Ὤγης δὲ μέγεθός τε καὶ κάλλος ἦν οἷος ὀλίγοι σφόδρα, ἦν δὲ καὶ κατὰ χεῖρα γενναῖος ἀνήρ, ὡς ἴσα τὰ τῶν ἔργων εἶναι τοῖς τοῦ μεγέθους καὶ τῆς εὐπρεπείας πλεονεκτήμασι. τὴν δʼ ἰσχὺν αὐτοῦ καὶ τὸ μέγεθος ἐτεκμηριώσαντο κλίνην αὐτοῦ λαβόντες ἐν Ῥαβαθᾶ πόλει τῶν βασιλείων τῆς Ἀμμανίτιδος, τῇ μὲν κατασκευῇ σιδηρέαν, τεσσάρων δὲ πηχῶν τὸ εὖρος, μήκει δὲ τοῦ διπλασίονος ἑνὶ πήχει μείζονα.τούτου τοίνυν πταίσαντος οὐκ εἰς τὸ παρὸν μόνον τοῖς Ἑβραίοις ἐπέδωκε τὰ πράγματα, ἀλλὰ καὶ πρὸς τὸ μέλλον ἀγαθῶν αὐτοῖς αἴτιος ἀποθανὼν ὑπῆρξε· καὶ γὰρ πόλεις ἑξήκοντα λαμπρῶς πάνυ τετειχισμένας ὑποτελεῖς ἐκείνῳ παρέλαβον καὶ λείαν πολλὴν ἰδίᾳ τε καὶ δημοσίᾳ πάντες εὐπόρησαν.Μωυσῆς μὲν οὖν στρατοπεδεύει καὶ ἀγαγὼν τὴν δύναμιν ἐπὶ τῷ Ἰορδάνῳ κατὰ τὸ μέγα πεδίον Ἱεριχοῦντος ἀντικρύ, πόλις δʼ ἐστὶν εὐδαίμων αὕτη φοίνικά τε φέρειν ἀγαθὴ καὶ βάλσαμον νεμομένη. ἤρχοντο δὲ φρονεῖν ἐφʼ ἑαυτοῖς μέγα Ἰσραηλῖται καὶ τὴν πρὸς τοὺς πολέμους ἐπιθυμίαν ὑπερέτεινον.καὶ Μωυσῆς ὀλίγων ἡμερῶν θύσας χαριστήρια πρῶτον τῷ θεῷ καὶ τὸν λαὸν εὐωχήσας μέρος τι τῶν ὁπλιτῶν ἐξέπεμψε δῃῶσον τὴν Μαδιηνιτῶν γῆν καὶ τὰς πατρίδας αὐτῶν ἐκπολιορκῆσον. τοῦ δʼ ἐκπολεμηθῆναι πρὸς αὐτοὺς αἰτίαν ἔλαβε τοιαύτην.Βάλακος ὁ τῶν Μωαβιτῶν βασιλεὺς φιλίας αὐτῷ πατρῴας οὔσης καὶ συμμαχίας πρὸς Μαδιηνίτας, ἐπεὶ τοὺς Ἰσραηλίτας τοσοῦτον φυομένους ἑώρα καὶ περὶ τῶν αὐτοῦ πραγμάτων λίαν εὐλαβεῖτο, καὶ γὰρ οὐδὲν πέπυστο γῆν ἄλλω πολυπραγμονεῖν τοὺς Ἑβραίους ἀπηγορευκότος τοῦ θεοῦ κτησαμένους τὴν Χαναναίων, θᾶττον ἢ φρονιμώτερον ἐγχειρεῖν ἔγνω τοῖς λόγοις.καὶ πολεμεῖν μὲν ἐπὶ ταῖς εὐπραγίαις θρασύτερον ὑπὸ τῆς κακοπραγίας κατειλημμένοις οὐκ ἔκρινε, κωλῦσαι δʼ εἰ δύναιτο γενέσθαι μεγάλους λογιζόμενος πρεσβεῦσαι πρὸς Μαδιηνίτας ὑπὲρ αὐτῶν.οἱ δέ, ἦν γάρ τις ἀπὸ Εὐφράτου Βάλαμος μάντις ἄριστος τῶν τότε καὶ πρὸς αὐτοὺς ἐπιτηδείως ἔχων, πέμπουσι μετὰ τῶν Βαλάκου πρέσβεων ἄνδρας τῶν παρʼ αὐτοῖς ἀξιολόγων παρακαλέσοντας τὸν μάντιν ἐλθεῖν, ὅπως ἐπʼ ἐξωλείᾳ τῶν Ἰσραηλιτῶν ἀρὰς ποιήσηται.παραγενομένους δὲ τοὺς πρέσβεις δέχεται ξενίᾳ φιλοφρόνως καὶ δειπνίσας ἀνέκρινε τὴν τοῦ θεοῦ διάνοιαν, τίς αὕτη ἐστὶν ἐφʼ οἷς Μαδιηνῖται παρακαλοῦσι. τοῦ δʼ ἐμποδὼν στάντος ἀφικνεῖται πρὸς τοὺς πρέσβεις, προθυμίαν μὲν καὶ σπουδὴν τὴν ἰδίαν ἐμφανίζων αὐτοῖς εἰς ἃ δέονται τυχεῖν, τὸν δὲ θεὸν ἀντιλέγειν αὐτοῦ τῇ προαιρέσει δηλῶν, ὃς αὐτὸν ἐπὶ τοσοῦτον κλέος διʼ ἀλήθειαν καὶ τὴν ταύτης πρόρρησιν ἀγάγοι·τὸν γὰρ στρατόν, ᾧ καταρασόμενον αὐτὸν ἐλθεῖν παρακαλοῦσι, διʼ εὐνοίας εἶναι τῷ θεῷ· συνεβούλευέ τε διὰ ταύτην τὴν αἰτίαν χωρεῖν παρʼ αὐτοὺς τὴν ἔχθραν τὴν πρὸς τοὺς Ἰσραηλίτας καταλυσαμένους. καὶ τοὺς μὲν πρέσβεις ταῦτα εἰπὼν ἀπέλυσε.Μαδιηνῖται δὲ Βαλάκου σφόδρα ἐγκειμένου καὶ δέησιν λιπαρὰν προσφέροντος πάλιν πέμπουσι πρὸς τὸν Βάλαμον. κἀκεῖνος βουλόμενος χαρίζεσθαί τι τοῖς ἀνδράσιν ἀνήρετο τὸν θεόν, ὁ δὲ καὶ τῆς πείρας δυσχεράνας κελεύει μηδὲν ἀντιλέγειν τοῖς πρέσβεσιν. ὁ δʼ οὐχ ὑπολαβὼν ἀπάτῃ ταῦτα τὸν θεὸν κεκελευκέναι συναπῄει τοῖς πρέσβεσι.κατὰ δὲ τὴν ὁδὸν ἀγγέλου θείου προσβαλόντος αὐτῷ κατά τι στενὸν χωρίον περιειλημμένον αἱμασιαῖς διπλαῖς ἡ ὄνος, ἐφʼ ἧς ὁ Βάλαμος ὠχεῖτο, συνεῖσα τοῦ θείου πνεύματος ὑπαντῶντος ἀπέκλινε τὸν Βάλαμον πρὸς τὸν ἕτερον τῶν τριγχῶν ἀναισθήτως ἔχουσα τῶν πληγῶν, ἃς ὁ Βάλαμος ἐπέφερεν αὐτῇ κακοπαθῶν τῇ θλίψει τῇ πρὸς τὸν τριγχόν.ὡς δʼ ἐγκειμένου τοῦ ἀγγέλου ἡ ὄνος τυπτομένη ὤκλασε, κατὰ βούλησιν θεοῦ φωνὴν ἀνθρωπίνην ἀφεῖσα κατεμέμφετο τὸν Βάλαμον ὡς ἄδικον ἐπὶ ταῖς πρότερον διακονίαις μηδὲν ἔχοντα ἐγκαλεῖν αὐτῇ πληγὰς ἐπιφέρειν μὴ συνιείς, ὅτι νῦν κατὰ θεοῦ προαίρεσιν οἷς αὐτὸς ἔσπευσεν ὑπηρετεῖν εἴργεται.ταραττομένου δὲ αὐτοῦ διὰ τὴν τῆς ὄνου φωνὴν ἀνθρωπίνην οὖσαν ἐπιφανεὶς καὶ ὁ ἄγγελος ἐναργὴς ἐνεκάλει τῶν πληγῶν, ὡς οὐχὶ τοῦ κτήνους ὄντος αἰτίου, τὴν δὲ ὁδὸν αὐτοῦ διακωλύοντος παρὰ γνώμην τοῦ θεοῦ γενομένην.καταδείσας δʼ ὁ Βάλαμος οἷός τε ἦν ἀναστρέφειν, ἀλλʼ ὁ θεὸς αὐτὸν χωρεῖν τὴν προκειμένην παρώρμησε προστάξας ὅτιπερ ἂν αὐτὸς κατὰ νοῦν αὐτῷ ποιήσειε τοῦτο σημαίνειν.Καὶ ὁ μὲν ταῦτα τοῦ θεοῦ κελεύσαντος ἥκει πρὸς Βάλακον. δεξαμένου δὲ αὐτὸν τοῦ βασιλέως ἐκπρεπῶς ἠξίου προαχθεὶς ἐπί τι τῶν ὀρῶν σκέψασθαι, πῶς τὸ τῶν Ἑβραίων ἔχοι στρατόπεδον. Βάλακος δʼ αὐτὸς ἀφικνεῖται τὸν μάντιν σὺν βασιλικῇ θεραπείᾳ φιλοτίμως ἀγόμενος εἰς ὄρος, ὅπερ ὑπὲρ κεφαλῆς αὐτῶν ἔκειτο τοῦ στρατοπέδου σταδίους ἀπέχον ἑξήκοντα.κατιδὼν δʼ αὐτοὺς ἐκεῖνος βωμούς τε ἐκέλευσεν ἑπτὰ δείμασθαι τὸν βασιλέα καὶ τοσούτους ταύρους καὶ κριοὺς παραστῆσαι· ὑπουργήσαντος δὲ διὰ ταχέων τοῦ βασιλέως ὁλοκαυτεῖ τυθέντας,ὡς τρόπον εἶδε σημαινομένην, ὁ λεώς, φησίν, οὗτος εὐδαίμων, ᾧ ὁ θεὸς δίδωσι μυρίων κτῆσιν ἀγαθῶν καὶ σύμμαχον εἰς ἅπαντα καὶ ἡγεμόνα τὴν ἑαυτοῦ πρόνοιαν ἐπένευσεν. ὡς οὐδέν ἐστιν ἀνθρώπινον γένος, οὗ μὴ κατʼ ἀρετὴν καὶ ζήλωσιν ἐπιτηδευμάτων ἀρίστων καὶ καθαρῶν πονηρίας ὑμεῖς ἀμείνους κριθήσεσθε καὶ παισὶ βελτίοσιν αὐτῶν ταῦτα καταλείψετε, θεοῦ μόνους ὑμᾶς ἀνθρώπους ἐφορῶντος καὶ ὅθεν ἂν γένοισθε πάντων εὐδαιμονέστεροι τῶν ὑπὸ τὸν ἥλιον ἐκπορίζοντος.