Διαβᾶσα δὲ τὸν ποταμὸν ἥ τε Ῥουβηλὶς φυλὴ καὶ Γαδὶς καὶ ὅσοι τῶν Μανασσητῶν αὐτοῖς συνείποντο βωμὸν ὑπὲρ τῆς ὄχθης ἱδρύονται τοῦ Ἰορδάνου, μνημεῖον τοῖς ἔπειτα γενησόμενον σύμβολον τῆς πρὸς τοὺς πέραν κατῳκημένους οἰκειότητος.ἀκούσαντες δὲ οἱ πέραν βωμὸν ἱδρῦσθαι τοὺς ἀπολυθέντας οὐ μεθʼ ἧς ἐκεῖνοι γνώμης ἀνέστησαν αὐτόν, ἀλλʼ ἐπὶ νεωτερισμῷ καὶ ξενικῶν εἰσαγωγῇ θεῶν, οὐκ ἤθελον ἀπιστεῖν, ἀλλὰ περὶ θείαν θρησκείαν τὴν διαβολὴν πιθανὴν νομίζοντες ἐν ὅπλοις ἦσαν, ὡς ἐπʼ ἀμύνῃ τῶν τὸν βωμὸν ἱδρυσαμένων περαιωσόμενοι τὸν ποταμὸν καὶ κολάσοντες αὐτοὺς τῆς παρατροπῆς τῶν πατρίων ἐθῶν.οὐ γὰρ ἐδόκει τὴν συγγένειαν αὐτοὺς λογίζεσθαι καὶ τὸ ἀξίωμα τῶν τὴν αἰτίαν εἰληφότων, ἀλλὰ τὸ τοῦ θεοῦ βουλητὸν καὶ ᾧ τρόπῳ τιμώμενος χαίρει.καὶ οἱ μὲν ἐστράτευσαν ὑπʼ ὀργῆς, ἐπέσχε δʼ αὐτοὺς Ἰησοῦς καὶ ὁ ἀρχιερεὺς Ἐλεάζαρος καὶ ἡ γερουσία λόγοις συμβουλεύοντες ἀπόπειραν αὐτῶν τῆς γνώμης λαβεῖν πρῶτον, ἔπειτʼ ἂν κακοήθη μάθωσι τὴν διάνοιαν αὐτῶν τότε τοῖς. ὅπλοις χωρεῖν ἐπʼ αὐτούς.πέμπουσιν οὖν πρεσβευτὰς πρὸς αὐτοὺς Φινεέσην τὸν υἱὸν Ἐλεαζάρου καὶ δέκα σὺν αὐτῷ τῶν ἐν τιμῇ παρὰ τοῖς Ἑβραίοις μαθησομένους, τί καὶ φρονήσαντες τὸν βωμὸν ἐπὶ τῆς ὄχθης τοῦ ποταμοῦ διαβάντες ἔστησαν.ὡς δὲ περαιωσαμένων καὶ πρὸς αὐτοὺς ἀφικομένων ἐκκλησία συνελέγη, στὰς Φινεέσης μείζω μὲν αὐτοὺς ἁμαρτεῖν ἔλεγεν, ἢ ὥστε λόγοις ἐπιτιμηθέντας νενουθετῆσθαι πρὸς τὰ μέλλοντα πλὴν οὐ πρὸς τὸ μέγεθος τῆς παρανομίας ἀπιδόντας εὐθὺς ἐφʼ ὅπλα καὶ τὴν ἐκ χειρῶν τιμωρίαν ὁρμῆσαι, πρὸς δὲ τὸ συγγενὲς καὶ τὸ τάχα καὶ λόγοις ἂν σωφρονῆσαι σκοπήσαντας οὕτω ποιήσασθαι τὴν πρεσβείαν,ἵνα τὴν αἰτίαν μαθόντες ὑφʼ ἧς προήχθητε τὸν βωμὸν κατασκευάσαι μήτε προπετεῖς δοκῶμεν ὅπλοις μετιόντες ὑμᾶς κατὰ λογισμὸν ὅσιον ποιησαμένους τὸν βωμόν, κατι δικαίως ἀμυνώμεθα τῆς διαβολῆς ἐλεγχθείσης ἀληθοῦς.οὐ γὰρ ἠξιοῦμεν ὑμᾶς πείρᾳ τῆς τοῦ θεοῦ γνώμης ἐντὸς γεγενημένους καὶ νόμων ὧν αὐτὸς ἡμῖν δέδωκεν ἀκροατὰς ὑπάρχοντας, διαζευχθέντας ἡμῶν καὶ παρόντας εἰς τὸν ἴδιον κλῆρον, ὃν κατὰ χάριν τοῦ θεοῦ καὶ τῆς ἐκείνου περὶ ἡμᾶς προνοίας ἐλάχετε, λήθην λαβεῖν αὐτοῦ καὶ τὴν σκηνὴν καὶ τὴν κιβωτὸν καταλιπόντας καὶ βωμὸν ὃς ἡμῖν πάτριος ξενικοὺς θεοὺς ἐπιφέρειν τοῖς Χαναναίων κακοῖς προσκεχωρηκότας.ἀλλʼ οὐδὲν ἀδικεῖν δόξετε μετανοήσαντες καὶ μὴ περαιτέρω μανέντες νόμων δὲ πατρίων αἰδῶ καὶ μνήμην λαβόντες. ἂν δʼ ἐπιμένητε τοῖς ἡμαρτημένοις, οὐ περιστησόμεθα τὸν ὑπὲρ τῶν νόμων πόνον, ἀλλὰ περαιωσάμενοι τὸν Ἰόρδανον τούτοις βοηθήσομεν καὶ πρὸ αὐτῶν τῷ θεῷ, μηδὲν ὑμᾶς Χαναναίων διαφέρειν ὑπολαμβάνοντες ἀλλʼ ὁμοίως ἐκείνοις διαφθείροντες.μὴ γὰρ νομίσητε τῷ διαβεβηκέναι τὸν ποταμὸν καὶ τῆς τοῦ θεοῦ δυνάμεως ἔξω γεγονέναι πανταχοῦ δʼ ἐν τοῖς τούτου ἐστὲ καὶ ἀποδρᾶναι τὴν ἐξουσίαν αὐτοῦ καὶ τὴν ἀπὸ ταύτης δίκην ἀδύνατον. εἰ δʼ οἴεσθε τὴν ἐνθάδε παρουσίαν ὑμῖν ἐμπόδιον εἶναι τοῦ σωφρονεῖν, οὐδὲν κωλύει πάλιν τὴν γῆν ὑμᾶς ἀναδάσασθαι καὶ ταύτην ἀνεῖναι μηλόβοτον.ἀλλʼ εὖ ποιήσετε σωφρονήσαντες καὶ ἐπὶ νεαροῖς μετατιθέμενοι τοῖς ἁμαρτήμασι. καὶ παρακαλοῦμεν ὑμᾶς πρὸς παίδων καὶ γυναικῶν μὴ παρασχεῖν ἡμῖν ἀνάγκην ἀμύνασθαι. ὡς οὖν τῆς ὑμετέρας αὐτῶν σωτηρίας καὶ τῶν φιλτάτων ὑμῖν ἐν τῇδε τῇ ἐκκλησίᾳ κειμένης οὕτω βουλεύεσθε, λόγοις ἡττηθῆναι συμφέρειν ὑπολαμβάνοντες ἢ πεῖραν ἔργων καὶ πολέμου περιμένειν .Τοσαῦτα τοῦ Φινεέσου διαλεχθέντος οἱ προεστῶτες τῆς ἐκκλησίας καὶ τὸ πλῆθος αὐτὸ πᾶν ἤρξαντο περὶ τῶν ἐγκεκλημένων αὐτοῖς ἀπολογεῖσθαι, καὶ μήτε συγγενείας τῆς πρὸς αὐτοὺς ἀποστήσεσθαι μήτε κατὰ νεωτερισμὸν ἀναστῆσαι τὸν βωμὸν λέγειν,ἀλλὰ θεόν τε ἕνα γινώσκειν τὸν Ἑβραίοις ἅπασι κοινὸν καὶ τὸν πρὸ τῆς σκηνῆς βωμὸν χάλκεον, ᾧ τὰς θυσίας ποιήσειν· τὸν μέντοι γε νῦν ἀνασταθέντα, διʼ ὃν καὶ ὕποπτοι γεγόνασιν, οὐ κατὰ θρησκείαν ἱδρῦσθαι, σύμβολον δὲ ὅπως εἴη καὶ τεκμήριον εἰς τὸν αἰῶνα τῆς πρὸς ὑμᾶς οἰκειότητος καὶ ἀνάγκη τοῦ σωφρονεῖν καὶ τοῖς πατρίοις ἐμμένειν, ἀλλʼ οὐχὶ παραβάσεως ἀρχήν, ὡς ὑπονοεῖτε.μάρτυς δʼ ἡμῖν τοῦ ἐπὶ τοιαύτῃ τὸν βωμὸν αἰτίᾳ κατασκευάσαι γένοιτο ὁ θεὸς ἀξιόχρεως, ὅθεν ἀμείνονα περὶ ἡμῶν ἔχοντες ὑπόληψιν μηδὲν καταγινώσκετε τούτων, ἐφʼ οἷς ἐξώλεις εἶναι δίκαιοι πάντες ὅσοι τοῦ Ἁβράμου γένους ὄντες νεωτέροις ἐπιχειροῦσιν ἔθεσι καὶ τοῦ συνήθους τρόπου παρηλλαγμένοις .Ταῦτα εἰπόντας ἐπαινέσας ὁ Φινεέσης παρῆν πρὸς Ἰησοῦν καὶ τὰ παρʼ αὐτῶν ἀνήγγειλε τῷ λαῷ. ὁ δὲ χαίρων, ὅτι μηδεμία στρατολογεῖν αὐτοὺς ἀνάγκη μέλλει μηδʼ εἰς ὅπλα καὶ πόλεμον ἐξαγαγεῖν κατὰ ἀνδρῶν συγγενῶν, χαριστηρίους ὑπὲρ τούτων τῷ θεῷ θυσίας ἐπιτελεῖ. καὶ διαλύσας μετὰ ταῦτα τὸ πλῆθος εἰς τὰς ἰδίας κληρουχίας Ἰησοῦς αὐτὸς ἐν Σικίμοις διῆγεν.ἔτει δʼ ὕστερον εἰκοστῷ ὑπέργηρως ὢν μεταπεμψάμενος τοὺς ἐπʼ ἀξιώματος μάλιστα τῶν πόλεων καὶ τὰς ἀρχὰς καὶ τὴν γερουσίαν καὶ τοῦ πλήθους ὅσον ἦν ἐφικτὸν αὐτῷ συναγαγών, ἐπεὶ παρῆσαν, τάς τε εὐεργεσίας τοῦ θεοῦ ἁπάσας ἀνεμίμνησκεν αὐτούς, πολλαὶ δὲ ἦσαν τοῖς ἐκ ταπεινοῦ σχήματος εἰς τοῦτο δόξης καὶ περιουσίας προελθοῦσι,