γεγενημένων δὲ αὐτοῖς ὅρκων ὥστε μηδενὶ Βενιαμίτῃ συνοικίσαι θυγατέρα πρὸ τοῦ πολέμου, οἱ μὲν ὀλιγωρεῖν συνεβούλευον τῶν ὀμωμοσμένων ὡς ὑπʼ ὀργῆς ὀμόσαντες οὐ γνώμῃ καὶ κρίσει, τῷ δὲ θεῷ μηδὲν ἐναντίον ποιήσειν εἰ φυλὴν ὅλην κινδυνεύουσαν ἀπολέσθαι σῶσαι δυνηθεῖεν, τάς τε ἐπιορκίας οὐχ ὅταν ὑπὸ ἀνάγκης γένωνται χαλεπὰς εἶναι καὶ ἐπισφαλεῖς, ἀλλʼ ὅταν ἐν κακουργίᾳ τολμηθῶσι.τῆς δὲ γερουσίας πρὸς τὸ τῆς ἐπιορκίας ὄνομα σχετλιασάσης ἔφη τις τούτοις τε γυναικῶν εὐπορίαν ἔχειν εἰπεῖν καὶ τήρησιν τῶν ὅρκων. ἐρομένων δὲ τὴν ἐπίνοιαν, ἡμῖν, εἶπεν, τρὶς τοῦ ἔτους εἰς Σιλὼ συνιοῦσιν ἕπονται κατὰ πανήγυριν αἱ γυναῖκες καὶ αἱ θυγατέρες.τούτων κατὰ ἁρπαγὴν ἐφείσθω γαμεῖν Βενιαμίτας ἃς ἂν δυνηθεῖεν ἡμῶν οὔτε προτρεπομένων οὔτε κωλυόντων. πρὸς δὲ τοὺς πατέρας αὐτῶν δυσχεραίνοντας καὶ τιμωρίαν λαμβάνειν ἀξιοῦντας φήσομεν αὐτοὺς αἰτίους φυλακῆς ἀμελήσαντας τῶν θυγατέρων, ὅτι δὲ δεῖ τῆς ὀργῆς ἐπὶ Βενιαμίτας ὑφεῖναι χρησαμένους αὐτῇ καὶ θᾶττον ἀμέτρως .καὶ οἱ μὲν τούτοις πεισθέντες ψηφίζονται τὸν διὰ τῆς ἁρπαγῆς γάμον τοῖς Βενιαμίταις. ἐνστάσης δὲ τῆς ἑορτῆς οἱ μὲν διακόσιοι κατὰ δύο καὶ τρεῖς πρὸ τῆς πόλεως ἐνήδρευον παρεσομένας τὰς παρθένους ἔν τε ἀμπελῶσι καὶ χωρίοις ἐν οἷς λήσειν ἔμελλον,αἱ δὲ μετὰ παιδιᾶς οὐδὲν ὑφορώμεναι τῶν μελλόντων ἀφυλάκτως ὥδευον· οἱ δὲ σκεδασθεισῶν εἴχοντο ἐξαναστάντες. καὶ οὗτοι μὲν οὕτως γαμήσαντες ἐπʼ ἔργα τῆς γῆς ἐχώρησαν καὶ πρόνοιαν ἐποιήσαντο πάλιν εἰς τὴν προτέραν εὐδαιμονίαν ἐπανελθεῖν.Βενιαμιτῶν μὲν οὖν ἡ φυλὴ κινδυνεύσασα τελέως ἐκφθαρῆναι τῷ προειρημένῳ τρόπῳ κατὰ τὴν Ἰσραηλιτῶν σοφίαν σώζεται ἤνθησέ τε παραχρῆμα καὶ ταχεῖαν εἴς τε πλῆθος καὶ τὰ ἄλλα πάντα ἐποιήσατο τὴν ἐπίδοσιν. οὗτος μὲν οὖν ὁ πόλεμος οὕτως παύεται.Ὅμοια δὲ τούτοις παθεῖν καὶ τὴν Δάνην συνέβη φυλὴν ἐξ αἰτίας τοιαύτης εἰς τοῦτο προαχθεῖσαν.τῶν Ἰσραηλιτῶν ἐκλελοιπότων ἤδη τὴν ἐν τοῖς πολέμοις ἄσκησιν καὶ πρὸς τοῖς ἔργοις ὄντων τῆς γῆς Χαναναῖοι καταφρονήσαντες αὐτῶν συνεποιήσαντο δύναμιν, οὐδὲν μὲν αὐτοὶ πείσεσθαι προσδοκῶντες, ὡς δὲ βεβαίαν τὴν τοῦ ποιήσειν κακῶς τοὺς Ἑβραίους ἐλπίδα λαβόντες ἐπʼ ἀδείας τὸ λοιπὸν οἰκεῖν τὰς πόλεις ἠξίουν.ἅρματά τε οὖν παρεσκευάζοντο καὶ τὸ ὁπλιτικὸν συνεκρότουν αἵ τε πόλεις αὐτῶν συνεφρόνουν καὶ τῆς Ἰούδα φυλῆς τὴν Ἀσκάλωνα καὶ Ἀκαρῶνα παρεσπάσαντο ἄλλας τε πολλὰς τῶν ἐν τῷ πεδίῳ καὶ Δανίτας εἰς τὸ ὄρος ἠνάγκασαν συμφυγεῖν οὐδὲ ὀλίγον αὐτοῖς ἐπιβατὸν τοῦ πεδίου καταλιπόντες.οἱ δʼ οὔτε πολεμεῖν ὄντες ἱκανοὶ γῆν τε οὐκ ἔχοντες ἀρκοῦσαν πέμπουσιν ἐξ αὐτῶν πέντε ἄνδρας εἰς τὴν μεσόγειον κατοψομένους γῆν, εἰς ἣν μετοικήσαιντο. οἱ δʼ οὐ πόρρω τοῦ Λιβάνου ὄρους καὶ ἐλάσσονος Ἰορδάνου τῶν πηγῶν κατὰ τὸ μέγα πεδίον Σιδῶνος πόλεως ὁδὸν ἡμέρας μιᾶς προελθόντες καὶ κατασκεψάμενοι γῆν ἀγαθὴν καὶ πάμφορον σημαίνουσι τοῖς αὑτῶν· οἱ δʼ ὁρμηθέντες στρατῷ κτίζουσιν αὐτόθι πόλιν Δάνα ὁμώνυμον τῷ Ἰακώβου παιδὶ φυλῆς δʼ ἐπώνυμον τῆς αὐτῶν.Τοῖς δʼ Ἰσραηλίταις προύβαινεν ὑπό τε ἀπειρίας τοῦ πονεῖν τὰ κακὰ καὶ ἀπὸ τῆς περὶ τὸ θεῖον ὀλιγωρίας· μετακινηθέντες γὰρ ἅπαξ τοῦ κόσμου τῆς πολιτείας ἐφέροντο πρὸς τὸ καθʼ ἡδονὴν καὶ βούλησιν ἰδίαν βιοῦν, ὡς καὶ τῶν ἐπιχωριαζόντων παρὰ τοῖς Χαναναίοις ἀναπίμπλασθαι κακῶν.ὀργίζεται τοίνυν αὐτοῖς ὁ θεὸς καὶ ἣν σὺν πόνοις μυρίοις εὐδαιμονίαν ἐκτήσαντο, ταύτην ἀπέβαλον διὰ τρυφήν. στρατεύσαντος γὰρ ἐπʼ αὐτοὺς Χουσαρσάθου τοῦ τῶν Ἀσσυρίων βασιλέως πολλούς τε τῶν παραταξαμένων ἀπώλεσαν καὶ πολιορκούμενοι κατὰ κράτος ᾑρέθησαν,εἰσὶ δʼ οἳ διὰ φόβον ἑκουσίως αὐτῷ προσεχώρησαν, φόρους τε τοῦ δυνατοῦ μείζονας ἐπιταγέντες ἐτέλουν καὶ ὕβρεις παντοίας ὑπέμενον ἕως ἐτῶν ὀκτώ, μεθʼ ἃ τῶν κακῶν οὕτως ἠλευθερώθησαν.Τῆς Ἰούδα φυλῆς τις Κενίαζος ὄνομα δραστήριος ἀνὴρ καὶ τὸ φρόνημα γενναῖος, χρησθὲν αὐτῷ μὴ περιορᾶν ἐν τοιαύτῃ τοὺς Ἰσραηλίτας ἀνάγκῃ κειμένους ἀλλʼ εἰς ἐλευθερίαν αὐτοὺς ἐξαιρεῖσθαι τολμᾶν, παρακελευσάμενος συλλαμβάνεσθαι τῶν κινδύνων αὐτῷ τινάς, ὀλίγοι δʼ ἦσαν, οἷς αἰδὼς ἐπὶ τοῖς τότε παροῦσιν ἐτύγχανε καὶ προθυμία μεταβολῆς,πρῶτον μὲν τὴν παρʼ αὐτοῖς οὖσαν φρουρὰν τοῦ Χουσαρσάθου διαφθείρει, προσγενομένων δὲ πλειόνων τῶν συναγωνιζομένων ἐκ τοῦ μὴ διαμαρτεῖν περὶ τὰ πρῶτα τῆς ἐπιχειρήσεως, μάχην τοῖς Ἀσσυρίοις συνάπτουσι καὶ πρὸς τὸ παντελὲς αὐτοὺς ἀπωσάμενοι περαιοῦσθαι τὸν Εὐφράτην ἐβιάζοντο.Κενίαζος δὲ ὡς ἔργῳ πεῖραν αὐτοῦ δεδωκὼς τῆς ἀνδραγαθίας γέρας ὑπὲρ αὐτῆς λαμβάνει παρὰ τοῦ πλήθους ἀρχήν, ὥστε κρίνειν τὸν λαόν. καὶ ἄρξας ἐπʼ ἔτη τεσσαράκοντα καταστρέφει τὸν βίον.Τελευτήσαντος δὲ τούτου πάλιν τὰ τῶν Ἰσραηλιτῶν ὑπὸ ἀναρχίας ἐνόσει πράγματα, καὶ τῷ μὴ διὰ τιμῆς ἄγειν τὸν θεὸν μηδὲ τοῖς νόμοις ὑπακούειν ἔτι μᾶλλον ἐκακοῦτο,ὡς καταφρονήσαντα αὐτῶν τῆς ἀκοσμίας τῆς κατὰ τὴν πολιτείαν Ἐγλῶνα τὸν Μωαβιτῶν βασιλέα πόλεμον πρὸς αὐτοὺς ἐξενεγκεῖν καὶ πολλαῖς μάχαις αὐτῶν κρατήσαντα καὶ τοὺς φρονήματι τῶν ἄλλων διαφέροντας ὑποτάξαντα πρὸς τὸ παντελὲς αὐτῶν τὴν δύναμιν ταπεινῶσαι καὶ φόρους αὐτοῖς ἐπιτάξαι τελεῖν.