καθιδρύσας δʼ αὐτῷ ἐν Ἱεριχοῦντι βασίλειον ταύτην ἀποδείξας οὐδὲν τῆς εἰς τὸ πλῆθος κακώσεως παρέλιπεν εἴς τε πενίαν αὐτοὺς κατέστησεν ἐπὶ ὀκτωκαίδεκα ἔτη. λαβὼν δʼ οἶκτον ὁ θεὸς τῶν Ἰσραηλιτῶν ἐφʼ οἷς ἔπασχον καὶ ταῖς ἱκετείαις αὐτῶν ἐπικλασθεὶς ἀπήλλαξε τῆς ὑπὸ τοῖς Μωαβίταις ὕβρεως. ἠλευθερώθησαν δὲ τούτῳ τῷ τρόπῳ.Τῆς Βενιαμίτιδος φυλῆς νεανίας Ἰούδης μὲν τοὔνομα Γήρα τε πατρὸς τολμῆσαί τε ἀνδρειότατος καὶ τῷ σώματι πρὸς τὰ ἔργα χρῆσθαι δυνατὸς τῶν χειρῶν τὴν ἀριστερὰν ἀμείνων κἀπʼ ἐκείνης τὴν ἅπασαν ἰσχὺν ἔχων κατῴκει μὲν ἐν Ἱεριχοῦντι καὶ αὐτός,συνήθης δὲ γίνεται τῷ Ἐγλῶνι δωρεαῖς αὐτὸν θεραπεύων καὶ ὑπερχόμενος, ὡς διὰ τοῦτο καὶ τοῖς περὶ τὸν βασιλέα προσφιλῆ τυγχάνειν αὐτόν.καί ποτε σὺν δυσὶν οἰκέταις δῶρα τῷ βασιλεῖ φέρων ξιφίδιον κρύφα τῷ δεξιῷ σκέλει περιδησάμενος εἰσῄει πρὸς αὐτόν. ὥρα δʼ ἦν θέρους καὶ τῆς ἡμέρας ἤδη μεσούσης ἀνεῖντο αἱ φυλακαὶ ὑπό τε τοῦ καύματος καὶ πρὸς ἄριστον τετραμμένων.δοὺς οὖν τὰ δῶρα τῷ Ἐγλῶνι ὁ νεανίσκος, διέτριβε δʼ ἔν τινι δωματίῳ δεξιῶς πρὸς θέρος ἔχοντι, πρὸς ὁμιλίαν ἐτράποντο. μόνοι δʼ ἦσαν τοῦ βασιλέως καὶ τοὺς ἐπεισιόντας τῶν θεραπόντων ἀπιέναι κελεύσαντος διὰ τὸ πρὸς Ἰούδην ὁμιλεῖν.καθῆστο δʼ ἐπὶ θρόνου καὶ δέος εἰσῄει τὸν Ἰούδην, μὴ διαμάρτῃ καὶ μὴ δῷ καιρίαν πληγήν. ἀνίστησιν οὖν αὐτὸν ὄναρ εἰπὼν ἔχειν ἐκ προστάγματος αὐτῷ δηλῶσαι τοῦ θεοῦ.καὶ ὁ μὲν πρὸς τὴν χαρὰν τὴν τοῦ ὀνείρατος ἀνεπήδησεν ἀπὸ τοῦ θρόνου, πλήξας δʼ αὐτὸν Ἰούδης εἰς τὴν καρδίαν καὶ τὸ ξιφίδιον ἐγκαταλιπὼν ἔξεισι προσκλίνας τὴν θύραν. οἵ τε θεράποντες ἠρέμουν εἰς ὕπνον τετράφθαι νομίζοντες τὸν βασιλέα.Ὁ δʼ Ἰούδης τοῖς Ἱεριχουντίοις ἀποσημαίνων κρυπτῶς παρεκάλει τῆς ἐλευθερίας ἀντιλαμβάνεσθαι. οἱ δʼ ἀσμένως ἀκούσαντες αὐτοί τε εἰς τὰ ὅπλα ᾔεσαν καὶ διέπεμπον εἰς τὴν χώραν τοὺς ἀποσημαίνοντας κέρασιν οἰῶν· τούτοις γὰρ συγκαλεῖν τὸ πλῆθος πάτριον.οἱ δὲ περὶ τὸν Ἐγλῶνα πολὺν μὲν χρόνον ἠγνόουν τὸ συμβεβηκὸς αὐτῷ πάθος, ἐπεὶ δὲ πρὸς ἑσπέραν ἦν, δείσαντες μή τι νεώτερον εἴη περὶ αὐτὸν γεγονός, εἰσῆλθον εἰς τὸ δωμάτιον καὶ νεκρὸν εὑρόντες ἐν ἀμηχανίᾳ καθειστήκεσαν, καὶ πρὶν τὴν φρουρὰν συστραφῆναι τὸ τῶν Ἰσραηλιτῶν αὐτοῖς ἐπέρχεται πλῆθος.καὶ οἱ μὲν παραχρῆμα ἀναιροῦνται, οἱ δʼ εἰς φυγὴν τρέπονται ὡς ἐπὶ τὴν Μωαβῖτιν σωθησόμενοι, ἦσαν δὲ ὑπὲρ μυρίους. καὶ Ἰσραηλῖται προκατειληφότες τοῦ Ἰορδάνου τὴν διάβασιν διώκοντες ἔκτεινον καὶ κατὰ τὴν διάβασιν πολλοὺς αὐτῶν ἀναιροῦσι, διέφυγέ τε οὐδεὶς τὰς χεῖρας αὐτῶν.καὶ οἱ μὲν Ἑβραῖοι τούτῳ τῷ τρόπῳ τῆς ὑπὸ τοῖς Μωαβίταις δουλείας ἀπηλλάγησαν, Ἰούδης δʼ ἐκ τῆς αἰτίας ταύτης τιμηθεὶς τῇ τοῦ πλήθους παντὸς ἡγεμονίᾳ τελευτᾷ τὴν ἀρχὴν ἔτεσιν ὀγδοήκοντα κατασχών, ἀνὴρ καὶ δίχα τῆς προειρημένης πράξεως ἐπαίνου δίκαιος τυγχάνειν. καὶ μετὰ τοῦτον Σαάγαρος ὁ Ἀνάθου παῖς αἱρεθεὶς ἄρχειν ἐν τῷ πρώτῳ τῆς ἀρχῆς ἔτει κατέστρεψε τὸν βίον.Ἰσραηλῖται δὲ πάλιν, οὐδὲν γὰρ ἐπὶ διδαχῇ τοῦ κρείττονος ἐλάμβανον τῶν πρότερον ἠτυχημένων ὑπό τε τοῦ μήτε σέβειν τὸν θεὸν μήθʼ ὑπακούειν τοῖς νόμοις, πρὶν ἢ καὶ τῆς ὑπὸ Μωαβίταις ἀναπνεῦσαι δουλείας πρὸς ὀλίγον Ἀβίτω τοῦ Χαναναίων βασιλέως δουλοῦνται.οὗτος γὰρ ἐξ Ἀσώρου πόλεως ὁρμώμενος, αὕτη δʼ ὑπέρκειται τῆς Σεμαχωνίτιδος λίμνης, στρατοῦ μὲν ὁπλιτῶν τριάκοντα ἔτρεφε μυριάδας μυρίους δὲ ἱππέας, τρισχιλίων δὲ ἁρμάτων ηὐπόρει. ταύτης οὖν στρατηγὸς τῆς δυνάμεως Σισάρης τιμῆς πρώτης παρὰ τῷ βασιλεῖ τυγχάνων συνελθόντας πρὸς αὐτὸν τοὺς Ἰσραηλίτας ἐκάκωσε δεινῶς, ὥστε αὐτοῖς ἐπιτάξαι τελεῖν φόρους.Εἴκοσι μὲν οὖν ἔτη ταῦτα πάσχοντες ἤνυσαν μήτε αὐτοὶ φρονεῖν ὑπὸ τῆς δυστυχίας ὄντες ἀγαθοὶ καὶ τοῦ θεοῦ πλέον δαμάσαι ἔτι θέλοντος αὐτῶν τὴν ὕβριν διὰ τὴν περὶ αὐτὸν ἀγνωμοσύνην, ἵνα μεταθέμενοι τοῦ λοιποῦ σωφρονῶσιν διδαχθέντες τὰς συμφορὰς αὐτοῖς ἐκ τῆς περιφρονήσεως τῶν νόμων ὑπάρξαι, Δαβώραν δέ τινα προφῆτιν,μέλισσαν δὲ σημαίνει τοὔνομα κατὰ τὴν Ἑβραίων γλῶσσαν, ἱκέτευον δεηθῆναι τοῦ θεοῦ λαβεῖν οἶκτον αὐτῶν καὶ μὴ περιιδεῖν ἀπολλυμένους αὐτοὺς ὑπὸ Χαναναίων. ὁ δὲ θεὸς ἐπένευσε σωτηρίαν αὐτοῖς καὶ στρατηγὸν αἱρεῖται Βάρακον τῆς Νεφθαλίδος ὄντα φυλῆς· βάρακος δέ ἐστιν ἀστραπὴ κατὰ τὴν Ἑβραίων γλῶσσαν.Μεταπεμψαμένη δʼ ἡ Δαβώρα τὸν Βάρακον ἐπιλέξαντα τῶν νέων μυρίους ἐκέλευε χωρεῖν ἐπὶ τοὺς πολεμίους· ἀποχρῆναι γὰρ τοσούτους τοῦ θεοῦ προειρηκότος καὶ νίκην ἀποσημήναντος.Βαράκου δὲ φαμένου οὐ στρατηγήσειν μὴ κἀκείνης αὐτῷ συστρατηγούσης ἀγανακτήσασα, σὺ μέν, εἶπε, γυναικὶ παραχωρεῖς ἀξίωμα ὃ σοὶ δέδωκεν ὁ θεός, ἐγὼ δὲ οὐ παραιτοῦμαι . καὶ συναριθμήσαντες μυρίους ἐστρατοπεδεύσαντο πρὸς Ἰταβυρίῳ ὄρει.ἀπήντα δʼ αὐτοῖς ὁ Σισάρης τοῦ βασιλέως κελεύσαντος καὶ στρατοπεδεύονται τῶν πολεμίων οὐκ ἄπωθεν. τοὺς δʼ Ἰσραηλίτας καὶ τὸν Βάρακον καταπλαγέντας τὸ πλῆθος τῶν πολεμίων καὶ ἀναχωρεῖν διεγνωκότας ἡ Δεβώρα κατεῖχε τὴν συμβολὴν ποιεῖσθαι κατʼ ἐκείνην κελεύουσα τὴν ἡμέραν· νικήσειν γὰρ αὐτοὺς καὶ συλλήψεσθαι τὸν θεόν.