Μετὰ δὲ τὴν ἐπὶ τῷ πένθει τῆς ἀδελφῆς τοῦ στρατηγοῦ κάθαρσιν τοιαύτην γενομένην ἀπῆγε τὴν δύναμιν διὰ τῆς ἐρήμου καὶ τῆς Ἀραβίας ἐλθὼν εἰς χωρίον, ὃ μητρόπολιν αὑτῶν Ἄραβες νενομίκασι, πρότερον μὲν Ἄρκην λεγομένην Πέτραν δὲ νῦν ὀνομαζομένην.ἐνταῦθα ὑψηλοῦ περιέχοντος ὄρους αὐτὸ ἀναβὰς Ἀαρὼν ἐπʼ αὐτὸ Μωυσέος αὐτῷ δεδηλωκότος, ὅτι μέλλοι τελευτᾶν, παντὸς τοῦ στρατεύματος ὁρῶντος, κάταντες γὰρ ἦν τὸ χωρίον, ἀποδύεται τὴν ἀρχιερατικὴν στολὴν καὶ παραδοὺς αὐτὴν Ἐλεαζάρῳ τῷ παιδί, πρὸς ὃν διὰ τὴν ἡλικίαν ἡ ἀρχιερωσύνη παραγίνεται, θνήσκει τοῦ πλήθους εἰς αὐτὸν ἀφορῶντος,τῷ μὲν αὐτῷ τελευτήσας ἔτει, ᾧ καὶ τὴν ἀδελφὴν ἀπέβαλε, βιοὺς δὲ ἔτη τὰ πάντα τρία πρὸς τοῖς εἴκοσι καὶ ἑκατόν. ἀποθνήσκει δὲ κατὰ σελήνην νουμηνίᾳ μηνὸς ὄντος τοῦ παρὰ μὲν Ἀθηναίοις Ἑκατομβαιῶνος καλουμένου Λώου δὲ παρὰ Μακεδόσι Σαβὰ δὲ παρὰ Ἑβραίοις.Πένθος δὲ ἐπʼ αὐτῷ τοῦ λαοῦ τριακονθήμερον ἄγοντος, ἐπεὶ τοῦτʼ ἐλώφησεν, ἀναλαβὼν ἐκεῖθεν Μωυσῆς τὸν στρατὸν παρῆν ἐπὶ τὸν ποταμὸν Ἀρνῶνʼ, ὃς ἐκ τῶν τῆς Ἀραβίας ὀρῶν ὡρμημένος καὶ διὰ πάσης ἐρήμου ῥέων εἰς τὴν Ἀσφαλτῖτιν λίμνην ἐκδίδωσιν ὁρίζων τήν τε Μωαβῖτιν καὶ Ἀμωρῖτιν. γῆ δʼ αὕτη καρποφόρος καὶ πλῆθος ἀνθρώπων τοῖς παρʼ αὐτῆς ἀγαθοῖς ἱκανὴ τρέφειν.πρὸς οὖν Σιχῶνα τὸν βασιλεύοντα τῆς χώρας ταύτης ἀπέστειλε Μωυσῆς τῷ στρατῷ δίοδον αἰτῶν ἐφʼ αἷς ἂν θελήσειε πίστεσιν, ὥστε μηδὲν ἀδικηθῆναι μήτε τὴν γῆν μήτε τοὺς ἐνοικοῦντας, ὧν Σιχὼν ἐκράτει, τοῖς τε κατὰ τὴν ἀγορὰν χρῆσθαι πρὸς τὸ ἐκείνων λυσιτελές, εἰ καὶ τὸ ὕδωρ αὐτοῖς πιπράσκειν ἐθέλοιεν. Σιχὼν δʼ ἀρνούμενος ὁπλίζει τὸν οἰκεῖον στρατὸν καὶ τοὺς Ἑβραίους διαβαίνειν τὸν Ἀρνῶνα κωλύειν ἑτοιμότατος ἦν.Μωυσῆς δὲ ὁρῶν πολεμίως αὐτοῖς τὸν Ἀμοραῖον διακείμενον οὔτε περιφρονούμενος ἀνέχεσθαι δεῖν ἔγνω καὶ τοὺς Ἑβραίους τῆς ἀπραξίας καὶ τῆς διʼ αὐτὴν ἀπορίας, ὑφʼ ἧς στασιάσαι τε πρότερον αὐτοῖς συνέπεσε καὶ τότε δυσκόλως εἶχον, ἀπαλλάξαι διαγνοὺς ἤρετο τὸν θεόν, εἰ πολεμεῖν αὐτῷ δίδωσι.τοῦ δὲ θεοῦ καὶ νίκην ἐπισημήναντος αὐτὸς θαρσαλέως εἶχε πρὸς τὸν ἀγῶνα καὶ τοὺς στρατιώτας παρώρμα, νῦν αὐτοὺς ἀξιῶν τῆς τοῦ πολεμεῖν ἡδονῆς ἀπολαύειν, ὅτʼ αὐτῇ συγχωρεῖ χρῆσθαι τὸ θεῖον. οἱ δʼ ἧς ἐπόθουν ἐξουσίας λαβόμενοι καὶ τὰς πανοπλίας ἀναλαβόντες εὐθέως ἐχώρουν εἰς τὸ ἔργον.ὁ δὲ Ἀμορραῖος οὐκέτʼ ἦν ἐπιόντων ὅμοιος αὑτῷ, ἀλλʼ αὐτός τε κατεπλάγη τοὺς Ἑβραίους καὶ ἡ δύναμις αὐτοῦ παρέχουσα θᾶττον αὑτὴν εὔψυχον εἶναι δοκεῖν τότʼ ἀπηλέγχθη πεφοβημένη. τὴν πρώτην οὖν σύνοδον οὐχ ὑπομείναντες ἀντιστῆναι καὶ δέξασθαι τοὺς Ἑβραίους τρέπονται, τοῦτο ἑαυτοῖς σωτηρίαν ὑπολαβόντες ἢ τὸ μάχεσθαι παρέξειν·ἐθάρρουν γὰρ ταῖς πόλεσιν οὔσαις ὀχυραῖς. παρʼ ὧν οὐδὲν αὐτοῖς ὄφελος ἦν εἰς ταύτας συνδιωχθεῖσιν· Ἑβραῖοι γὰρ ὡς ἐνδόντας αὐτοὺς εὐθὺς εἶδον, ἐνέκειντο καὶ παραλύσαντες αὐτῶν τὸν κόσμον εἰς φόβον κατέστησαν.καὶ οἱ μὲν ἀπορραγέντες ἔφευγον ἐπὶ τῶν πόλεων, οἱ δὲ πρὸς τὴν δίωξιν οὐκ ἔκαμνον, ἀλλʼ οἷς προπεπονήκεσαν προσεπιταλαιπωρῆσαι προθέμενοι, καὶ σφενδονᾶν τε ἄριστοι τυγχάνοντες καὶ πᾶσι τοῖς ἑκηβόλοις δεξιοὶ χρῆσθαι, καὶ διὰ τὴν ὅπλισιν οὖσαν εὐσταλῆ κοῦφοι πρὸς τὸ διώκειν ὄντες μετέθεον τοὺς πολεμίους καὶ τοὺς πορρωτάτω συλληφθῆναι γεγονότας ταῖς σφενδόναις καὶ τοῖς τοξεύμασι κατελάμβανον.φόνος τε οὖν γίνεται πολὺς καὶ τραύμασιν ἐπόνουν οἱ διαφεύγοντες, ἔκαμνόν τε ἐπὶ δίψει μᾶλλον ἤ τινι τῶν πολεμικῶν, καὶ γὰρ ὥρα θέρους ἦν, καὶ ἐπιθυμίᾳ τοῦ πιεῖν. ἐπὶ ποταμὸν οὖν τοὺς πλείους καταραχθέντας, καὶ ὅσον συνεστραμμένον ἔφευγε, περιστάντες ἔβαλλον καὶ πάντας αὐτοὺς ἀκοντίζοντες ἅμα καὶ τοξεύοντες διέφθειραν.ἀποθνήσκει δʼ αὐτῶν καὶ Σιχὼν ὁ βασιλεύς. Ἑβραῖοι δὲ νεκροὺς ἐσκύλευον καὶ λείαν ἔλαβον καὶ πολλὴν ἀφθονίαν τῶν ἐκ τῆς γῆς εἶχον μεστῆς ἔτι τῶν καρπῶν ὑπαρχούσης,καὶ διεξῄει πᾶσιν ἀδεῶς τὸ στράτευμα προνομῇ χρώμενον ἁλισκομένων καὶ τῶν πόλεων· οὐδὲν γὰρ παρὰ τούτων ἦν ἐμπόδιον τοῦ μαχίμου παντὸς ἀπολωλότος. Ἀμορραίους μὲν οὖν τοιοῦτο πάθος κατέλαβεν οὔτε φρονῆσαι δεινοὺς οὔτε ἀγαθοὺς κατὰ τὸ ἔργον γεγονότας, Ἑβραῖοι δὲ τὴν ἐκείνων παρελάμβανον.ἔστι δὲ χωρίον, ὃ τριῶν μεταξὺ ποταμῶν κείμενον ὅμοιόν τι νήσῳ τὴν φύσιν ὑπάρχει, τοῦ μὲν Ἀρνῶνος ἀπὸ μεσημβρίας ὁρίζοντος αὐτό, Ἰοβάκου δὲ τὴν ἀρκτῴαν αὐτοῦ πλευρὰν περιγράφοντος, ὃς εἰς τὸν Ἰόρδανον ποταμὸν ἐκβάλλων ἐκείνῳ καὶ τοῦ ὀνόματος μεταδίδωσι, τὰ μέντοι γε πρὸς τῇ δύσει τοῦ χωρίου περίεισιν αὐτὴν Ἰόρδανος.Οὕτως οὖν ἐχόντων τῶν πραγμάτων ἐπιτίθεται τοῖς Ἰσραηλίταις Ὤγης ὁ τῆς Γαλαδηνῆς καὶ Γαυλανίτιδος βασιλεὺς στρατὸν ἄγων, καὶ σπεύδων μὲν ὡς ἐπὶ συμμαχίαν τὴν Σιχῶνος φίλου τυγχάνοντος εὑρὼν δὲ ἐκεῖνον ἤδη προαπολωλότα καὶ οὕτως ἔγνω τοῖς Ἑβραίοις εἰς μάχην ἐλθεῖν περιέσεσθαί τε νομίζων καὶ τῆς ἀρετῆς αὐτῶν διάπειραν βουλόμενος λαβεῖν·διαμαρτὼν δὲ τῆς ἐλπίδος αὐτός τε ἀποθνήσκει κατὰ τὴν μάχην καὶ σύμπας ὁ στρατὸς αὐτοῦ διαφθείρεται. Μωυσῆς δὲ τὸν ποταμὸν Ἰόβακον περαιωσάμενος διεξῄει τῆς Ὤγου βασιλείας τάς τε πόλεις καταστρεφόμενος καὶ κτείνων πάντας τοὺς ἐνοικοῦντας, οἳ καὶ πλούτῳ διέφερον πάντων τῶν ἐκείνῃ ἠπειρωτῶν διʼ ἀρετὴν γῆς καὶ πλῆθος χρημάτων.