Συνῄεσαν οὖν καὶ προσμιγέντων ὄμβρος ἐπιγίνεται μέγας καὶ ὕδωρ πολὺ καὶ χάλαζα, τόν τε ὑετὸν κατὰ πρόσωπον ἤλαυνε τῶν Χαναναίων ἄνεμος ταῖς ὄψεσιν αὐτῶν ἐπισκοτῶν, ὡς τὰς τοξείας ἀχρήστους αὐτοῖς εἶναι καὶ τὰς σφενδόνας· οἵ τε ὁπλῖται διὰ τὸ κρύος χρῆσθαι τοῖς ξίφεσιν οὐκ εἶχον.τοὺς δʼ Ἰσραηλίτας ἧττόν τε ἔβλαπτε κατόπιν γινόμενος ὁ χειμὼν καὶ πρὸς τὴν ἔννοιαν τῆς βοηθείας τοῦ θεοῦ θάρσος ἐλάμβανον, ὥστε εἰς μέσους ὠσάμενοι τοὺς πολεμίους πολλοὺς αὐτῶν ἀπέκτειναν. καὶ οἱ μὲν ὑπὸ τῶν Ἰσραηλιτῶν, οἱ δʼ ὑπὸ τῆς οἰκείας ἵππου ταραχθέντες ἔπεσον, ὡς ὑπὸ τῶν ἁρμάτων πολλοὺς αὐτῶν ἀποθανεῖν.Σισάρης δὲ καταπηδήσας τοῦ ἅρματος ὡς εἶδε τὴν τροπὴν γινομένην, φυγὼν ἀφικνεῖται παρά τινα τῶν Κενελίδων γυναῖκα Ἰάλην ὄνομα, ἣ κρύψαι τε ἀξιώσαντα δέχεται καὶ ποτὸν αἰτήσαντι δίδωσι γάλα διεφθορὸς ἤδη.ὁ δὲ πιὼν τοῦ μέτρου δαψιλέστερον εἰς ὕπνον τρέπεται. ἡ δὲ Ἰάλη κοιμωμένου σιδήρεον ἧλον ἐλάσασα σφύρῃ κατὰ τοῦ στόματος καὶ τοῦ χελυνίου διέπειρε τὸ ἔδαφος καὶ τοῖς περὶ τὸν Βάρακον μικρὸν ὕστερον ἐλθοῦσιν ἐπεδείκνυε τῇ γῇ προσηλωμένον.καὶ οὕτως μὲν ἡ νίκη αὕτη περιέστη κατὰ τὰ ὑπὸ Δαβώρας εἰρημένα εἰς γυναῖκα. Βάρακος δὲ στρατεύσας ἐπʼ Ἄσωρον Ἰοαβινόν τε ὑπαντιάσαντα κτείνει καὶ τοῦ στρατηγοῦ πεσόντος καθελὼν εἰς ἔδαφος τὴν πόλιν στρατηγεῖ τῶν Ἰσραηλιτῶν ἐπʼ ἔτη τεσσαράκοντα.Τελευτήσαντος δὲ Βαράκου καὶ Δαβώρας κατὰ τὸν αὐτὸν καιρὸν μετὰ ταῦτα Μαδιηνῖται παρακαλέσαντες Ἀμαληκίτας τε καὶ Ἄραβας στρατεύουσιν ἐπὶ τοὺς Ἰσραηλίτας καὶ μάχῃ τε νικῶσι τοὺς συμβαλόντας καὶ τὸν καρπὸν δῃώσαντες τὴν λείαν ἐπήγοντο.τοῦτο δὲ ποιούντων ἐπʼ ἔτη ἑπτὰ εἰς τὰ ὄρη τῶν Ἰσραηλιτῶν ἀνεστάλη τὸ πλῆθος καὶ τῶν πεδίων ἐξεχώρουν ὑπονόμους τε καὶ σπήλαια ποιησάμενοι πᾶν ὅ τι τοὺς πολεμίους διέφυγεν ἐν τούτοις εἶχον φυλάττοντες.οἱ γὰρ Μαδιηνῖται κατὰ ὥραν θέρους στρατεύοντες τὸν χειμῶνα γεωργεῖν τοῖς Ἰσραηλίταις ἐπέτρεπον, ὅπως ἔχωσι πεπονηκότων αὐτῶν εἰς ἃ βλάπτωσι. λιμὸς δʼ ἦν καὶ σπάνις τροφῆς καὶ τρέπονται πρὸς ἱκετείαν τοῦ θεοῦ σώζειν αὐτοὺς παρακαλοῦντες.Καὶ Γεδεὼν ὁ Ἰάσου παῖς Μανασσίδος φυλῆς ἐν ὀλίγοις δράγματα σταχύων φερόμενος κρυπτῶς εἰς τὴν ληνὸν ἔκοπτε· τοὺς γὰρ πολεμίους ἐδεδίει φανερῶς τοῦτο ποιεῖν ἐπὶ τῆς ἅλωος. φαντάσματος δὲ αὐτῷ παραστάντος νεανίσκου μορφῇ καὶ φήσαντος εὐδαίμονα καὶ φίλον τῷ θεῷ, ὑποτυχών τοῦτο γοῦν, ἔφη, τεκμήριον τῆς εὐμενείας αὐτοῦ μέγιστον τῇ ληνῷ με νῦν ἀντὶ ἅλωος χρῆσθαι .θαρσεῖν δὲ παρακελευσαμένου καὶ πειρᾶσθαι τῆς ἐλευθερίας ἀνασώζειν ἀδυνάτως ἔχειν ἔλεγε· τήν τε γὰρ φυλὴν ἐξ ἧς ὑπῆρχε πλήθους ὑστερεῖν καὶ νέον αὐτὸν εἶναι καὶ τηλικούτων πραγμάτων ἀσθενέστερον. ὁ δὲ θεὸς αὐτὸς ἀναπληρώσειν τὸ λεῖπον ἐπηγγέλλετο καὶ νίκην παρέξειν Ἰσραηλίταις αὐτοῦ στρατηγοῦντος.Τοῦτʼ οὖν διηγούμενος ὁ Γεδεὼν τισὶ τῶν νέων ἐπιστεύετο, καὶ παραχρῆμα πρὸς τοὺς ἀγῶνας ἕτοιμον ἦν τὸ στρατόπεδον μυρίων ἀνδρῶν. ἐπιστὰς δὲ κατὰ τοὺς ὕπνους ὁ θεὸς τῷ Γεδεῶνι τὴν ἀνθρωπίνην φύσιν αὐτῷ φίλαυτον οὖσαν ἐδήλου καὶ πρὸς τοὺς ἀρετῇ διαφέροντας ἀπεχθανομένην, ὅπως τε τὴν νίκην παρέντες τοῦ θεοῦ δοκεῖν νομίζουσιν ἰδίαν ὡς πολὺς στρατὸς ὄντες καὶ πρὸς τοὺς πολεμίους ἀξιόμαχος.ἵνα μάθωσιν οὖν βοηθείας τῆς αὐτοῦ τὸ ἔργον, συνεβούλευε περὶ μεσοῦσαν τὴν ἡμέραν ἐν ἀκμῇ τοῦ καύματος ὄντος ἄγειν τὴν στρατιὰν ἐπὶ τὸν ποταμὸν καὶ τοὺς μὲν κατακλιθέντας καὶ οὕτως πίνοντας εὐψύχους ὑπολαμβάνειν, ὅσοι δʼ ἂν ἐσπευσμένως καὶ μετὰ θορύβου πίνοντες τύχοιεν τούτους δειλοὺς νομίζειν καὶ καταπεπληγότας τοὺς πολεμίους.ποιήσαντος δὲ τοῦ Γεδεῶνος κατὰ τὰς ὑποθήκας τοῦ θεοῦ τριακόσιοι ἄνδρες εὑρέθησαν ταῖς χερσὶ μετὰ φόβου προσενεγκάμενοι τὸ ὕδωρ τεταραγμένως, ἔφησέ τε ὁ θεὸς τούτους ἐπαγόμενον ἐπιχειρεῖν τοῖς πολεμίοις. ἐστρατοπεδεύοντο δὲ ὑπὲρ τοῦ Ἰορδάνου μέλλοντες εἰς τὴν ἐπιοῦσαν περαιοῦσθαι.Γεδεῶνος δʼ ἐν φόβῳ καθεστῶτος, καὶ γὰρ νυκτὸς ἐπιχειρεῖν αὐτῷ ὁ θεὸς προειρήκει, τοῦ δέους αὐτὸν ἀπαγαγεῖν βουλόμενος κελεύει προσλαβόντα ἕνα τῶν στρατιωτῶν πλησίον χωρεῖν ταῖς Μαδιηνιτῶν σκηναῖς· παρʼ αὐτῶν γὰρ ἐκείνων λήψεσθαι φρόνημα καὶ θάρσος.πεισθεὶς δὲ ᾔει Φρουρὰν τὸν ἑαυτοῦ θεράποντα παραλαβών, καὶ πλησιάσας σκηνῇ τινι καταλαμβάνει τοὺς ἐν αὐτῇ ἐγρηγορότας καὶ τὸν ἕτερον ὄναρ διηγούμενον τῷ συσκηνοῦντι, ὥστε ἀκούειν τὸν Γεδεῶνα. τὸ δὲ τοιοῦτον ἦν· μᾶζαν ἐδόκει κριθίνην ὑπʼ εὐτελείας ἀνθρώποις ἄβρωτον διὰ τοῦ στρατοπέδου κυλιομένην τὴν τοῦ βασιλέως σκηνὴν καταβαλεῖν καὶ τὰς τῶν στρατιωτῶν πάντων.ὁ δὲ σημαίνειν ὄλεθρον τοῦ στρατοῦ τὴν ὄψιν ἔκρινε λέγων, ὅθεν τοῦτʼ αὐτῷ συνιδεῖν ἐπῆλθε, πᾶν τὸ σπέρμα τὸ καλούμενον κρίθινον εὐτελέστατον ὁμολογεῖσθαι τυγχάνειν, τοῦ δʼ Ἀσιανοῦ παντὸς τὸ Ἰσραηλιτῶν ἔστιν ἰδεῖν ἀτιμότερον νῦν γεγενημένον ὅμοιον δὲ τῷ κατὰ κριθὴν γένει.καὶ τὸ παρὰ τοῖς Ἰσραηλίταις νῦν μεγαλοφρονοῦν τοῦτʼ ἂν εἴη Γεδεὼν καὶ τὸ σὺν αὐτῷ στρατιωτικόν. ἐπεὶ οὖν τὴν μᾶζαν φῂς ἰδεῖν τὰς σκηνὰς ἡμῶν ἀνατρέπουσαν, δέδια μὴ θεὸς Γεδεῶνι τὴν καθʼ ἡμῶν νίκην ἐπινένευκε.