καὶ τὰς μὲν ἄλλας ἐφʼ οὗπερ αὐτὰς σχήματος Μωυσῆς παρέλαβεν ἐπὶ τούτου μεμενηκυίας ἔβλεπον, ἐκ δὲ τῆς Ἀαρῶνος βλαστούς τε καὶ κλάδους ἀναφύντας ἑώρων καὶ καρπὸν ὡραῖον, ἀμύγδαλα δʼ ἦν, ἐκ τοιούτου ξύλου τῆς βακτηρίας κατεσκευασμένης.ἐκπλαγέντες δʼ ἐπὶ τῷ παραλόγῳ τῆς θέας, εἰ καί τισι διὰ μίσους ἦν ὁ Μωυσῆς καὶ Ἀαρών, ἀφέντες τοῦτο θαυμάζειν ἤρξαντο τὴν τοῦ θεοῦ περὶ αὐτῶν κρίσιν καὶ τὸ λοιπὸν ἐπευφημοῦντες τοῖς δεδογμένοις τῷ θεῷ συνεχώρουν Ἀαρῶνι καλῶς ἔχειν τὴν ἀρχιερωσύνην. καὶ ὁ μὲν τρὶς αὐτὸν τοῦ θεοῦ χειροτονήσαντος βεβαίως εἶχε τὴν τιμήν, ἡ δὲ τῶν Ἑβραίων στάσις πολὺν ἀκμάσασα χρόνον τοῦτον ἐπαύθη τὸν τρόπον.Μωυσῆς δʼ ἐπεὶ πολέμου καὶ στρατείας ἡ τῶν Λευιτῶν ἀφεῖτο φυλὴ θεραπεύουσα τὸν θεόν, ἵνα μὴ διʼ ἀπορίαν μηδὲ ζήτησιν τῶν εἰς τὸν βίον ἀναγκαίων ἀμελοῖεν τοῦ ἱεροῦ, κατὰ βούλησιν τοῦ θεοῦ τὴν Χαναναίαν κτησαμένους τοὺς Ἑβραίους ἐκέλευε κατανεῖμαι τοῖς Λευίταις ὀκτὼ καὶ τεσσαράκοντα πόλεις ἀγαθὰς καὶ καλὰς τῆς τε πρὸ αὐτῶν γῆς περιγράψαντας εἰς δισχιλίους πήχεις ἀπὸ τῶν τειχῶν αὐτοῖς ἀνεῖναι.πρὸς τούτοις δὲ καὶ τὸν λαὸν ἐξέταξε τῶν ἐπετείων καρπῶν δεκάτην αὐτοῖς τε τοῖς Λευίταις καὶ ἱερεῦσι τελεῖν. καὶ ἃ μὲν ἡ φυλὴ παρὰ τοῦ πλήθους λαμβάνει ταῦτʼ ἐστίν· ἀναγκαῖον δʼ ἡγησάμην ἃ τοῖς ἱερεῦσιν ἰδίᾳ παρὰ πάντων γίνεται δηλῶσαι.Τῶν μὲν τεσσαράκοντα καὶ ὀκτὼ πόλεων τρισκαίδεκα παραχωρῆσαι τοὺς Λευίτας αὐτοῖς προσέταξε καὶ τῆς δεκάτης, ἧς παρὰ τοῦ λαοῦ κατʼ ἔτος λαμβάνουσι, δεκάτην αὐτοῖς ἀπομερίζειν.ἔτι δὲ ἀπαρχὰς τὸν λαὸν δίκαιον τῷ θεῷ πάντων τῶν ἐκ τῆς γῆς φυομένων καρπῶν ἐπιφέρειν, καὶ τῶν τετραπόδων δὲ τῶν εἰς τὰς θυσίας νενομισμένων τὸ γεννηθὲν πρῶτον, ἂν ἄρσεν ᾖ, καταθῦσαι παρασχεῖν τοῖς ἱερεῦσιν, ὥστε αὐτοὺς πανοικὶ σιτεῖσθαι ἐν τῇ ἱερᾷ πόλει.τῶν δʼ οὐ νενομισμένων ἐσθίειν παρʼ αὐτοῖς κατὰ τοὺς πατρίους νόμους τοὺς δεσπότας σίκλον καὶ ἥμισυ αὐτοῖς ἀναφέρειν, ἀνθρώπου δὲ πρωτοτόκου πέντε σίκλους, εἶναι δὲ ἀπαρχὰς αὐτοῖς καὶ τῆς τῶν προβάτων κουρᾶς, τούς τε πέττοντας τὸν σῖτον καὶ ἀρτοποιουμένους τῶν πεμμάτων αὐτοῖς τινα χορηγεῖν.ὅσοι δʼ ἂν αὑτοὺς καθιερῶσιν εὐχὴν πεποιημένοι, ναζιραῖοι δὲ οὗτοι καλοῦνται, κομῶντες καὶ οἶνον οὐ προσφερόμενοι, τούτους δὲ ὅταν τὰς τρίχας ἀφιερῶσιν ἐπὶ θυσίᾳ τε δρῶσι τὰς κουρὰς νέμεσθαι πρὸς τοὺς ἱερέας.καὶ οἱ κορβᾶν αὑτοὺς ὀνομάσαντες τῷ θεῷ, δῶρον δὲ τοῦτο σημαίνει κατὰ Ἑλλήνων γλῶτταν, βουλομένους ἀφίεσθαι τῆς λειτουργίας τοῖς ἱερεῦσι καταβάλλειν ἀργύριον, γυναῖκα μὲν τριάκοντα σίκλους ἄνδρα δὲ πεντήκοντα. ὅσοι δὲ ἂν ἐνδεέστερα τῶν ὡρισμένων ἔχωσι χρήματα τοῖς ἱερεῦσιν ἐξεῖναι περὶ τούτων ὡς βούλονται δοκιμάσαι.εἶναι δὲ καὶ τοῖς κατʼ οἶκον θύουσιν εὐωχίας ἕνεκα τῆς αὑτῶν ἀλλὰ μὴ θρησκείας ἀνάγκην κομίζειν τοῖς ἱερεῦσιν ἔνυστρόν τε καὶ χελύνιον καὶ τὸν δεξιὸν βραχίονα τοῦ θύματος. καὶ τοῖς μὲν ἱερεῦσι Μωυσῆς τοσαύτην, πάρεξ ὧν ὑπὲρ ἁμαρτημάτων θύων ὁ λαὸς δίδωσιν αὐτοῖς, ὡς ἐν τῇ πρὸ ταύτης βίβλῳ δεδηλώκαμεν, εὐπορίαν ἐπενόησε.πάντων δὲ τῶν τοῖς ἱερεῦσι τελουμένων κοινωνεῖν διέταξε καὶ τοὺς οἰκέτας καὶ θυγατέρας καὶ γυναῖκας ἔξω τῶν ὑπὲρ ἁμαρτημάτων ἐπιφερομένων θυσιῶν· ταύτας γὰρ ἐν τῷ ἱερῷ μόνοι δαπανῶσιν οἱ ἄρρενες τῶν ἱερέων αὐθημερόν.Ὡς δὲ ταῦτα μετὰ τὴν στάσιν Μωυσῆς διέταξεν, ἄρας μετὰ πάσης τῆς στρατιᾶς ἐπὶ τοὺς τῆς Ἰδουμαίας ὅρους ἦλθε καὶ πρέσβεις πρὸς τὸν βασιλέα τῶν Ἰδουμαίων πέμψας ἠξίου δίοδον αὐτῷ παρασχεῖν, πίστεις ἃς αὐτὸς ἐθέλοι λαβεῖν ὑπὲρ τοῦ μηδὲν ἀδικηθήσεσθαι δώσειν ὁμολογῶν, ἀγοράν τε τῷ στρατῷ χορηγῆσαι καὶ τιμὴν τοῦ ὕδατος αὐτοὺς κελεῦσαι καταβαλεῖν.ὁ δʼ οἷς ἐπρεσβεύσατο Μωυσῆς οὐκ ἀρεσκόμενος οὐδὲ συγχωρῶν τὴν δίοδον ἔνοπλον τὴν στρατιὰν ἀγαγὼν προαπήντα τῷ Μωυσεῖ, κωλύσων αὐτοὺς εἰ τολμήσαιεν βίᾳ περαιοῦσθαι. καὶ Μωυσῆς, ἄρχειν γὰρ μάχης οὐ συνεβούλευσεν ὁ θεὸς χρωμένῳ, τὴν δύναμιν ὑπανῆγε διὰ τῆς ἐρήμου ἐκπεριιών.Τότε δὴ καὶ τὴν ἀδελφὴν αὐτοῦ Μαριάμην τελευτὴ τοῦ βίου καταλαμβάνει τεσσαρακοστὸν ἔτος πεπληρωκυῖαν ἀφʼ οὗ τὴν Αἴγυπτον κατέλιπε μηνὸς δὲ Ξανθικοῦ νουμηνίᾳ κατὰ σελήνην. θάπτουσι δʼ αὐτὴν δημοσίᾳ πολυτελῶς ὑπέρ τινος ὄρους, ὃ καλοῦσι Σίν, καὶ πενθήσαντα ἐπὶ τριάκοντα ἡμέρας τὸν λαὸν ἐκάθηρε Μωυσῆς τούτῳ τῷ τρόπῳ·μόσχον θήλειαν, ἀρότρου μὲν καὶ γεωργίας ἄπειρον ὁλόκληρον δέ, ξανθὴν πᾶσαν, μικρὸν ἄπωθεν τοῦ στρατοπέδου προαγαγὼν εἰς χωρίον καθαρώτατον ὁ ἀρχιερεὺς ἔθυέ τε καὶ τοῦ αἵματος ἑπτάκις ἔρρανε τῷ δακτύλῳ ἀντικρὺ τῆς σκηνῆς τοῦ θεοῦ.ἔπειτα καιομένης ὡς εἶχεν ὅλης τῆς δαμάλιδος σὺν τῇ δορᾷ καὶ τοῖς ἐντὸς ξύλον κέδρινον εἰς μέσον ἐμβάλλουσι τὸ πῦρ καὶ ὕσσωπον καὶ φοινικτὸν ἔριον· συναγαγὼν δʼ αὐτῆς ἅπασαν τὴν τέφραν ἁγνὸς ἀνὴρ κατατίθησιν εἰς χωρίον καθαρώτατον.τοὺς οὖν ἀπὸ νεκροῦ μεμιασμένους τῆς τέφρας ὀλίγον εἰς πηγὴν ἐνιέντες καὶ ὕσσωπον βαπτίσαντές τε καὶ τῆς τέφρας ταύτης εἰς πηγὴν ἔρραινον τρίτῃ τε καὶ ἑβδόμῃ τῶν ἡμερῶν καὶ καθαροὶ τὸ λοιπὸν ἦσαν. τοῦτο δὲ καὶ κατελθοῦσιν εἰς τὰς κληρουχίας προσέταξε ποιεῖν.