ὡς τῷ θεῷ κεχαρισμένον ἂν εἴη, κἂν ὑπʼ αἰσχύνης τινὰς ὀκνοῦντας ἅψασθαι λαβεῖν παρακαλῶσιν, ὄντας μὲν Ἰσραηλίτας ὡς κοινωνοὺς καὶ δεσπότας διὰ τὴν συγγένειαν, ἀφιγμένους δʼ ἀλλαχόθεν ἀνθρώπους ξενίων τυχεῖν ἀξιοῦντας ὧν ὁ θεὸς καθʼ ὥραν αὐτοῖς παρέσχεν.ἀναλώματα γὰρ οὐχ ἡγητέον ὅσα τις κατὰ χρηστότητα παρίησιν ἀνθρώποις λαμβάνειν, τοῦ θεοῦ τὴν ἀφθονίαν τῶν ἀγαθῶν χορηγοῦντος οὐκ ἐπὶ τῷ καρποῦσθαι μόνοις, ἀλλὰ καὶ τῷ τοῖς ἄλλοις μεταδιδόναι φιλοτίμως, καὶ βουλομένου τῷ τρόπῳ τούτῳ τὴν ἰδίαν περὶ τὸν Ἰσραηλιτῶν λαὸν εὔνοιαν καὶ τὴν χορηγίαν τῆς εὐδαιμονίας καὶ τοῖς ἄλλοις ἐμφανίζεσθαι ἐκ πολλοῦ τοῦ περιόντος αὐτοῖς κἀκείνοις μεταδιδόντων.ὁ δὲ παρὰ ταῦτα ποιήσας πληγὰς μιᾷ λειπούσας τεσσαράκοντα τῷ δημοσίῳ σκύτει λαβὼν τιμωρίαν ταύτην αἰσχίστην ἐλεύθερος ὑπομενέτω, ὅτι τῷ κέρδει δουλεύσας ὕβρισε τὸ ἀξίωμα·καλῶς γὰρ ὑμῖν ἔχει πεπειραμένοις ἐν Αἰγύπτῳ συμφορῶν καὶ κατὰ τὴν ἐρημίαν πρόνοιαν τῶν ἐν τοῖς ὁμοίοις ὑπαρχόντων ποιεῖσθαι, καὶ τυχόντας εὐπορίας ἐξ ἐλέου καὶ προνοίας τοῦ θεοῦ τὴν αὐτὴν ταύτην ἐξ ὁμοίου πάθους ἀπομερίζειν τοῖς δεομένοις.Ταῖς δὲ δεκάταις ταῖς δυσίν, ἃς ἔτους ἑκάστου προεῖπον τελεῖν, τὴν μὲν τοῖς Λευίταις, τὴν δʼ ἑτέραν πρὸς τὰς εὐωχίας, τρίτην πρὸς αὐταῖς κατὰ τὸ ἔτος τρίτον συμφέρειν εἰς διανέμησιν τῶν σπανιζόντων γυναιξί τε χήραις καὶ παισὶν ὀρφανοῖς·τῶν δʼ ὡραίων ὅ τι καὶ πρῶτον ἑκάστῳ τύχῃ γενόμενον εἰς τὸ ἱερὸν κομιζέτωσαν, καὶ τὸν θεὸν ὑπὲρ τῆς ἐνεγκαμένης αὐτὸ γῆς, ἣν αὐτοῖς κτήσασθαι παρέσχεν, εὐλογήσαντες θυσίας ἃς ὁ νόμος αὐτοῖς ἐπιφέρειν κελεύει ἐπιτελέσαντες τούτων τὰ προτέλεια τοῖς ἱερεῦσι διδότωσαν.ἐπειδὰν δὲ ταῦτά τις ποιήσας καὶ πάντων τὰς δεκάτας ἅμα ταῖς εἰς τοὺς Λευίτας καὶ τὰς εὐωχίας ἀπενηνοχὼς ἀπιέναι μέλλῃ πρὸς αὑτὸν οἴκαδε, στὰς ἀντικρὺ τοῦ τεμενίσματος εὐχαριστησάτω μὲν τῷ θεῷ, ὅτι τῆς ἀπʼ Αἰγυπτίων αὐτοὺς ὕβρεως ἀπαλλάξας γῆν αὐτοῖς ἀγαθὴν καὶ πολλὴν ἔδωκε καρποῦσθαι,μαρτυράμενος δὲ ὡς τάς τε δεκάτας κατὰ τοὺς Μωυσέος τελέσειε νόμους αἰτησάσθω τὸν θεὸν εὐμενῆ καὶ ἵλεων αὐτῷ διὰ παντὸς εἶναι καὶ κοινῇ πᾶσιν Ἑβραίοις διαμένειν, φυλάττοντα μὲν ἃ δέδωκεν αὐτοῖς ἀγαθὰ προσκτήσασθαι δὲ ὅσα δύναται χαρίζεσθαι.Γαμείτωσαν δὲ ἐν ὥρᾳ γάμου γενόμενοι παρθένους ἐλευθέρας γονέων ἀγαθῶν, ὁ δὲ μὴ μέλλων ἄγεσθαι παρθένον μὴ ζευγνύσθω συνοικοῦσαν ἄλλῳ νοθεύσας μηδὲ λυπῶν τὸν πρότερον αὐτῆς ἄνδρα· δούλας δὲ μὴ γαμεῖσθαι τοῖς ἐλευθέροις, μηδʼ ἂν ὑπʼ ἔρωτος πρὸς τοῦτό τινες ἐκβιάζωνται, κρατεῖν δὲ τῆς ἐπιθυμίας τὸ εὐπρεπὲς καὶ τοῖς ἀξιώμασι πρόσφορον.ἔτι μηδὲ ἡταιρημένης εἶναι γάμον, ἧς διʼ ὕβριν τοῦ σώματος τὰς ἐπὶ τῷ γάμῳ θυσίας ὁ θεὸς οὐκ ἂν προσοῖτο· γένοιτο γὰρ ἂν οὕτω τῶν παίδων τὰ φρονήματα ἐλευθέρια καὶ πρὸς ἀρετὴν ὄρθια, εἰ μὴ τύχοιεν ἐκ γάμων φύντες αἰσχρῶν, μηδʼ ἐξ ἐπιθυμίας οὐκ ἐλευθερίας συνελθόντων.εἴ τις ὡς παρθένον μνηστευσάμενος ἔπειτα μὴ τοιαύτην εὕροι, δίκην λαχὼν αὐτὸς μὲν κατηγορείτω χρώμενος εἰς ἀπόδειξιν οἷς ἂν ἔχῃ τεκμηρίοις, ἀπολογείσθω δὲ ὁ τῆς κόρης πατὴρ ἢ ἀδελφὸς ἢ ὃς ἂν μετὰ τούτους ἐγγυτέρω δοκῇ τοῦ γένους.καὶ κριθεῖσα μὲν ἡ κόρη μὴ ἀδικεῖν συνοικείτω τῷ κατηγορήσαντι μηδεμίαν ἐξουσίαν ἔχοντος ἐκείνου ἀποπέμπεσθαι αὐτήν, πλὴν εἰ μὴ μεγάλας αἰτίας αὐτῷ παράσχοι καὶ πρὸς ἃς οὐδʼ ἀντειπεῖν δυνηθείη.τοῦ δὲ τολμηρῶς καὶ προπετῶς ἐπενεγκεῖν αἰτίαν καὶ διαβολὴν πρόστιμον ἐκτινύτω πληγὰς τεσσαράκοντα μιᾷ λειπούσας λαμβάνων καὶ πεντήκοντα σίκλους ἀποτινύτω τῷ πατρί. ἂν δʼ ἐξελέγξῃ τὴν παιδίσκην ἐφθαρμένην, δημότις μὲν οὖσα τοῦ μὴ σωφρόνως προστῆναι τῆς παρθενίας ἄχρι νομίμων γάμων καταλευέσθω, ἂν δʼ ἐξ ἱερέων ᾖ γεγενημένη, καιέσθω ζῶσα.δύο γυναικῶν οὐσῶν τινι, καὶ τῆς μὲν ἑτέρας ἐν τιμῇ σφόδρα καὶ εὐνοίᾳ κειμένης ἢ διʼ ἔρωτα καὶ κάλλος ἢ κατʼ ἄλλην αἰτίαν, τῆς δʼ ἑτέρας ἐν ἐλάττονι μοίρᾳ τυγχανούσης, ἂν ὁ ἐκ τῆς ἀγαπωμένης παῖς γενόμενος νεώτερος ὢν τοῦ ἐκ τῆς ἑτέρας φύντος ἀξιοῖ διὰ τὴν πρὸς τὴν μητέρα τοῦ πατρὸς εὔνοιαν τῶν πρεσβείων τυγχάνειν, ὥστε διπλοῦν τὸ μέρος τῆς πατρῴας οὐσίας ἐκλαμβάνειν, τοῦτο γὰρ ἐν τοῖς νόμοις διεταξάμην, μὴ συγκεχωρήσθω·ἄδικον γὰρ τὸν τῇ γενέσει πρεσβύτερον, ὅτι τὰ τῆς μητρὸς αὐτῷ ἥττονα παρὰ τῇ διαθέσει τοῦ πατρός, τῶν ὀφειλομένων αὐτῷ στερεῖσθαι.ὁ κόρην ἄλλῳ κατηγγυημένην φθείρας, εἰ μὲν πείσας καὶ πρὸς τὴν φθορὰν συγκάταινον λαβών, ἀποθνησκέτω σὺν αὐτῇ· πονηροὶ γὰρ ὁμοίως ἑκάτεροι, ὁ μὲν τὸ αἴσχιστον πείσας ἑκουσίως ὑπομεῖναι καὶ προτιμῆσαι τοῦτο τοῦ ἐλευθέρου γάμου τὴν κόρην, ἡ δὲ παρασχεῖν ἑαυτὴν πεισθεῖσα διʼ ἡδονὴν ἢ διὰ κέρδος πρὸς τὴν ὕβριν·ἐὰν δέ που μόνῃ περιπεσὼν βιάσηται μηδενὸς βοηθοῦ παρόντος, μόνος ἀποθνησκέτω. ὁ φθείρας παρθένον μήπω κατηγγυημένην αὐτὸς γαμείτω· ἢν δὲ τῷ πατρὶ τῆς κόρης μὴ δόξῃ συνοικίζειν αὐτῷ, πεντήκοντα σίκλους τιμὴν τῆς ὕβρεως καταβαλλέτω.