Ἑβραίων δίχα τῆς Μωυσέος γνώμης μάχη πρὸς Χαναναίους καὶ ἧττα. στάσις Κορέου καὶ τοῦ πλήθους πρὸς Μωυσῆν καὶ τὸν ἀδελφὸν αὐτοῦ περὶ τῆς ἱερωσύνης. τὰ συμβάντα τοῖς Ἑβραίοις ἐν τῇ ἐρήμῳ ἔτεσιν ὀκτὼ καὶ τριάκοντα. ὡς Σηχῶνα καὶ Ὤγην τοὺς Ἀμορραίων βασιλεῖς νικήσας Μωυσῆς καὶ τὴν στρατιὰν ἅπασαν αὐτῶν διαφθείρας κατεκλήρωσεν αὐτῶν τὴν χώραν δυσὶ φυλαῖς καὶ ἡμισείᾳ τῶν Ἑβραίων. Μωυσέος πολιτεία καὶ πῶς ἐξ ἀνθρώπων ἠφανίσθη. περιέχει ἡ βίβλος αὕτη χρόνον ἐτῶν τριάκοντα καὶ ὀκτώ.Ἑβραίους δʼ ὁ κατὰ τὴν ἐρημίαν βίος ἀηδὴς καὶ χαλεπὸς ὢν ἐπόνει καὶ κωλύοντος τοῦ θεοῦ τῶν Χαναναίων πεῖραν λαμβάνειν· οὐ γὰρ ἠξίουν τοῖς Μωυσέος πειθαρχοῦντες λόγοις ἠρεμεῖν, ἀλλὰ καὶ δίχα τῆς παρʼ ἐκείνου προθυμίας κρατήσειν αὐτοὶ τῶν πολεμίων νομίζοντες κατηγόρουν μὲν αὐτοῦ καὶ πραγματεύεσθαι μένειν αὐτοὺς ἀπόρους ὑπενόουν, ἵνʼ ἀεὶ τῆς ἐξ αὐτοῦ βοηθείας δέωνται,πολεμεῖν δὲ τοῖς Χαναναίοις ὡρμήκεσαν λέγοντες τὸν θεὸν οὐχὶ Μωυσεῖ χαριζόμενον ἐπικουρεῖν αὐτοῖς, ἀλλὰ καὶ κοινῇ κηδόμενον αὐτῶν τοῦ ἔθνους διὰ τοὺς προγόνους ὧν ἐπετρόπευσε καὶ διὰ τὴν αὐτῶν ἀρετὴν πρότερόν τε παρασχεῖν τὴν ἐλευθερίαν καὶ νῦν βουλομένοις πονεῖν ἀεὶ παρέσεσθαι σύμμαχον·εἶναί τε καὶ κατʼ αὐτοὺς ἱκανοὶ κρατεῖν τῶν ἐθνῶν ἔφασκον, κἂν ἀπαλλοτριοῦν αὐτῶν Μωυσῆς ἐθελήσῃ τὸν θεόν· ὅλως τε συμφέρειν αὐτοῖς τὸ αὐτοκράτορσιν εἶναι, καὶ μὴ χαίροντας ἐπὶ τῷ τῆς παρʼ Αἰγυπτίων ἐξελθεῖν ὕβρεως Μωυσῆν τύραννον ἀνέχεσθαι καὶ ζῆν πρὸς τὴν τούτου βούλησιν ἐξαπατωμένους,ὅτι μόνῳ τὸ θεῖον αὐτῷ προδηλοῖ περὶ τῶν ἡμετέρων κατὰ τὴν πρὸς αὐτὸν εὔνοιαν, ὡς οὐχ ἁπάντων ἐκ τῆς Ἁβράμου γενεᾶς ὄντων, ἀλλʼ αἴτιον ἕνα τούτων τοῦ θεοῦ παρεσχηκότος εἰς τὸ πάντʼ αὐτὸν εἰδέναι τὰ μέλλοντα παρʼ αὐτοῦ μανθάνοντα·δόξειν τε συνετοὺς εἶναι τῆς ἀλαζονείας αὐτοῦ καταγνόντες καὶ τῷ θεῷ πιστεύσαντες κτήσασθαι γῆν ἣν αὐτοῖς ὑπέσχηται θελήσασιν, ἀλλὰ μὴ τῷ διὰ τὴν αἰτίαν ταύτην ἐπʼ ὀνόματι τοῦ θεοῦ κωλύοντι προσσχοῖεν.τὴν ἀπορίαν οὖν λογιζόμενοι καὶ τὴν ἐρημίαν, ὑφʼ ἧς ἔτι ταύτην αὐτοῖς χείρω συνέβαινεν εἶναι δοκεῖν, ἐπὶ τὴν πρὸς τοὺς Χαναναίους μάχην ἦσαν ὡρμημένοι, τὸν θεὸν προστησάμενοι στρατηγὸν ἀλλʼ οὐχὶ τὴν παρὰ τοῦ νομοθέτου συνεργίαν περιμένοντες.Ὡς οὖν ταῦτʼ ἄμεινον αὐτοῖς ἕξειν ἔκριναν καὶ τοῖς πολεμίοις ἐπῆλθον, οἱ μὲν οὐ καταπλαγέντες αὐτῶν τὴν ἔφοδον οὐδὲ τὴν πληθὺν γενναίως αὐτοὺς ἐδέξαντο, τῶν δὲ Ἑβραίων ἀποθνήσκουσί τε πολλοὶ καὶ τὸ λοιπὸν στράτευμα τῆς φάλαγγος αὐτῶν διαλυθείσης ἀκόσμως διωκόμενον εἰς τὴν παρεμβολὴν συνέφυγε,καὶ τῷ παρʼ ἐλπίδας ἀτυχῆσαι παντάπασιν ἀθυμοῦν οὐδὲν ἔτι χρηστὸν προσεδόκα λογιζόμενον, ὅτι καὶ ταῦτα κατὰ μῆνιν θεοῦ πάθοιεν προεξορμήσαντες ἐπὶ τὸν πόλεμον τῆς ἐκείνου βουλήσεως.Μωυσῆς δὲ τοὺς μὲν οἰκείους ὁρῶν ὑπὸ τῆς ἥττης καταπεπληγότας, φοβούμενος δὲ μὴ θαρσήσαντες ἐπὶ τῇ νίκῃ οἱ πολέμιοι καὶ μειζόνων ὀρεχθέντες ἐπʼ αὐτοὺς ἔλθοιεν, ἔγνω δεῖν τὴν στρατιὰν ἀπαγαγεῖν πορρωτέρω τῶν Χαναναίων εἰς τὴν ἔρημον.καὶ τοῦ πλήθους ἐπιτρέψαντος ἑαυτὸ πάλιν ἐκείνῳ, συνῆκε γὰρ δίχα τῆς αὐτοῦ προνοίας οὐ δυνησόμενον ἐρρῶσθαι τοῖς πράγμασιν, ἀναστήσας τὸ στράτευμα προῆλθεν εἰς τὴν ἔρημον, ἐνταῦθα νομίζων ἡσυχάσειν αὐτοὺς καὶ μὴ πρότερον τοῖς Χαναναίοις εἰς χεῖρας ἥξειν πρὶν ἢ παρὰ τοῦ θεοῦ τὸν εἰς τοῦτο καιρὸν λάβωσιν.Ὅπερ δὲ τοῖς μεγάλοις συμβαίνει στρατοπέδοις καὶ μάλιστα παρὰ τὰς κακοπραγίας δυσάρκτοις εἶναι καὶ δυσπειθέσι, τοῦτο καὶ τοῖς Ἰουδαίοις συνέπεσεν· ἑξήκοντα γὰρ ὄντες μυριάδες καὶ διὰ τὸ πλῆθος ἴσως ἂν μηδʼ ἐν ἀγαθοῖς ὑποταγέντες τοῖς κρείττοσι, τότε μᾶλλον ὑπὸ τῆς ἀπορίας καὶ συμφορᾶς ἐξηγανάκτουν καὶ πρὸς ἀλλήλους καὶ πρὸς τὸν ἡγεμόνα.στάσις οὖν αὐτοὺς οἵαν ἴσμεν οὔτε παρʼ Ἕλλησιν οὔτε παρὰ βαρβάροις γενομένην κατέλαβεν, ὑφʼ ἧς ἅπαντας ἀπολέσθαι κινδυνεύσαντας ἔσωσε Μωυσῆς οὐ μνησικακῶν, ὅτι παρʼ ὀλίγον ἦλθε καταλευσθεὶς ὑπʼ αὐτῶν ἀποθανεῖν.οὐδʼ ὁ θεὸς δὲ ἠμέλησε τοῦ μηδὲν αὐτοὺς παθεῖν τῶν δεινῶν, ἀλλὰ καίπερ εἰς τὸν νομοθέτην αὐτῶν ἐξυβρισάντων καὶ τὰς ἐντολάς, ἃς αὐτὸς διὰ Μωυσέος αὐτοῖς ἐπέστειλεν, ἐρρύσατο τῶν ἐκ τοῦ στασιάζειν αὐτοῖς ἂν γενομένων δεινῶν, εἰ μὴ προενόησε. τήν τε οὖν στάσιν καὶ ὅσα μετʼ αὐτὴν Μωυσῆς ἐπολιτεύσατο διηγήσομαι προδιελθὼν τὴν αἰτίαν ἀφʼ ἧς ἐγένετο.Κορῆς τις Ἑβραίων ἐν τοῖς μάλιστα καὶ γένει καὶ πλούτῳ διαφόρων ἱκανὸς δʼ εἰπεῖν καὶ δήμοις ὁμιλεῖν πιθανώτατος, ὁρῶν ἐν ὑπερβαλλούσῃ τιμῇ τὸν Μωυσῆν καθεστῶτα χαλεπῶς εἶχεν ὑπὸ φθόνου, καὶ γὰρ φυλέτης ὢν ἐτύγχανεν αὐτοῦ καὶ συγγενής, ἀχθόμενος ὅτι ταύτης τῆς δόξης δικαιότερον ἂν τῷ πλουτεῖν ἐκείνου μᾶλλον μὴ χείρων ὢν κατὰ γένος αὐτὸς ἀπέλαυε.παρά τε τοῖς Λευίταις, φυλέται δʼ ἦσαν, καὶ μάλιστα παρὰ τοῖς συγγενέσι κατεβόα δεινὸν εἶναι λέγων Μωυσῆν δόξαν αὑτῷ θηρώμενον κατασκευάσαι καὶ κακουργοῦντα κτήσασθαι ταύτην ἐπὶ προφάσει τοῦ θεοῦ περιορᾶν, παρὰ τοὺς νόμους μὲν τἀδελφῷ τὴν ἱερωσύνην Ἀαρῶνι δόντα, μὴ τῷ κοινῷ δόγματι τοῦ πλήθους ἀλλʼ αὐτοῦ ψηφισαμένου,