μηνύσομεν γὰρ αὐτῷ, ἔφασαν, διὰ τὸ σὸν σώζεσθαι πρόθυμον. εἰ δέ τις ἐν τῇ μάχῃ πέσοι τῶν σῶν, σύ τε οὐκ ἂν ἡμῖν ἐπενέγκοις αἰτίαν καὶ τὸν θεὸν ὃν ὀμωμόκαμεν παραιτούμεθα μηδὲν ὡς ἐπὶ παραβαίνουσι τοὺς ὅρκους δυσχερᾶναι.καὶ οἱ μὲν ταῦτα συνθέμενοι ἐχώρουν διὰ τοῦ τείχους καθιμήσαντες ἑαυτούς, καὶ διασωθέντες πρὸς τοὺς οἰκείους ἐδήλωσαν ὅσα πράξαντες ἐπὶ τῆς πόλεως ἧκον· Ἰησοῦς δὲ τῷ ἀρχιερεῖ Ἐλεαζάρῳ καὶ τῇ γερουσίᾳ φράζει τὰ τοῖς σκοποῖς ὁμοθέντα πρὸς τὴν Ῥαάβην· οἱ δʼ ἐπεκύρουν τὸν ὅρκον.Δεδιότος δὲ τοῦ στρατοῦ τὴν διάβασιν, μέγας γὰρ ἦν ὁ ποταμὸς τῷ ῥεύματι καὶ οὔτε γεφύραις πορευτός, οὐ γὰρ ἔζευκτο τὸ πρότερον, βουλομένους τε γεφυροῦν οὐχ ἕξειν σχολὴν παρὰ τῶν πολεμίων ὑπελάμβανον πορθμείων τε μὴ τυγχανόντων, διαβατὸν αὐτοῖς ὁ θεὸς ἐπαγγέλλεται ποιήσειν τὸν ποταμὸν μειώσας αὐτοῦ τὸ πλῆθος.καὶ δύο ἐπισχὼν ἡμέρας Ἰησοῦς διεβίβαζε τὸν στρατὸν καὶ τὴν πληθὺν ἅπασαν τοιούτῳ τρόπῳ· προῄεσαν μὲν οἱ ἱερεῖς τὴν κιβωτὸν ἔχοντες, ἔπειτα οἱ Λευῖται τήν τε σκηνὴν καὶ τὰ πρὸς ὑπηρεσίαν ταῖς θυσίαις σκεύη κομίζοντες, εἵποντο δὲ τοῖς Λευίταις κατὰ φυλὰς ὁ πᾶς ὅμιλος μέσους ἔχων παῖδας καὶ γυναῖκας, δεδιὼς περὶ αὐτῶν μὴ βιασθεῖεν ὑπὸ τοῦ ῥεύματος.ὡς δὲ τοῖς ἱερεῦσι πρώτοις ἐμβᾶσι πορευτὸς ἔδοξεν ὁ ποταμός, τοῦ μὲν βάθους ἐπεσχημένου, τοῦ δὲ κάχληκος τῷ μὴ πολὺν εἶναι μηδʼ ὀξὺν τὸν ῥοῦν ὥσθʼ ὑποφέρειν αὐτὸν τῇ βίᾳ ἀντʼ ἐδάφους κειμένου, πάντες ἤδη θαρσαλέως ἐπεραιοῦντο τὸν ποταμόν, οἷον αὐτὸν ὁ θεὸς προεῖπε ποιήσειν τοιοῦτον κατανοοῦντες.ἔστησαν δὲ ἐν μέσῳ οἱ ἱερεῖς ἕως οὗ διαβαίη τὸ πλῆθος καὶ τἀσφαλοῦς ἁψάμενον τύχοι. πάντων δὲ διαβάντων ἐξῄεσαν οἱ ἱερεῖς ἐλεύθερον ἀφέντες ἤδη τὸ ῥεῦμα χωρεῖν κατὰ τὴν συνήθειαν. καὶ ὁ μὲν ποταμὸς εὐθὺς ἐκβάντων αὐτὸν τῶν Ἑβραίων ηὔξετο καὶ τὸ ἴδιον ἀπελάμβανε μέγεθος.Οἱ δὲ πεντήκοντα προελθόντες στάδια βάλλονται στρατόπεδον ἀπὸ δέκα σταδίων τῆς Ἱεριχοῦντος, Ἰησοῦς τε τόν τε βωμὸν ἐκ τῶν λίθων ὧν ἕκαστος ἀνείλετο τῶν φυλάρχων ἐκ τοῦ βυθοῦ τοῦ προφήτου κελεύσαντος ἱδρυσάμενος τεκμήριον γενησόμενον τῆς ἀνακοπῆς τοῦ ῥεύματος ἔθυεν ἐπʼ αὐτοῦ τῷ θεῷ, καὶ τὴν φάσκα ἑώρταζον ἐν ἐκείνῳ τῷ χωρίῳ,πάντων ὧν αὐτοῖς πρότερον συνέβαινε σπανίζειν τότε ῥᾳδίως εὐποροῦντες· τόν τε γὰρ σῖτον ἀκμάζοντα ἤδη τῶν Χαναναίων ἐθέριζον καὶ τὰ λοιπὰ λείαν ἦγον· τότε γὰρ αὐτοὺς καὶ ἡ τῆς μάννας ἐπελελοίπει τροφὴ χρησαμένους ἐπὶ ἔτη τεσσαράκοντα.Ὡς δὲ ταῦτα ποιούντων τῶν Ἰσραηλιτῶν οὐκ ἐπεξῄεσαν οἱ Χαναναῖοι τειχήρεις δʼ ἡσύχαζον, πολιορκεῖν αὐτοὺς Ἰησοῦς ἔγνω. καὶ τῇ πρώτῃ τῆς ἑορτῆς ἡμέρᾳ τὴν κιβωτὸν οἱ ἱερεῖς φέροντες, περὶ δʼ αὐτὴν ἐν κύκλῳ μέρος τι τῶν ὁπλιτῶν φυλάττον ἦν,οἳ καὶ προῄεσαν ἑπτὰ κέρασιν αὐτῶν σαλπίζοντες παρεκάλουν τὸν στρατὸν εἰς ἀλκὴν, περιώδευόν τε τὸ τεῖχος ἑπομένης τῆς γερουσίας, καὶ σαλπισάντων μόνον τῶν ἱερέων, τούτου γὰρ οὐδὲν ἐποίησαν περισσότερον, ἀνέζευξαν εἰς τὸ στρατόπεδον.καὶ τοῦτο ἐπὶ ἡμέρας ἓξ ποιησάντων τῇ ἑβδόμῃ τὸ ὁπλιτικὸν Ἰησοῦς συναγαγὼν καὶ τὸν λαὸν ἅπαντα τὴν ἅλωσιν αὐτοῖς τῆς πόλεως εὐηγγελίζετο, ὡς κατʼ ἐκείνην τὴν ἡμέραν αὐτοῖς τοῦ θεοῦ ταύτην παρέξοντος αὐτομάτως καὶ δίχα τοῦ πόνου τοῦ σφετέρου τῶν τειχῶν κατενεχθησομένων.κτείνειν μέντοι πάνθʼ ὁντινοῦν εἰ λάβοιεν παρεκελεύετο καὶ μήτε κάμνοντας ἀποστῆναι τοῦ φόνου τῶν πολεμίων, μήτʼ ἐλέῳ παραχωρήσαντας μήτε περὶ ἁρπαγὴν γινομένους περιορᾶν φεύγοντας τοὺς ἐχθρούς·ἀλλὰ τὰ μὲν ζῷα πάντα διαφθείρειν μηδὲν αὐτοὺς εἰς ἰδίαν ὠφέλειαν λαμβάνοντας, ὅσος δʼ ἂν ἄργυρος ᾖ καὶ χρυσός, ταῦτα ἐκέλευσε συγκομίζοντας ἀπαρχὴν ἐξαίρετον τῶν κατωρθωμένων τῷ θεῷ τηρεῖν ἐκ τῆς πρῶτον ἁλισκομένης πόλεως εἰληφότας· σώζειν δὲ μόνην Ῥαάβην καὶ τὴν γενεὰν αὐτῆς διὰ τοὺς γενομένους πρὸς αὐτὴν τοῖς κατασκόποις ὅρκους.Ταῦτʼ εἰπὼν καὶ διατάξας τὸν στρατὸν προσήγαγεν ἐπὶ τὴν πόλιν· περιῄεσαν δὲ πάλιν τὴν πόλιν ἡγουμένης τῆς κιβωτοῦ καὶ τῶν ἱερέων τοῖς κέρασιν ἐξοτρυνόντων τὴν δύναμιν πρὸς τὸ ἔργον. καὶ περιελθόντων ἑπτάκις καὶ πρὸς ὀλίγον ἠρεμησάντων κατέπεσε τὸ τεῖχος μήτε μηχανῆς μήτε ἄλλης βίας αὐτῷ προσενεχθείσης ὑπὸ τῶν Ἑβραίων.Οἱ δʼ εἰσελθόντες εἰς Ἱεριχοῦντα πάντας ἔκτεινον, τῶν ἐν αὐτῇ πρὸς τὴν παράδοξον τοῦ τείχους ἀνατροπὴν καταπεπληγότων καὶ τοῦ φρονήματος αὐτοῖς πρὸς ἄμυναν ἀχρείου γεγονότος· ἀνῃροῦντο δʼ οὖν ἐν ταῖς ὁδοῖς ἀποσφαττόμενοι καὶ ἐν ταῖς οἰκίαις ἐπικαταλαμβανόμενοι.παρῃτεῖτο δʼ οὐδὲν αὐτούς, ἀλλὰ πάντες ἀπώλλυντο ἄχρι γυναικῶν καὶ παιδίων, καὶ νεκρῶν ἡ πόλις ἦν ἀνάπλεως καὶ διέφυγεν οὐδέν. τὴν δὲ πόλιν ἐνέπρησαν ἅπασαν καὶ τὴν χώραν.καὶ τὴν Ῥαάβην σὺν τοῖς οἰκείοις εἰς τὸ καταγώγιον συμφυγοῦσαν ἔσωσαν οἱ κατάσκοποι, καὶ πρὸς αὐτὸν Ἰησοῦς ἀχθείσῃ χάριν ἔχειν ὡμολόγει τῆς σωτηρίας τῶν κατασκόπων καὶ μὴν τῆς εὐεργεσίας ταύτης ἔλεγεν ἐν ταῖς ἀμοιβαῖς οὐχ ἥττονα φανήσεσθαι, δωρεῖται δʼ αὐτὴν εὐθὺς ἀγροῖς καὶ διὰ τιμῆς εἶχε τῆς πάσης.