Μωυσῆς δὲ γηραιὸς ἤδη τυγχάνων διάδοχον ἑαυτοῦ Ἰησοῦν καθίστησιν ἐπί τε ταῖς προφητείαις καὶ στρατηγὸν εἴ που δεήσειε γενησόμενον, κελεύσαντος καὶ τοῦ θεοῦ τούτῳ τὴν προστασίαν ἐπιτρέψαι τῶν πραγμάτων. ὁ δὲ Ἰησοῦς πᾶσαν ἐπεπαίδευτο τὴν περὶ τοὺς νόμους παιδείαν καὶ τὸ θεῖον Μωυσέος ἐκδιδάξαντος.Κἀν τούτῳ δύο φυλαὶ Γαδίς τε καὶ Ῥουβήλου καὶ τῆς Μανασσίτιδος ἡμίσεια πλήθει τετραπόδων εὐδαιμονοῦντες καὶ τοῖς ἄλλοις ἅπασι, κοινολογησάμενοι παρεκάλουν τὸν Μωυσῆν ἐξαίρετον αὐτοῖς τὴν Ἀμορῖτιν παρασχεῖν δορίκτητον οὖσαν· ἀγαθὴν γὰρ εἶναι βοσκήματα τρέφειν.ὁ δʼ ὑπολαβὼν αὐτοὺς δείσαντας τὴν πρὸς Χαναναίους μάχην πρόφασιν εὐπρεπῆ τὴν τῶν βοσκημάτων ἐπιμέλειαν εὑρῆσθαι κακίστους τε ἀπεκάλει καὶ δειλίας εὐσχήμονα πρόφασιν ἐπινοήσαντας αὐτοὺς μὲν βούλεσθαι τρυφᾶν ἀπόνως διάγοντας πάντων τεταλαιπωρηκότων ὑπὲρ τοῦ κτήσασθαι τὴν αἰτουμένην ὑπʼ αὐτῶν γῆν,μὴ θέλειν δὲ συναραμένους τῶν ἐπιλοίπων ἀγώνων γῆν ἣν διαβᾶσιν αὐτοῖς τὸν Ἰορδάνην ὁ θεὸς παραδώσειν ὑπέσχηται ταύτην λαβεῖν καταστρεψαμένους οὓς ἐκεῖνος ἀπέδειξεν ἡμῖν πολεμίους.οἱ δʼ ὁρῶντες ὀργιζόμενον αὐτὸν καὶ δικαίως ἠρεθίσθαι πρὸς τὴν ἀξίωσιν αὐτῶν ὑπολαβόντες ἀπελογοῦντο μὴ διὰ φόβον κινδύνων μηδὲ διὰ τὴν πρὸς τὸ πονεῖν μαλακίαν πεποιῆσθαι τὴν αἴτησιν,ἀλλʼ ὅπως τὴν λείαν ἐν ἐπιτηδείοις καταλιπόντες εὔζωνοι πρὸς τοὺς ἀγῶνας καὶ τὰς μάχας χωρεῖν δύναιντο, ἑτοίμους τε ἔλεγον ἑαυτοὺς κτίσαντας πόλεις εἰς φυλακὴν τέκνων καὶ γυναικῶν καὶ κτήσεως αὐτοῦ διδόντος συναπιέναι τῷ στρατῷ.καὶ Μωυσῆς ἀρεσθεὶς τῷ λόγῳ καλέσας Ἐλεάζαρον τὸν ἀρχιερέα καὶ Ἰησοῦν καὶ τοὺς ἐν τέλει πάντας συνεχώρει τὴν Ἀμορρῖτιν αὐτοῖς ἐπὶ τῷ συμμαχῆσαι τοῖς συγγενέσιν, ἕως ἂν καταστήσωνται τὰ πάντα. λαβόντες οὖν ἐπὶ τούτοις τὴν χώραν καὶ κτίσαντες πόλεις καρτερὰς τέκνα τε καὶ γυναῖκας καὶ τἆλλα ὅσα συμπεριάγειν μέλλουσιν αὐτοῖς ἂν ἦν ἐμπόδια τοῦ πονεῖν ἀπέθεντο εἰς αὐτάς.Οἰκοδομεῖ δὲ καὶ Μωυσῆς τὰς δέκα πόλεις τὰς εἰς τὸν ἀριθμὸν τῶν ὀκτὼ καὶ τεσσαράκοντα γενησομένας, ὧν τρεῖς ἀπέδειξε τοῖς ἐπʼ ἀκουσίῳ φόνῳ φευξομένοις, καὶ χρόνον ἔταξεν εἶναι τῆς φυγῆς τὸν αὐτὸν τῷ ἀρχιερεῖ, ἐφʼ οὗ δράσας τις τὸν φόνον ἔφυγε. μεθʼ ὃν συνεχώρει τελευτήσαντα κάθοδον, ἐχόντων ἐξουσίαν τῶν τοῦ πεφονευμένου συγγενῶν κτείνειν, εἰ λάβοιεν ἔξω τῶν ὅρων τῆς πόλεως εἰς ἣν ἔφυγε τὸν πεφονευκότα· ἑτέρῳ δὲ οὐκ ἐπετέτραπτο.αἱ δὲ πόλεις αἱ πρὸς τὰς φυγὰς ἀποδεδειγμέναι ἦσαν αἵδε· Βοσάρα μὲν ἐπὶ τοῖς ὁρίοις τῆς Ἀραβίας, Ἀρίμανον δὲ τῆς Γαλαδηνῶν γῆς, καὶ Γαυλανὰν δʼ ἐν τῇ Βατανίδι. κτησαμένων δʼ αὐτῶν καὶ τὴν Χαναναίων γῆν τρεῖς ἕτεραι πόλεις ἔμελλον ἀνατεθήσεσθαι τῶν Λευίτιδων πόλεων τοῖς φυγάσιν εἰς κατοικισμὸν Μωυσέος ἐπιστείλαντος.Μωυσῆς δὲ προσελθόντων αὐτῷ τῶν πρώτων τῆς Μανασσίτιδος φυλῆς καὶ δηλούντων μὲν ὡς τεθνήκοι τις τῶν φυλετῶν ἐπίσημος ἀνὴρ Σωλοφάντης ὄνομα, παῖδας μὲν οὐ καταλιπὼν ἄρσενας θυγατέρας δέ τοι, καὶ πυθομένων εἰ τούτων ὁ κλῆρος ἔσοιτο, φησίν,εἰ μὲν μέλλουσί τινι συνοικεῖν τῶν φυλετῶν, μετὰ τοῦ κλήρου πρὸς αὐτοὺς ἀπιέναι, εἰ δʼ ἐξ ἄλλης γαμοῖντό τισι φυλῆς, τὸν κλῆρον ἐν τῇ πατρῴᾳ φυλῇ καταλιπεῖν. καὶ τότε μένειν ἑκάστου τὸν κλῆρον ἐν τῇ φυλῇ διετάξατο.Τῶν δὲ τεσσαράκοντα ἐτῶν παρὰ τριάκοντα ἡμέρας συμπεπληρωμένων Μωυσῆς ἐκκλησίαν ἐπὶ τῷ Ἰορδάνῃ συναγαγών, ὅπου νῦν πόλις ἐστὶν Ἀβίλη, φοινικόφυτον δʼ ἐστὶ τὸ χωρίον, συνελθόντος τοῦ λαοῦ παντὸς λέγει τοιάδε·Ἄνδρες συστρατιῶται καὶ τῆς μακρᾶς κοινωνοὶ ταλαιπωρίας, ἐπεὶ τῷ θεῷ δοκοῦν ἤδη καὶ τῷ γήρᾳ χρόνον ἐτῶν εἴκοσι καὶ ἑκατὸν ἠνυσμένον δεῖ με τοῦ ζῆν ἀπελθεῖν καὶ τῶν πέρα τοῦ Ἰορδάνου πραχθησομένων οὐ μέλλω βοηθὸς ὑμῖν ἔσεσθαι καὶ σύμμαχος κωλυόμενος ὑπὸ τοῦ θεοῦ,δίκαιον ἡγησάμην μηδὲ νῦν ἐγκαταλιπεῖν τοὐμὸν ὑπὲρ τῆς ὑμετέρας εὐδαιμονίας πρόθυμον, ἀλλʼ ἀίδιόν τε ὑμῖν πραγματεύσασθαι τὴν τῶν ἀγαθῶν ἀπόλαυσιν, καὶ μνήμην ἐμαυτῷ γενομένων ὑμῶν ἐν ἀφθονίᾳ τῶν κρειττόνων.φέρε οὖν ὑποθέμενος ὃν τρόπον ὑμεῖς τʼ ἂν εὐδαιμονήσαιτε καὶ παισὶ τοῖς αὑτῶν καταλίποιτε κτῆσιν ἀγαθῶν ἀίδιον παραθέμενος οὕτως ἀπέλθω τοῦ βίου. πιστεύεσθαι δὲ ἄξιός εἰμι διά τε τὰς πρότερον ὑπὲρ ὑμῶν φιλοτιμίας καὶ διὰ τὸ τὰς ψυχὰς ἐπὶ τελευτῇ γιγνομένας μετʼ ἀρετῆς πάσης ὁμιλεῖν.ὦ παῖδες Ἰσραήλου, μία πᾶσιν ἀνθρώποις ἀγαθῶν κτήσεως αἰτία ὁ θεὸς εὐμενής· μόνος γὰρ οὗτος δοῦναί τε ταῦτα τοῖς ἀξίοις καὶ ἀφελέσθαι τῶν ἁμαρτανόντων εἰς αὐτὸν ἱκανός, ᾧ παρέχοντες ἑαυτοὺς οἵους αὐτός τε βούλεται κἀγὼ τὴν διάνοιαν αὐτοῦ σαφῶς ἐξεπιστάμενος παραινῶ, οὐκ ἂν ὄντες μακαριστοὶ καὶ ζηλωτοὶ πᾶσιν ἀτυχήσαιτέ ποτʼ ἢ παύσαισθε, ἀλλʼ ὧν τε νῦν ὑμῖν ἐστιν ἀγαθῶν ἡ κτῆσις βεβαία μενεῖ τῶν τε ἀπόντων ταχεῖαν ἕξετε τὴν παρουσίαν.μόνον οἷς ὁ θεὸς ὑμᾶς ἕπεσθαι βούλεται, τούτοις πειθαρχεῖτε, καὶ μήτε νομίμων τῶν παρόντων ἄλλην προτιμήσητε διάταξιν μήτʼ εὐσεβείας ἧς νῦν περὶ τὸν θεὸν ἔχοντες καταφρονήσαντες εἰς ἄλλον μεταστήσησθε τρόπον. ταῦτα δὲ πράττοντες ἀλκιμώτατοι μάχας διενεγκεῖν ἁπάντων ἔσεσθε καὶ μηδενὶ τῶν ἐχθρῶν εὐάλωτοι.