οἱ δὲ καὶ πρὸς τὰ παρὰ τοῦ θεοῦ δυσθύμως εἶχον καὶ πρὸς τὸ πολεμεῖν ἀηδῶς πολλά τε παρὰ τῶν Χαναναίων λαβόντες καὶ πρὸς τοὺς πόνους ἤδη διὰ τὴν τρυφὴν ἐκλελυμένοι.καὶ συνέβαινεν ἤδη τὴν ἀριστοκρατίαν διεφθάρθαι, καὶ τὰς γερουσίας οὐκ ἀπεδείκνυσαν οὐδʼ ἀρχὴν ἄλλην οὐδεμίαν τῶν πρότερον νενομισμένων, ἦσαν δὲ ἐν τοῖς ἀγροῖς ἡδονῇ τοῦ κερδαίνειν προσδεδεμένοι. καὶ διὰ τὴν πολλὴν ἄδειαν στάσις αὐτοὺς πάλιν καταλαμβάνει δεινὴ καὶ προήχθησαν εἰς τὸ πολεμεῖν ἀλλήλοις ἐκ τοιαύτης αἰτίας.Λευίτης ἀνὴρ τῶν δημοτικωτέρων τῆς Ἐφράνου κληρουχίας ὢν καὶ ἐν ἐκείνῃ κατοικῶν ἄγεται γύναιον ἀπὸ Βηθλέμων, τῆς δὲ Ἰούδα φυλῆς τοῦτʼ ἔστι τὸ χωρίον. ἐρῶν δὲ σφόδρα τῆς γυναικὸς καὶ τοῦ κάλλους αὐτῆς ἡττημένος ἠτύχει τῶν παρʼ ἐκείνης οὐχ ὁμοίων πειρώμενος.ἀλλοτρίως δʼ αὐτῆς ἐχούσης καὶ διὰ τοῦτο μᾶλλον ἐκκαιομένου τῷ πάθει μέμψεις συνεχεῖς αὐτοῖς ἐγίνοντο καὶ τέλος ἡ γυνὴ πρὸς αὐτὰς βαρυνομένη καταλιποῦσα τὸν ἄνδρα πρὸς τοὺς γονεῖς παραγίνεται μηνὶ τετάρτῳ. χαλεπῶς δὲ φέρων ὁ ἀνὴρ ἐπὶ τῷ ἔρωτι ἧκε πρὸς τοὺς πενθεροὺς καὶ διαλυσάμενος τὰς μέμψεις καταλλάττεται πρὸς αὐτήν.καὶ τέτταρας μὲν ἡμέρας προσαυτόθι διαιτᾶται φιλοφρονουμένων αὐτὸν τῶν γονέων, τῇ δὲ πέμπτῃ δόξαν ἀπιέναι πρὸς αὑτὸν περὶ δείλην ἔξεισι· βράδιον γὰρ ἀπέλυον οἱ γονεῖς τὴν θυγατέρα καὶ τῆς ἡμέρας τριβὴν ἐποιοῦντο. θεράπων δʼ αὐτοῖς εἷς εἵπετο καὶ ὄνος ἦν αὐτοῖς, ἐφʼ ἧς ὠχεῖτο τὸ γύναιον.γενομένων δʼ αὐτῶν κατὰ Ἱεροσόλυμα, σταδίους δʼ ἐληλύθεσαν ἤδη τριάκοντα, συνεβούλευεν ὁ θεράπων καταχθῆναί που, μὴ καί τι τῆς νυκτὸς αὐτοὺς ὁδεύοντας καταλάβῃ δύσκολον καὶ ταῦτα οὐδὲ πόρρω πολεμίων ὄντας, τοῦ καιροῦ πολλάκις ἐπισφαλῆ καὶ ὕποπτα ποιοῦντος καὶ τὰ φίλα.τῷ δʼ οὐκ ἤρεσεν ἡ γνώμη παρʼ ἀλλοφύλοις ἀνδράσι ξενοῦσθαι, Χαναναίων γὰρ ἦν ἡ πόλις, ἀλλὰ προελθόντας εἴκοσι στάδια εἰς οἰκείαν ἠξίου κατάγεσθαι πόλιν, καὶ κρατήσας τῇ γνώμῃ παρῆν εἰς Γαβὰν φυλῆς τῆς Βενιαμίτιδος ἤδη ὀψίας οὔσης.καὶ μηδενὸς ἐπὶ ξενίαν τῶν κατὰ τὴν ἀγορὰν αὐτὸν παρακαλοῦντος πρεσβύτης ἐξ ἀγροῦ κατιὼν τῆς μὲν Ἐφράμιος φυλῆς ὢν ἐν δὲ τῇ Γάβῃ διαιτώμενος συντυγχάνων αὐτῷ, τίς τε ὢν ἤρετο καὶ διʼ ἃς αἰτίας στελλόμενος σκότους ἤδη τὰ πρὸς τὸ δεῖπνον αὑτῷ λαμβάνοι.ὁ δὲ Λευίτης μὲν ἔφησεν εἶναι, γύναιον δὲ παρὰ τῶν γονέων ἄγων πρὸς αὐτὸν ἀπιέναι, τὴν δʼ οἴκησιν ἐδήλου τυγχάνειν ἐν τῇ Ἐφράμου κληρουχίᾳ. ὁ δὲ πρεσβύτης καὶ διὰ συγγένειαν καὶ διὰ τὸ τὴν αὐτὴν φυλὴν νέμειν καὶ διὰ τὴν συντυχίαν παρʼ αὐτὸν ξενισθησόμενον ἦγε.νεανίαι δέ τινες τῶν Γαβαηνῶν ἐπὶ τῆς ἀγορᾶς τὸ γύναιον θεασάμενοι καὶ τὴν εὐπρέπειαν θαυμάσαντες, ἐπεὶ παρὰ τῷ πρεσβύτῃ κατηγμένην ἔμαθον καταφρονήσαντες τῆς ἀσθενείας καὶ τῆς ὀλιγότητος ἧκον ἐπὶ τὰς θύρας. τοῦ δὲ πρεσβύτου παρακαλοῦντος ἀπαλλάττεσθαι καὶ μὴ προσφέρειν βίαν μηδὲ ὕβριν ἠξίουν αὐτὸν παρασχόντα τὴν ξένην πραγμάτων ἀπηλλάχθαι.συγγενῆ δὲ λέγοντος καὶ Λευῖτιν τοῦ πρεσβύτου καὶ δράσειν αὐτοὺς δεινὰ ὑφʼ ἡδονῆς εἰς τοὺς νόμους ἐξαμαρτάνοντας ὠλιγώρουν τοῦ δικαίου καὶ κατεγέλων, ἠπείλουν δὲ ἀποκτείνειν αὐτὸν ἐμποδίζοντα ταῖς ἐπιθυμίαις αὐτῶν.εἰς δʼ ἀνάγκην περιηγμένος καὶ μὴ βουλόμενος τοὺς ξένους περιιδεῖν ὑβρισθέντας τῆς ἑαυτοῦ θυγατρὸς αὐτοῖς παρεχώρει, πληρώσειν τε τὴν ἐπιθυμίαν αὐτοὺς λέγων νομιμώτερον δίχα τῆς εἰς τοὺς ξένους ὕβρεως αὐτός τε μηδὲν ἀδικήσειν οὓς ὑπεδέξατο τούτῳ τῷ τρόπῳ νομίζων.ὡς δʼ οὐδὲν τῆς σπουδῆς τῆς ἐπὶ τὴν ξένην ἐνεδίδοσαν, ἀλλὰ ἐνέκειντο ταύτην παραλαβεῖν ἀξιοῦντες, ὁ μὲν ἱκέτευε μηδὲν τολμᾶν παράνομον, οἱ δʼ ἁρπασάμενοι καὶ προσθέμενοι μᾶλλον τῷ βιαίῳ τῆς ἡδονῆς ἀπήγαγον πρὸς αὑτοὺς τὴν γυναῖκα καὶ διʼ ὅλης νυκτὸς ἐμπλησθέντες τῆς ὕβρεως ἀπέλυσαν περὶ ἀρχομένην ἡμέραν.ἡ δὲ τεταλαιπωρημένη τοῖς συμβεβηκόσι παρῆν ἐπὶ τὴν ξενίαν καὶ ὑπὸ λύπης ὧν ἐπεπόνθει καὶ τοῦ μὴ τολμᾶν ὑπʼ αἰσχύνης εἰς ὄψιν ἐλθεῖν τἀνδρί, τοῦτον γὰρ μάλιστα τοῖς γεγενημένοις ἔχειν ἀνιάτως ἐλογίζετο, καταπεσοῦσα τὴν ψυχὴν ἀφίησιν.ὁ δὲ ἀνὴρ αὐτῆς οἰόμενος ὕπνῳ βαθεῖ κατεισχῆσθαι τὴν γυναῖκα καὶ μηδὲν σκυθρωπὸν ὑφορώμενος ἀνεγείρειν ἐπειρᾶτο παραμυθήσασθαι διεγνωκώς, ὡς οὐκ ἐξ ἑκουσίου γνώμης αὑτὴν παράσχοι τοῖς καθυβρίσασιν, ἀλλʼ ἁρπασαμένων ἐπὶ τὴν ξενίαν ἐλθόντων αὐτῶν.ὡς δὲ τελευτήσασαν ἔμαθε, σωφρόνως πρὸς τὸ μέγεθος τῶν κακῶν ἐπιθέμενος τῷ κτήνει νεκρὰν τὴν γυναῖκα κομίζει πρὸς αὑτόν, καὶ διελὼν αὐτὴν κατὰ μέλος εἰς μέρη δώδεκα διέπεμψεν εἰς ἑκάστην φυλὴν ἐντειλάμενος τοῖς κομίζουσι λέγειν τοὺς αἰτίους τῆς τελευτῆς τῇ γυναικὶ καὶ τὴν παροινίαν τῆς φυλῆς.Οἱ δʼ ὑπό τε τῆς ὄψεως καὶ τῆς ἀκοῆς τῶν βεβιασμένων κακῶς διατεθέντες πρότερον οὐδενὸς τοιούτου πεῖραν εἰληφότες, ὑπʼ ὀργῆς ἀκράτου καὶ δικαίας εἰς τὴν Σιλοῦν συλλεγέντες καὶ πρὸ τῆς σκηνῆς ἀθροισθέντες εἰς ὅπλα χωρεῖν εὐθὺς ὥρμηντο καὶ χρήσασθαι τοῖς Γαβαηνοῖς ὡς πολεμίοις.