Εἷς δὲ μὴ πιστευέσθω μάρτυς, ἀλλὰ τρεῖς ἢ τὸ τελευταῖον δύο, ὧν τὴν μαρτυρίαν ἀληθῆ ποιήσει τὰ προβεβιωμένα. γυναικῶν δὲ μὴ ἔστω μαρτυρία διὰ κουφότητα καὶ θράσος τοῦ γένους αὐτῶν· μαρτυρείτωσαν δὲ μηδὲ δοῦλοι διὰ τὴν τῆς ψυχῆς ἀγένειαν, οὓς ἢ διὰ κέρδος εἰκὸς ἢ διὰ φόβον μὴ τἀληθῆ μαρτυρῆσαι. ἂν δέ τις ψευδομαρτυρήσας πιστευθῇ, πασχέτω ταῦτʼ ἐλεγχθεὶς ὅσα ὁ καταμαρτυρηθεὶς πάσχειν ἔμελλεν.Ἂν δὲ πραχθέντος φόνου ἔν τινι χώρᾳ μὴ εὑρίσκηται ὁ δράσας μηδʼ ὑπονοῆταί τις ὡς διὰ μῖσος ἀπεκτονηκώς, ζητείτωσαν μὲν αὐτὸν μετὰ πολλῆς σπουδῆς μήνυτρα προθέμενοι· μηδενὸς δὲ μηνύοντος αἱ ἀρχαὶ τῶν πόλεων τῶν πλησίον τῇ χώρᾳ, ἐν ᾗ ὁ φόνος ἐπράχθη, καὶ ἡ γερουσία συνελθόντες μετρείτωσαν ἀπὸ τοῦ τόπου ὅπου κεῖται ὁ νεκρὸς τὴν χώραν.ἣ δʼ ἂν ᾖ πλησιαιτάτη πόλις, οἱ ἐν αὐτῇ δημόσιοι πριάμενοι δάμαλιν καὶ κομίσαντες εἰς φάραγγα καὶ ἀνεπιτήδειον ἀρότρῳ καὶ φυτοῖς χωρίον τοὺς τένοντας κοψάτωσαν τῆς βοός,καὶ χέρνιβας ἑλόμενοι ὑπὲρ κεφαλῆς τῆς βοὸς οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ ἡ γερουσία τῆς πόλεως ἐκείνης καθαρὰς ἀναβοησάτωσαν τὰς χεῖρας ἔχειν ἀπὸ τοῦ φόνου καὶ μήτε δρᾶσαι μήτε δρωμένῳ παρατυχεῖν, ἐπικαλεῖσθαι δὲ ἵλεω τὸν θεὸν καὶ μηκέτι τοιοῦτον δεινὸν συμβῆναι τῇ γῇ πάθος.Ἀριστοκρατία μὲν οὖν κράτιστον καὶ ὁ κατʼ αὐτὴν βίος, καὶ μὴ λάβῃ πόθος ὑμᾶς ἄλλης πολιτείας, ἀλλὰ ταύτην στέργοιτε καὶ τοὺς νόμους ἔχοντες δεσπότας κατʼ αὐτοὺς ἕκαστα πράττετε· ἀρκεῖ γὰρ ὁ θεὸς ἡγεμὼν εἶναι. βασιλέως δʼ εἰ γένοιτο ἔρως ὑμῖν, ἔστω μὲν οὗτος ὁμόφυλος, πρόνοια δʼ αὐτῷ δικαιοσύνης καὶ τῆς ἄλλης ἀρετῆς διὰ παντὸς ἔστω.παραχωροίη δὲ οὗτος τοῖς μὲν νόμοις καὶ τῷ θεῷ τὰ πλείονα τοῦ φρονεῖν, πρασσέτω δὲ μηδὲν δίχα τοῦ ἀρχιερέως καὶ τῆς τῶν γερουσιαστῶν γνώμης γάμοις τε μὴ πολλοῖς χρώμενος μηδὲ πλῆθος διώκων χρημάτων μηδʼ ἵππων, ὧν αὐτῷ παραγενομένων ὑπερήφανος ἂν τῶν νόμων ἔσοιτο. κωλυέσθω δʼ, εἰ τούτων τι διὰ σπουδῆς ἔχοι, γίγνεσθαι τοῦ συμφέροντος ὑμῖν δυνατώτερος.Ὅρους γῆς μὴ ἐξέστω κινεῖν μήτε οἰκείας μήτʼ ἀλλοτρίας πρὸς οὕς ἐστιν ὑμῖν εἰρήνη, φυλαττέσθω δʼ ὥσπερ θεοῦ ψῆφον βεβαίαν εἰς αἰῶνα κειμένην ἀναιρεῖν, ὡς πολέμων ἐντεῦθεν καὶ στάσεων γινομένων ἐκ τοῦ πλεονεκτοῦντας προσωτέρω χωρεῖν βούλεσθαι τῶν ὅρων· μὴ γὰρ μακρὰν εἶναι τοῦ καὶ τοὺς νόμους ὑπερβαίνειν τοὺς τὸν ὅρον μετακινοῦντας.Γῆν ὁ φυτεύσας, πρὸ ἐτῶν τεσσάρων ἂν καρπὸν προβάλῃ τὰ φυτά, μήτε τῷ θεῷ ἀπαρχὰς ἐντεῦθεν ἀποφερέτω μήτʼ αὐτὸς χρήσθω· οὐ γὰρ κατὰ καιρὸν τοῦτον ὑπʼ αὐτῶν ἐνεχθῆναι, βιασαμένης δὲ τῆς φύσεως ἀώρως μήτε τῷ θεῷ ἁρμόζειν μήτʼ αὐτῷ τῷ δεσπότῃ χρῆσθαι.τῷ δὲ τετάρτῳ τρυγάτω πᾶν τὸ γενόμενον, τότε γὰρ ὥριον εἶναι, καὶ συναγαγὼν εἰς τὴν ἱερὰν πόλιν κομιζέτω, καὶ σὺν τῇ δεκάτῃ τοῦ ἄλλου καρποῦ μετὰ τῶν φίλων εὐωχούμενος ἀναλισκέτω καὶ μετʼ ὀρφανῶν καὶ χηρευουσῶν γυναικῶν. πέμπτου δὲ ἔτους κύριος ἔστω τὰ φυτὰ καρποῦσθαι.Τὴν ἀμπέλοις κατάφυτον γῆν μὴ σπείρειν· ἀρκεῖσθαι γὰρ αὐτὴν τρέφειν τοῦτο τὸ φυτὸν καὶ τῶν ἐξ ἀρότρου πόνων ἀπηλλάχθαι. βουσὶν ἀροῦν τὴν γῆν, καὶ μηδὲν τῶν ἑτέρων ζῴων σὺν αὐτοῖς ὑπὸ ζεύγλην ἄγοντας, ἀλλὰ κατʼ οἰκεῖα γένη κἀκείνοις ποιεῖσθαι τὸν ἄροτον. εἶναι δὲ καθαρὰ τὰ σπέρματα καὶ ἀνεπίμικτα, καὶ μὴ σύνδυο καὶ τρία σπείρειν· οὐ γὰρ τῇ τῶν ἀνομοίων κοινωνίᾳ χαίρειν τὴν φύσιν.μηδὲ κτήνεσιν ἐπάγειν ὅσα μὴ συγγενῆ· δέος γὰρ ἐκ τούτου μὴ διαβῇ καὶ μέχρι τῶν ἀνθρωπείων ἡ πρὸς τὸ ὁμόφυλον ἀτιμία τὴν ἀρχὴν ἀπὸ τῶν περὶ τὰ μικρὰ καὶ τὰ φαῦλα πρότερον λαβοῦσα.δεῖ δὲ μηδὲν εἶναι τοιοῦτον συγκεχωρημένον, ἐξ οὗ κατὰ μίμησιν παρατροπή τις τῶν κατὰ τὴν πολιτείαν ἔσοιτο, ἀλλʼ ὡς οὐδὲ περὶ τῶν τυχόντων ἠμέληται τοῖς νόμοις εἰδόσι προνοεῖσθαι τοῦ κατʼ αὐτοὺς ἀμέμπτου.Ἀμῶντας δὲ καὶ συναιροῦντας τὰ θέρη μὴ καλαμᾶσθαι, καταλιπεῖν δέ τινα καὶ τῶν δραγμάτων τοῖς βίου σπανίζουσιν ἕρμαιον εἶναι τούτοις πρὸς διατροφήν· ὁμοίως δὲ καὶ τῆς τρύγης ἀπολιπεῖν τὰς ἐπιφυλλίδας τοῖς πένησι καὶ τῶν ἐλαιῶν παρεῖναί τι τοῦ καρποῦ πρὸς συλλογὴν τοῖς ἐξ ἰδίων οὐκ ἔχουσι μεταλαβεῖν·οὐ τοσαύτη γὰρ ἂν ἐκ τῆς ἐπʼ ἀκριβὲς αὐτῶν συλλογῆς εὐπορία τοῖς δεσπόταις γένοιτο, ὅση χάρις ἐκ τῶν δεομένων ἔλθοι, τό τε θεῖον τὴν γῆν προθυμοτέραν εἰς τὴν ἐκτροφὴν τῶν καρπῶν ἀπεργάσεται μὴ τοῦ κατʼ αὐτοὺς προνοουμένων λυσιτελοῦς, ἀλλὰ καὶ τῆς τῶν ἄλλων διατροφῆς λόγον ἐχόντων.μηδὲ βοῶν ὁπότε τρίβοιεν τοὺς στάχυας ἀποδεῖν τὰ στόματα ἐπὶ τῆς ἅλωος· οὐ γὰρ εἶναι δίκαιον εἴργειν τοὺς συνειργασμένους τοῦ καρποῦ καὶ περὶ τὴν γένεσιν αὐτοῦ πονήσαντας.μηδὲ ὀπώρας ἀκμαζούσης κωλύειν ἅπτεσθαι τοὺς ὁδῷ βαδίζοντας, ἀλλʼ ὡς ἐξ οἰκείων αὐτοῖς ἐπιτρέπειν ἐμπίπλασθαι, κἂν ἐγχώριοι τυγχάνωσι κἂν ξένοι, χαίροντας ἐπὶ τῷ παρέχειν αὐτοῖς τῶν ὡραίων μεταλαμβάνειν· ἀποφέρεσθαι δʼ αὐτοῖς μηδὲν ἐξέστω.μηδὲ τρυγῶντες ὧν ἂν εἰς τὰς ληνοὺς κομίζωσιν εἰργέτωσαν τοὺς ὑπαντιάζοντας ἐπεσθίειν· ἄδικον γὰρ ἀγαθῶν, ἃ κατὰ βούλησιν θεοῦ παρῆλθεν εἰς τὸν βίον, φθονεῖν τοῖς ἐπιθυμοῦσιν αὐτῶν μεταλαμβάνειν τῆς ὥρας ἐν ἀκμῇ τε οὔσης καὶ σπευδούσης ἀπελθεῖν·