Γαλαδίτιδι καλουμένῃ χώρᾳ πάντας τοὺς ὁποθενοῦν παραγινομένους πρὸς αὐτὸν ἐπὶ μισθῷ δεχόμενος. ἐκλιπαρησάντων δʼ αὐτῶν καὶ ὀμοσάντων εἰς ἀεὶ παρέξειν αὐτῷ τὴν ἡγεμονίαν ἐστράτευε.Καὶ ποιησάμενος ὀξεῖαν τὴν τῶν πραγμάτων ἐπιμέλειαν ἐν πόλει Μασφαθῇ καθίσας τὸν στρατὸν πρεσβείαν πέμπει παρὰ τὸν Ἀμμανίτην αἰτιώμενος τῆς ἁλώσεως. ὁ δὲ ἀντιπέμψας ᾐτιᾶτο τῶν Ἰσραηλιτῶν τὴν ἔξοδον τὴν ἀπʼ Αἰγύπτου καὶ τῆς Ἀμορραίας αὐτοὺς ἠξίου παραχωρεῖν ὡς πατρῴας οὔσης ἀρχῆθεν.ἀποκρινάμενος δὲ ὁ Ἰαφθᾶς, ὡς οὔτε τῆς Ἀμορραίας τοῖς προγόνοις αὐτῶν εὐλόγως ἐγκαλοῦσι χάριν τε μᾶλλον τῆς Ἀμμανίτιδος αὐτοῖς ἔχειν ὀφείλουσι παρεθείσης, δυνατὸν γὰρ Μωυσεῖ καὶ ταύτην λαβεῖν παραχωρεῖν τε ἰδίας εἰπὼν γῆς, ἣν θεοῦ κατακτησαμένου μετὰ τριακόσια ἔτη νέμονται, μάχεσθαι πρὸς αὐτοὺς ἔφησεν.Καὶ τοὺς μὲν πρέσβεις ταῦτʼ εἰπὼν ἀπέλυσεν· αὐτὸς δʼ εὐξάμενος νίκην καὶ θυσιάσειν ὑποσχόμενος, ἂν σῶος εἰς τὰ οἰκεῖα ὑποστρέψῃ, καὶ πᾶν ὅ τι καὶ πρῶτον αὐτῷ συντύχοι ἱερουργήσειν, συμβαλών τε νικᾷ παρὰ πολὺ καὶ φονεύων ἐδίωκε μέχρι πόλεως Μανιάθης, καὶ διαβὰς εἰς τὴν Ἀμμανῖτιν πόλεις τε ἠφάνισε πολλὰς καὶ λείαν ἤλασε καὶ τοὺς οἰκείους δουλείας ἀπήλλαξεν ἐν ἔτεσιν ὀκτωκαίδεκα ταύτην ὑπομείναντας.ἀναστρέφων δὲ συμφορᾷ περιπίπτει κατʼ οὐδὲν ὁμοίᾳ τοῖς κατωρθωμένοις αὐτῷ· ὑπήντησε γὰρ ἡ θυγάτηρ αὐτῷ, μονογενὴς δʼ ἦν, ἔτι παρθένος. ὁ δὲ ἀνοιμώξας ἐπὶ τῷ μεγέθει τοῦ πάθους κατεμέμφετο τῆς περὶ τὴν ὑπάντησιν σπουδῆς τὴν θυγατέρα· καθιερῶσαι γὰρ αὐτὴν τῷ θεῷ.τῇ δὲ τὸ συμβησόμενον οὐκ ἀηδῶς προσέπεσεν ἐπὶ νίκῃ τοῦ πατρὸς καὶ ἐλευθερίᾳ τῶν πολιτῶν τεθνηξομένῃ, παρεκάλεσε δὲ δύο μῆνας αὐτῇ παρασχόντα πρὸς τὸ μετὰ τῶν πολιτῶν ἀποθρηνῆσαι τὴν νεότητα τότε ποιεῖν τὰ κατὰ τὴν εὐχήν.συγχωρήσας δὲ τὰ κατὰ τὸν προειρημένον χρόνον μετὰ τοῦτον διελθόντα θύσας τὴν παῖδα ὡλοκαύτωσεν οὔτε νόμιμον οὔτε θεῷ κεχαρισμένην θυσίαν ἐπιτελῶν, μὴ διαβασανίσας τῷ λογισμῷ τὸ γενησόμενον οἷόν τε πραχθὲν δόξει τοῖς ἀκούσασι.Τῆς δʼ Ἐφράνου φυλῆς ἐπʼ αὐτὸν στρατευσάσης, ὅτι μὴ κοινώσαιτο τὴν ἐπʼ Ἀμμανίτας ἔλασιν αὐτοῖς, ἀλλὰ μόνος καὶ τὴν λείαν ἔχοι καὶ τὴν ἐπὶ τοῖς πεπραγμένοις δόξαν, πρῶτον μὲν ἔλεγεν, ὡς οὔτε λάθοιεν αὐτοὺς οἱ συγγενεῖς πολεμούμενοι καλούμενοί τε πρὸς συμμαχίαν οὐ παρεγένοντο δέον καὶ πρὸ δεήσεως ἐγνωκότας ἐπειχθῆναι,ἔπειθʼ ὡς ἄδικα πράττειν ἐπιχειροῦσι τοῖς πολεμίοις οὐ τολμήσαντες εἰς χεῖρας ἐλθεῖν, ἐπὶ δὲ τοὺς συγγενεῖς ὡρμηκότες· ἠπείλει τε σὺν τῷ θεῷ λήψεσθαι δίκην παρʼ αὐτῶν, ἂν μὴ σωφρονῶσιν.ὡς δʼ οὐκ ἔπειθεν, ἀλλὰ συνέβαλεν αὐτοῖς ἐλθοῦσι μετὰ στρατιᾶς, ἣ μετάπεμπτος ἐκ τῆς Γαλαδηνῆς ἐληλύθει, φόνον τε πολὺν αὐτῶν εἰργάσατο καὶ διώκων τραπέντας προλαβὼν μέρει τινὶ προαπεσταλμένῳ τοῦ Ἰορδάνου τὰς διαβάσεις κτείνει περὶ δισχιλίους καὶ τετρακισμυρίους γεγονότας.Αὐτὸς δὲ ἄρξας ἓξ ἔτη τελευτᾷ καὶ θάπτεται ἐν τῇ αὐτοῦ πατρίδι Σεβέῃ· τῆς Γαλαδηνῆς δʼ ἐστὶν αὕτη.Τελευτήσαντος δὲ Ἰαφθᾶ τὴν ἀρχὴν Ἀψάνης παραλαμβάνει φυλῆς ὢν Ἰουδαϊκῆς Βηθλέμων δὲ πόλεως. τούτῳ δὲ παῖδες ἦσαν ἑξήκοντα, τριάκοντα μὲν ἄρρενες αἱ λοιπαὶ δὲ θυγατέρες, οὓς καὶ πάντας ζῶντας κατέλιπε τὰς μὲν ἀνδράσιν ἐκδοὺς τοῖς δὲ γυναῖκας ἠγμένος. πράξας δʼ οὐδὲν ἐν τῷ ἑπταετεῖ γενομένῳ χρόνῳ λόγου καὶ μνήμης ἄξιον γηραιὸς ὢν ἀπέθανε καὶ ταφῆς ἐν τῇ πατρίδι τυγχάνει.Ἀψανοῦς δʼ οὕτως ἀποθανόντος οὐδʼ ὁ μετʼ αὐτὸν παραλαβὼν τὴν ἡγεμονίαν Ἤλων ἐπʼ ἔτη δέκα κατασχὼν αὐτὴν φυλῆς ὢν τῆς Ζαβούλης ἔπραξέ τι σπουδῆς ἄξιον.Ἀβδὼν δὲ Ἤλωνος παῖς φυλῆς μὲν τῆς Ἐφραμίτιδος πόλεως δὲ τῆς Φαραθωνιτῶν γεγονώς, αὐτοκράτωρ ἡγεμὼν ἀποδειχθεὶς μετʼ Ἤλωνα μόνης ἂν τῆς εὐπαιδίας μνημονευθείη, μηδὲν ἔργον διὰ τὴν εἰρήνην καὶ τὴν ἄδειαν τῶν πραγμάτων λαμπρὸν μηδʼ αὐτὸς εἰργασμένος.υἱοὶ δὲ ἦσαν αὐτῷ τεσσαράκοντα καὶ τούτων τὴν γενεὰν καταλιπόντες τριάκοντα, ἤλαυνέ τε σὺν αὐτοῖς οὖσιν ἑβδομήκοντα πᾶσιν ἱππάζειν ἀρίστοις γεγενημένοις, καὶ πάντας ὑπὲρ γῆς ἀπολιπὼν θνήσκει γηραιὸς καὶ ταφῆς ἐν Φαραθῷ λαμπρᾶς τυγχάνει.