Ἐπειδὰν τὴν Χαναναίων γῆν κτησάμενοι καὶ σχολὴν ἐν χρήσει τῶν ἀγαθῶν ἔχοντες πόλεις τὸ λοιπὸν ἤδη κτίζειν προαιρῆσθε, ταῦτα ποιοῦντες τῷ θεῷ φίλα πράξετε καὶ τὴν εὐδαιμονίαν βεβαίαν ἕξετε·ἱερὰ πόλις ἔστω μία τῆς Χαναναίων γῆς ἐν τῷ καλλίστῳ καὶ διʼ ἀρετὴν ἐπιφανεῖ, ἣν ἂν ὁ θεὸς ἑαυτῷ διὰ προφητείας ἕληται, καὶ νεὼς εἷς ἐν ταύτῃ ἔστω, καὶ βωμὸς εἷς ἐκ λίθων μὴ κατειργασμένων, ἀλλὰ λογάδην συγκειμένων, οἳ κονιάματι χρισθέντες εὐπρεπεῖς τε εἶεν καὶ καθάριοι πρὸς τὴν θέαν.ἡ δʼ ἐπὶ τοῦτον πρόσβασις ἔστω μὴ διὰ βαθμίδων, ἀλλὰ προσχώσεως αὐτῷ καταπρανοῦς γενομένης. ἐν ἑτέρᾳ δὲ πόλει μήτε βωμὸς μήτε νεὼς ἔστω· θεὸς γὰρ εἷς καὶ τὸ Ἑβραίων γένος ἕν.Ὁ δὲ βλασφημήσας θεὸν καταλευσθεὶς κρεμάσθω διʼ ἡμέρας καὶ ἀτίμως καὶ ἀφανῶς θαπτέσθω.Συνερχέσθωσαν δὲ εἰς ἣν ἀποφήνωσι πόλιν τὸν νεὼν τρὶς τοῦ ἔτους οἱ ἐκ τῶν περάτων τῆς γῆς, ἧς ἂν Ἑβραῖοι κρατῶσιν, ὅπως τῷ θεῷ τῶν μὲν ὑπηργμένων εὐχαριστῶσι καὶ περὶ τῶν εἰς τὸ μέλλον παρακαλῶσι καὶ συνιόντες ἀλλήλοις καὶ συνευωχούμενοι προσφιλεῖς ὦσι·καλὸν γὰρ εἶναι μὴ ἀγνοεῖν ἀλλήλους ὁμοφύλους τε ὄντας καὶ τῶν αὐτῶν κοινωνοῦντας ἐπιτηδευμάτων, τοῦτο δὲ ἐκ μὲν τῆς αὐτῆς ἐπιμιξίας αὐτοῖς ὑπάρξειν, τῇ τε ὄψει καὶ τῇ ὁμιλίᾳ μνήμην αὐτῶν ἐντιθέντας· ἀνεπιμίκτους γὰρ ἀλλήλοις μένοντας ἀλλοτριωτάτους αὑτοῖς νομισθήσεσθαι.Ἔστω δὲ καὶ δεκάτη τῶν καρπῶν ἐξαίρεσις ὑμῖν χωρὶς ἧς διετάξατε τοῖς ἱερεῦσι καὶ Λευίταις δεδόσθαι, ἣ πιπρασκέσθω μὲν ἐπὶ τῶν πατρίδων, εἰς δὲ τὰς εὐωχίας ὑπηρετείτω καὶ τὰς θυσίας τὰς ἐν τῇ ἱερᾷ πόλει· δίκαιον γὰρ εἶναι τῶν ἐκ τῆς γῆς ἀναδιδομένων, ἣν ὁ θεὸς αὐτοῖς κτήσασθαι παρέσχεν, ἐπὶ τιμῇ τοῦ δεδωκότος ἀπολαύειν.Ἐκ μισθοῦ γυναικὸς ἡταιρημένης θυσίας μὴ τελεῖν· ἥδεσθαι γὰρ μηδενὶ τῶν ἀφʼ ὕβρεως τὸ θεῖον, χείρων δʼ οὐκ ἂν εἴη τῆς ἐπὶ τοῖς σώμασιν αἰσχύνης· ὁμοίως μηδʼ ἂν ἐπʼ ὀχεύσει κυνὸς ἤτοι θηρευτικοῦ ἢ ποιμνίων φύλακος λάβῃ τις μισθόν, ἐκ τούτου θύειν τῷ θεῷ.Βλασφημείτω δὲ μηδεὶς θεοὺς οὓς πόλεις ἄλλαι νομίζουσι. μηδὲ συλᾶν ἱερὰ ξενικά, μηδʼ ἂν ἐπωνομασμένον ᾖ τινι θεῷ κειμήλιον λαμβάνειν.Μηδεὶς δʼ ἐξ ὑμῶν κλωστὴν ἐξ ἐρίου καὶ λίνου στολὴν φορείτω· τοῖς γὰρ ἱερεῦσι μόνοις ταύτην ἀποδεδεῖχθαι.Συνελθόντος δὲ τοῦ πλήθους εἰς τὴν ἱερὰν πόλιν ἐπὶ ταῖς θυσίαις διʼ ἐτῶν ἑπτὰ τῆς σκηνοπηγίας ἑορτῆς ἐνστάσης ὁ ἀρχιερεὺς ἐπὶ βήματος ὑψηλοῦ σταθείς, ἀφʼ οὗ γένοιτο ἐξάκουστος, ἀναγινωσκέτω τοὺς νόμους ἅπασι, καὶ μήτε γυνὴ μήτε παῖδες εἰργέσθωσαν τοῦ ἀκούειν, ἀλλὰ μηδὲ οἱ δοῦλοι·καλὸν γὰρ ταῖς ψυχαῖς ἐγγραφέντας καὶ τῇ μνήμῃ φυλαχθῆναι μηδέποτε ἐξαλειφθῆναι δυναμένους. οὕτως γὰρ οὐδὲν ἁμαρτήσονται μὴ δυνάμενοι λέγειν ἄγνοιαν τῶν ἐν τοῖς νόμοις διωρισμένων, οἵ τε νόμοι πολλὴν πρὸς ἁμαρτάνοντας ἕξουσι παρρησίαν, ὡς προλεγόντων αὐτοῖς ἃ πείσονται καὶ ταῖς ψυχαῖς ἐγγραψάντων διὰ τῆς ἀκοῆς ἃ κελεύουσιν,ὥστʼ εἶναι διὰ παντὸς ἔνδον αὐτοῖς τὴν προαίρεσιν αὐτῶν ἧς ὀλιγωρήσαντες ἠδίκησαν καὶ τῆς ζημίας αὑτοῖς αἴτιοι γεγόνασι. μανθανέτωσαν δὲ καὶ οἱ παῖδες πρῶτον τοὺς νόμους μάθημα κάλλιστον καὶ τῆς εὐδαιμονίας αἴτιον.Δίς τε ἑκάστης ἡμέρας ἀρχομένης τε αὐτῆς καὶ ὁπότε πρὸς ὕπνον ὥρα τρέπεσθαι μαρτυρεῖν τῷ θεῷ τὰς δωρεάς, ἃς ἀπαλλαγεῖσιν αὐτοῖς ἐκ τῆς Αἰγυπτίων γῆς παρέσχε, δικαίας οὔσης φύσει τῆς εὐχαριστίας καὶ γενομένης ἐπʼ ἀμοιβῇ μὲν τῶν ἤδη γεγονότων ἐπὶ δὲ προτροπῇ τῶν ἐσομένων·ἐπιγράφειν δὲ καὶ τοῖς θυρώμασιν αὐτῶν τὰ μέγιστα ὧν εὐεργέτησεν αὐτοὺς ὁ θεὸς ἔν τε βραχίοσιν ἕκαστον διαφαίνειν, ὅσα τε τὴν ἰσχὺν ἀποσημαίνειν δύναται τοῦ θεοῦ καὶ τὴν πρὸς αὐτοὺς εὔνοιαν φέρειν ἐγγεγραμμένα ἐπὶ τῆς κεφαλῆς καὶ τοῦ βραχίονος, ὡς περίβλεπτον πανταχόθεν τὸ περὶ αὐτοὺς πρόθυμον τοῦ θεοῦ.Ἀρχέτωσαν δὲ καθʼ ἑκάστην πόλιν ἄνδρες ἑπτὰ οἱ καὶ τὴν ἀρετὴν καὶ τὴν περὶ τὸ δίκαιον σπουδὴν προησκηκότες· ἑκάστῃ δὲ ἀρχῇ δύο ἄνδρες ὑπηρέται διδόσθωσαν ἐκ τῆς τῶν Λευιτῶν φυλῆς.ἔστωσαν δὲ καὶ οἱ δικάζειν λαχόντες ταῖς πόλεσιν ἐν πάσῃ τιμῇ, ὡς μήτε βλασφημεῖν ἐκείνων παρόντων μήτε θρασύνεσθαί τισιν ἐξεῖναι τῆς πρὸς τοὺς ἐν ἀξιώματι τῶν ἀνθρώπων αἰδοῦς αὐτῶν εὐλαβεστέρους, ὥστε τοῦ θεοῦ μὴ καταφρονεῖν, ἀπεργαζομένης.οἱ δὲ δικασταὶ ἀποφήνασθαι κύριοι περὶ τοῦ δόξαντος αὐτοῖς ἔστωσαν, πλὴν εἰ μή τι χρήματα λαβόντας τις αὐτοὺς ἐπὶ διαφθορᾷ τοῦ δικαίου ἐνδείξαιτʼ ἢ ἄλλην τινὰ αἰτίαν προφέροι, καθʼ ἣν οὐ καλῶς ἐλέγχει αὐτοὺς ἀποφηναμένους· οὔτε γὰρ κέρδει χαριζομένους οὔτʼ ἀξιώματι προσῆκε φανερὰς ποιεῖσθαι τὰς κρίσεις, ἀλλὰ τὸ δίκαιον ἐπάνω πάντων τιθεμένους.ὁ γὰρ θεὸς ἂν οὕτως δόξειε καταφρονεῖσθαι καὶ ἀσθενέστερος ἐκείνων οἷς ἄν τις κατὰ φόβον ἰσχύος προσνέμοι τὴν ψῆφον κεκρίσθαι· τοῦ θεοῦ γὰρ ἰσχύς ἐστι τὸ δίκαιον. ὃ τοῖς ἐν ἀξιώμασι τυγχάνουσι καταχαριζόμενός τις ἐκείνους τοῦ θεοῦ δυνατωτέρους ποιεῖ.ἂν δʼ οἱ δικασταὶ μὴ νοῶσι περὶ τῶν ἐπʼ αὐτοὺς παρατεταγμένων ἀποφήνασθαι, συμβαίνει δὲ πολλὰ τοιαῦτα τοῖς ἀνθρώποις, ἀναπεμπέτωσαν τὴν δίκην εἰς τὴν ἱερὰν πόλιν, καὶ συνελθόντες ὅ τε ἀρχιερεὺς καὶ ὁ προφήτης καὶ ἡ γερουσία τὸ δοκοῦν ἀποφαινέσθωσαν.