ἐπέσχε δʼ αὐτοὺς ἡ γερουσία πείσασα μὴ δεῖν ὀξέως οὕτως πρὸς τοὺς ὁμοφύλους ἐκφέρειν πόλεμον πρὶν ἢ λόγοις διαλεχθῆναι περὶ τῶν ἐγκλημάτων, τοῦ νόμου μηδʼ ἐπὶ τοὺς ἀλλοτρίους ἐφιέντος δίχα πρεσβείας καὶ τοιαύτης πρὸς τὸ μετανοῆσαι πείρας τοὺς δόξαντας ἀδικεῖν στρατιὰν ἀγαγεῖν·καλῶς οὖν ἔχει τῷ νόμῳ πειθομένους πρὸς τοὺς Γαβαηνοὺς ἐξαιτοῦντας τοὺς αἰτίους ἐκπέμψαι καὶ παρεχομένων μὲν ἀρκεῖσθαι τῇ τούτων κολάσει, καταφρονησάντων δὲ τότε τοῖς ὅπλοις αὐτοὺς ἀμύνασθαι.πέμπουσιν οὖν πρὸς τοὺς Γαβαηνοὺς κατηγοροῦντες τῶν νεανίσκων τὰ περὶ τὴν γυναῖκα καὶ πρὸς τιμωρίαν αἰτοῦντες τοὺς δράσαντας μὲν οὐ νόμιμα, γενομένους δὲ δικαίους ἀντʼ αὐτῶν ἐκείνων ἀποθανεῖν.οἱ δὲ Γαβαηνοὶ οὔτε τοὺς νεανίσκους ἐξέδοσαν καὶ δεινὸν ἀλλοτρίοις ὑπακούειν προστάγμασιν ἡγοῦντο πολέμου φόβῳ μηδενὸς ἀξιοῦντες εἶναι χείρους ἐν τοῖς ὅπλοις μήτε διὰ πλῆθος μήτε διʼ εὐψυχίαν. ἦσαν δὲ ἐν παρασκευῇ μεγάλῃ καὶ τῶν ἄλλων φυλετῶν, συναπενοήθησαν γὰρ αὐτοῖς ὡς ἀμυνούμενοι βιαζομένους.Ὡς δὲ τοιαῦτα τοῖς Ἰσραηλίταις τὰ παρὰ τῶν Γαβαηνῶν ἀπηγγέλθη, ὅρκους ποιοῦνται μηδένα σφῶν ἀνδρὶ Βενιαμίτῃ δώσειν πρὸς γάμον θυγατέρα στρατεύσειν τε ἐπʼ αὐτούς, μᾶλλον αὐτοῖς διʼ ὀργῆς ὄντες ἢ τοῖς Χαναναίοις τοὺς προγόνους ἡμῶν παρειλήφαμεν γενομένους.παραχρῆμά τε ἐξῆγον ἐπʼ αὐτοὺς τὸ στρατόπεδον μυριάδας τεσσαράκοντα ὁπλιτῶν· καὶ Βενιαμιτῶν τὸ ὁπλιτικὸν ἦν ὑπὸ δισμυρίων καὶ πεντακισχιλίων καὶ ἑξακοσίων, ὧν ἦσαν εἰς πεντακοσίους ταῖς λαιαῖς τῶν χειρῶν σφενδονᾶν ἄριστοι,ὥστε καὶ μάχης πρὸς τῇ Γαβᾷ γενομένης τρέπουσι τοὺς Ἰσραηλίτας οἱ Βενιαμῖται ἄνδρες τε πίπτουσιν ἐξ αὐτῶν εἰς δισμυρίους καὶ δισχιλίους, ἐφθάρησαν δὲ ἴσως ἂν καὶ πλείονες, εἰ μὴ νὺξ αὐτοὺς ἐπέσχε καὶ διέλυσε μαχομένους.καὶ οἱ μὲν Βενιαμῖται χαίροντες ἀνεχώρουν εἰς τὴν πόλιν, οἱ δʼ Ἰσραηλῖται καταπεπληγότες ὑπὸ τῆς ἥττης εἰς τὸ στρατόπεδον. τῇ δʼ ἐπιούσῃ πάλιν συμβαλόντων οἱ Βενιαμῖται κρατοῦσι καὶ θνήσκουσι τῶν Ἰσραηλιτῶν ὀκτακισχίλιοι καὶ μύριοι, καὶ δείσαντες τὸν φόνον ἐξέλιπον τὸ στρατόπεδον.παραγενόμενοι δὲ εἰς Βέθηλα πόλιν ἔγγιστα κειμένην καὶ νηστεύσαντες κατὰ τὴν ὑστεραίαν τὸν θεὸν ἱκέτευον διὰ Φινεέσου τοῦ ἀρχιερέως παύσασθαι τῆς ὀργῆς τῆς πρὸς αὐτοὺς καὶ ταῖς δυσὶν αὐτῶν ἥτταις ἀρκεσθέντα δοῦναι νίκην καὶ κράτος κατὰ τῶν πολεμίων. ὁ δὲ θεὸς ἐπαγγέλλεται ταῦτα διὰ Φινεέσου προφητεύσαντος.Ποιήσαντες οὖν τὴν στρατιὰν δύο μέρη τὴν μὲν ἡμίσειαν προλοχίζουσι νυκτὸς περὶ τὴν πόλιν, οἱ δʼ ἡμίσεις συνέβαλον τοῖς Βενιαμίταις ὑπεχώρουν τε ἐγκειμένων, καὶ ἐδίωκον οἱ Βενιαμῖται τῶν Ἑβραίων ὑποφευγόντων ἠρέμα καὶ ἐπὶ πολὺ θελόντων εἰς ἅπαν αὐτοὺς ἐξελθεῖν ἀναχωροῦσιν εἵποντο,ὡς καὶ τοὺς ἐν τῇ πόλει πρεσβύτας καὶ νέους ὑπολειφθέντας διεκδραμεῖν διʼ ἀσθένειαν αὐτοῖς πασσυδὶ βουλομένους χειρώσασθαι τοὺς πολεμίους. ὡς δὲ πολὺ τῆς πόλεως ἀπέσχον, ἐπαύσαντο μὲν φεύγοντες οἱ Ἑβραῖοι, ἐπιστραφέντες δʼ ἵστανται πρὸς μάχην καὶ τοῖς ἐν ταῖς ἐνέδραις οὖσι τὸ σημεῖον αἴρουσιν ὃ συνέκειτο.οἱ δʼ ἐξαναστάντες μετὰ βοῆς ἐπῄεσαν τοῖς πολεμίοις. οἱ δὲ ἅμα τε ἠπατημένους αὑτοὺς ᾔσθοντο καὶ ἐν ἀμηχανίᾳ συνεστήκεσαν, καὶ εἴς τι κοῖλον συνελαθέντας καὶ φαραγγῶδες χωρίον περιστάντες κατηκόντισαν, ὥστε πάντας διαφθαρῆναι πλὴν ἑξακοσίων.οὗτοι δὲ συστραφέντες καὶ πυκνώσαντες ἑαυτοὺς καὶ διὰ μέσων ὠσάμενοι τῶν πολεμίων ἔφυγον ἐπὶ τὰ πλησίον ὄρη, καὶ κατασχόντες ἱδρύθησαν. οἱ δʼ ἄλλοι πάντες περὶ δισμυρίους ὄντες καὶ πεντακισχιλίους ἀπέθανον.οἱ δʼ Ἰσραηλῖται τήν τε Γάβαν ἐμπιπρᾶσι καὶ τὰς γυναῖκας καὶ τῶν ἀρρένων τοὺς μὴ ἐν ἀκμῇ διεχρήσαντο, τάς τε ἄλλας τῶν Βενιαμιτῶν πόλεις ταὐτὰ δρῶσιν, οὕτως τε ἦσαν παρωξυμμένοι, ὡς καὶ Ἰάβησον τῆς Γαλαδίτιδος οὖσαν, ὅτι μὴ συμμαχήσειεν αὐτοῖς κατὰ τῶν Βενιαμιτῶν, πέμψαντες μυρίους καὶ δισχιλίους ἐκ τῶν τάξεων ἐκέλευσαν ἀνελεῖν.καὶ φονεύουσι τὸ μάχιμον τῆς πόλεως οἱ πεμφθέντες σὺν τέκνοις καὶ γυναιξὶ πλὴν τετρακοσίων παρθένων. ἐπὶ τοσοῦτον ὑπʼ ὀργῆς προήχθησαν τῷ κατὰ τὴν γυναῖκα πάθει προσλαβόντες καὶ τὸ κατὰ τὴν ἀναίρεσιν τῶν ὁπλιτῶν.Μετάνοια δʼ αὐτοὺς λαμβάνει τῆς τῶν Βενιαμιτῶν συμφορᾶς καὶ νηστείαν ἐπʼ αὐτοῖς προέθεντο καίτοι δίκαια παθεῖν αὐτοὺς ἀξιοῦντες εἰς τοὺς νόμους ἐξαμαρτάνοντας, καὶ τοὺς διαφυγόντας αὐτῶν ἑξακοσίους διὰ πρεσβευτῶν ἐκάλουν· καθίδρυντο γὰρ ὑπὲρ πέτρας τινὸς Ῥοᾶς καλουμένης κατὰ τὴν ἔρημον.οἱ δὲ πρέσβεις ὡς οὐκ ἐκείνοις τῆς συμφορᾶς μόνοις γεγενημένης ἀλλὰ καὶ αὐτοῖς τῶν συγγενῶν ἀπολωλότων ὀδυρόμενοι πρᾴως ἔπειθον φέρειν καὶ συνελθεῖν εἰς ταὐτὸ καὶ μὴ παντελῆ τῆς Βενιαμίτιδος φυλῆς ὄλεθρον τό γε ἐπʼ αὐτοῖς καταψηφίσασθαι. συγχωροῦμεν δὲ ὑμῖν, ἔλεγον, τὴν ἁπάσης τῆς φυλῆς γῆν καὶ λείαν ὅσην ἂν ἄγειν δυνηθῆτε .οἱ δὲ τῶν καθʼ ἑαυτοὺς θεοῦ ψήφῳ γεγονότων καὶ κατʼ ἀδικίαν τὴν αὐτῶν γνωσιμαχήσαντες κατῄεσαν εἰς τὴν πάτριον φυλὴν πειθόμενοι τοῖς προκαλουμένοις. οἱ δʼ Ἰσραηλῖται γυναῖκας αὐτοῖς τὰς τετρακοσίας ἔδοσαν παρθένους τὰς Ἰαβίτιδας, περὶ δὲ τῶν διακοσίων ἐσκόπουν, ὅπως κἀκεῖνοι γυναικῶν εὐπορήσαντες παιδοποιῶνται.