Γεδεῶνα δʼ ἀκούσαντα τὸ ὄναρ ἐλπὶς ἀγαθὴ καὶ θάρσος ἔλαβε καὶ προσέταξεν ἐν τοῖς ὅπλοις εἶναι τοὺς οἰκείους διηγησάμενος αὐτοῖς καὶ τὴν τῶν πολεμίων ὄψιν, οἱ δʼ ἕτοιμοι πρὸς τὰ παραγγελλόμενα φρονηματισθέντες ὑπὸ τῶν δεδηλωμένων ἦσαν.καὶ κατὰ τετάρτην μάλιστα φυλακὴν προσῆγε τὴν ἑαυτοῦ στρατιὰν Γεδεὼν εἰς τρία μέρη διελὼν αὐτήν, ἑκατὸν δὲ ἦσαν ἐν ἑκάστῳ. ἐκόμιζον δὲ πάντες ἀμφορέας κενοὺς καὶ λαμπάδας ἡμμένας ἐν αὐταῖς, ὅπως μὴ κατάφωρος τοῖς πολεμίοις ἡ ἔφοδος αὐτῶν γένηται, καὶ ἐν τῇ δεξιᾷ κριοῦ κέρας· ἐχρῶντο δὲ τούτοις ἀντὶ σάλπιγγος.χωρίον δὲ πολὺ κατεῖχε τὸ τῶν πολεμίων στράτευμα, πλείστην γὰρ αὐτοῖς εἶναι συνέβαινε κάμηλον, καὶ κατὰ τὰ ἔθνη νεμηθέντες ὑφʼ ἑνὶ κύκλῳ πάντες ἦσαν.οἱ δʼ Ἑβραῖοι, προειρημένον αὐτοῖς ὁπόταν γένωνται πλησίον τῶν πολεμίων ἐκ συνθήματος σάλπιγξί τε ἠχήσαντας καὶ τοὺς ἀμφορέας κατεάξαντας ὁρμῆσαι μετὰ τῶν λαμπάδων ἀλαλάξαντας καὶ νικᾶν θεοῦ Γεδεῶνι βοηθήσοντος, τοῦτʼ ἐποίησαν.ταραχὴ δὲ λαμβάνει τοὺς ἀνθρώπους ἔτι τε ὑπνοῦντας καὶ δείματα· νὺξ γὰρ ἦν καὶ ὁ θεὸς τοῦτο ἤθελεν. ἐκτείνοντο δὲ ὀλίγοι μὲν ὑπὸ τῶν πολεμίων, οἱ δὲ πλείους ὑπὸ τῶν συμμάχων διὰ τὸ τῇ γλώσσῃ διαφωνεῖν. ἅπαξ δὲ καταστάντες εἰς ταραχὴν πᾶν τὸ προστυχὸν ἀνῄρουν νομίζοντες εἶναι πολέμιον, φόνος τε πολὺς ἦν.καὶ φήμῃ πρὸς τοὺς Ἰσραηλίτας τῆς Γεδεῶνος νίκης ἀφικομένης ἐν τοῖς ὅπλοις ἦσαν, καὶ διώξαντες λαμβάνουσι τοὺς πολεμίους ἐν κοίλῳ τινὶ χαράδραις περιειλημμένῳ οὐ δυναμέναις διαπερᾶναι χωρίῳ καὶ περιστάντες κτείνουσιν ἅπαντας καὶ δύο τῶν βασιλέων Ὤρηβόν τε καὶ Ζῆβον.οἱ δὲ λοιποὶ τῶν ἡγεμόνων τοὺς περιλειφθέντας τῶν στρατιωτῶν ἐνάγοντες, ἦσαν δὲ μύριοι καὶ ὀκτακισχίλιοι, στρατοπεδεύονται πολὺ τῶν Ἰσραηλιτῶν ἄπωθεν. Γεδεὼν δὲ οὐκ ἀπηγορεύκει πονῶν, ἀλλὰ διώξας μετὰ παντὸς τοῦ στρατοῦ καὶ συμβαλὼν ἅπαντας διέφθειρε τοὺς πολεμίους καὶ τοὺς λοιποὺς ἡγεμόνας Ζεβὴν καὶ Ζαρμούνην αἰχμαλώτους λαβὼν ἀνήγαγεν.ἀπέθανον δʼ ἐν αὐτῇ τῇ μάχῃ Μαδιηνιτῶν τε καὶ τῶν συστρατευσάντων αὐτοῖς Ἀράβων περὶ μυριάδας δώδεκα, λεία τε πολλὴ χρυσὸς καὶ ἄργυρος καὶ ὕφη καὶ κάμηλος καὶ ὑποζύγια λαμβάνεται τοῖς Ἑβραίοις. Γεδεὼν δὲ παραγενόμενος εἰς Ἐφρὰν τὴν ἑαυτοῦ πατρίδα κτείνει τοὺς τῶν Μαδιηνιτῶν βασιλέας.Ἡ δʼ Ἐφράμιδος φυλὴ τῇ Γεδεῶνος εὐπραγίᾳ δυσχεραίνουσα στρατεύειν ἐπʼ αὐτὸν διεγνώκει, τὸ μὴ προαγγεῖλαι τὴν ἐπιχείρησιν αὐτοῖς τὴν κατὰ τῶν πολεμίων ἐγκαλοῦντες. Γεδεὼν δὲ μέτριος ὢν καὶ πᾶσαν ἀρετὴν ἄκρος οὐκ αὐτὸς ἔλεγεν αὐτοκράτορι χρησάμενος λογισμῷ τοῖς ἐχθροῖς ἐπιθέσθαι χωρὶς αὐτῶν, ἀλλὰ τοῦ θεοῦ κελεύσαντος· τὴν δὲ νίκην οὐχ ἧττον αὐτῶν ἔφασκεν ἰδίαν ἢ τῶν ἐστρατευκότων εἶναι.καὶ τούτοις παρηγορήσας αὐτῶν τὴν ὀργὴν τοῖς λόγοις μᾶλλον τοὺς Ἑβραίους ὠφέλησε τῆς ἐπὶ τῶν πολεμίων εὐπραξίας φήσας αἰτίους· ἐμφυλίου γὰρ αὐτοὺς στάσεως ἄρχειν μέλλοντας ἐρρύσατο. τῆς μέντοι ὕβρεως ταύτης ἡ φυλὴ δίκην ἐξέτισεν, ἣν δηλώσομεν κατὰ καιρὸν ἴδιον.Γεδεὼν δὲ τὴν ἀρχὴν ἀποθέσθαι βουλόμενος βιασθεὶς ἔσχεν αὐτὴν ἐπʼ ἔτη τεσσαράκοντα βραβεύων αὐτοῖς τὰ δίκαια καὶ περὶ τῶν διαφορῶν ἐπʼ αὐτὸν βαδιζόντων κύρια πάντα ἦν τὰ ὑπʼ αὐτοῦ λεγόμενα. καὶ ὁ μὲν γηραιὸς τελευτήσας ἐν Ἐφρὰν τῇ πατρίδι θάπτεται.Παῖδες δὲ ἦσαν αὐτῷ γνήσιοι μὲν ἑβδομήκοντα, πολλὰς γὰρ ἔγημε γυναῖκας, νόθος δʼ εἷς ἐκ παλλακῆς Δρούμας Ἀβιμέλεχος τοὔνομα, ὃς μετὰ τὴν τοῦ πατρὸς τελευτὴν ἀναχωρήσας εἰς Σίκιμα πρὸς τοὺς ἀπὸ μητρὸς συγγενεῖς, ἐντεῦθεν γὰρ ἦν, καὶ λαβὼν ἀργύριον παρʼ αὐτῶν, οἳ διὰ πλῆθος ἀδικημάτων ἦσαν ἐπίσημοι,ἀφικνεῖται σὺν αὐτοῖς εἰς τὸν πατρῷον οἶκον καὶ κτείνει πάντας τοὺς ἀδελφοὺς πλὴν Ἰωθάμου· σώζεται γὰρ οὗτος διαφυγεῖν εὐτυχήσας. Ἀβιμέλεχος δὲ εἰς τυραννίδα τὰ πράγματα μεθίστησι κύριον αὑτὸν ὅ τι βούλεται ποιεῖν ἀντὶ τῶν νομίμων ἀποδείξας καὶ δεινῶς πρὸς τοὺς τοῦ δικαίου προϊσταμένους ἐκπικραινόμενος.Καί ποτε δημοτελοῦς Σικίμοις οὔσης ἑορτῆς καὶ τοῦ πλήθους παντὸς ἐκεῖ συνειλεγμένου ὁ ἀδελφὸς αὐτοῦ Ἰωθάμης, ὃν καὶ διαφυγεῖν ἔφαμεν, ἀνελθὼν ἐπὶ τὸ ὄρος τὸ Γαριζείν, ὑπέρκειται δὲ τῆς Σικιμίων πόλεως, ἐκβοήσας εἰς ἐπήκοον τοῦ πλήθους ἡσυχίαν αὐτῷ παρασχόντος ἠξίου μαθεῖν τὰ ὑπʼ αὐτοῦ λεγόμενα.γενομένης δὲ σιγῆς εἶπεν, ὡς τὰ δένδρα φωνὴν ἀνθρώπειον προϊέμενα συνόδου γενομένης αὐτῶν δεηθείη συκῆς ἄρχειν αὐτῶν. ἀρνησαμένης δʼ ἐκείνης διὰ τὸ τιμῆς τῆς ἐπὶ τοῖς καρποῖς οἰκείας οὔσης ἀπολαύειν οὐχ ὑπʼ ἄλλων ἔξωθεν προσγινομένης, τὰ δένδρα τῆς ἐπὶ τῷ ἄρχεσθαι φροντίδος οὐκ ἀπελείπετο, ἐδόκει δʼ αὐτοῖς ἀμπέλῳ τὴν τιμὴν παρασχεῖν.καὶ ἡ ἄμπελος χειροτονουμένη τοῖς τῆς συκῆς χρησαμένη λόγοις παρῃτεῖτο τὴν ἀρχήν. τὸ δʼ αὐτὸ καὶ τῶν ἐλαιῶν ποιησαμένων ῥάμνος, ἐδεήθη γὰρ αὐτῆς ὥστε παραλαβεῖν τὴν βασιλείαν τὰ δένδρα,πυρεῖα δὲ ἀγαθὴ παρασχεῖν τῶν ξύλων ἐστίν, ὑπισχνεῖται τὴν ἀρχὴν ἀναλήψεσθαι καὶ ἀόκνως ἔχειν. δεῖ μέντοι συνιζάνειν αὐτὰ ὑπὸ τὴν σκιάν, εἰ δʼ ὄλεθρον ἐπʼ αὐτῇ φρονοῖεν, ὑπὸ τοῦ ἐνόντος πυρὸς διαφθαρεῖεν.