τυράννων δὲ τρόπῳ καταχαριζομένου τὰς τιμὰς οἷς ἂν ἐθελήσῃ χαλεπώτερον ἤδη τυγχάνειν τοῦ βιάζεσθαι τό τε λεληθότως ἐξυβρίζειν, ὅτι μὴ μόνον ἄκοντας μηδὲ συνιέντας τῆς ἐπιβουλῆς τὴν ἰσχὺν ἀφαιρεῖται·ὅστις γὰρ αὐτῷ σύνοιδεν ὄντι λαβεῖν ἀξίῳ πείθει τυγχάνειν αὐτὸν καὶ τότε βιάσασθαι μὴ θρασυνόμενος, οἷς δὲ ἄπορον ἐκ τοῦ δικαίου τιμᾶσθαι, βίαν μὲν ἀγαθοὶ βουλόμενοι δοκεῖν οὐ προσφέρουσι, τέχνῃ δʼ εἶναι κακουργοῦσι δυνατοί.συμφέρειν δὲ τῷ πλήθει τοὺς τοιούτους ἔτι λανθάνειν οἰομένους κολάζειν καὶ μὴ παρελθεῖν εἰς δύναμιν ἐάσαντας φανεροὺς ἔχειν πολεμίους. τίνα γὰρ καὶ λόγον ἀποδοῦναι δυνάμενος Μωυσῆς Ἀαρῶνι καὶ τοῖς υἱέσιν αὐτοῦ τὴν ἱερωσύνην παρέδωκεν;εἰ μὲν γὰρ ἐκ τῆς Λευίτιδος φυλῆς τὴν τιμὴν ὁ θεός τινι παρασχεῖν ἔκρινεν, ἐγὼ ταύτης δικαιότερος τυγχάνειν γένει μὲν ὁ αὐτὸς ὢν Μωυσεῖ, πλούτῳ δὲ καὶ ἡλικίᾳ διαφέρων· εἰ δὲ τῇ πρεσβυτάτῃ τῶν φυλῶν, εἰκότως ἂν ἡ Ῥουβήλου τὴν τιμὴν ἔχοι λαμβανόντων αὐτὴν Δαθάμου καὶ Ἀβιράμου καὶ Φαλαοῦς· πρεσβύτατοι γὰρ οὗτοι τῶν ταύτην τὴν φυλὴν νεμομένων καὶ δυνατοὶ χρημάτων περιουσίᾳ.Ἐβούλετο μὲν οὖν ταῦτα λέγων ὁ Κορῆς τοῦ κοινοῦ προνοεῖσθαι δοκεῖν, ἔργῳ δὲ εἰς ἑαυτὸν ἐπραγματεύετο τὴν παρὰ τοῦ πλήθους τιμὴν μεταστῆσαι. καὶ ὁ μὲν ταῦτα κακοήθως μετʼ εὐπρεπείας πρὸς τοὺς φυλέτας ἔλεγε.προϊόντος δʼ εἰς τοὺς πλείονας κατʼ ὀλίγον τοῦ λόγου καὶ τῶν ἀκροωμένων προστιθεμένων ταῖς κατὰ Ἀαρῶνος διαβολαῖς ἀναπίμπλαται τούτων ἅπας ὁ στρατός. ἦσαν δὲ οἱ συντεταγμένοι τῷ Κορῇ πεντήκοντα καὶ διακόσιοι τῶν πρώτων ἄνδρες σπεύδοντες ἀφελέσθαι τὴν ἱερωσύνην τὸν Μωυσέος ἀδελφὸν καὶ τοῦτον αὐτὸν ἀτιμοῦν.ἀνηρέθιστο δὲ καὶ τὸ πλῆθος καὶ βάλλειν τὸν Μωυσῆν ὡρμήκεσαν, εἴς τε ἐκκλησίαν ἀκόσμως μετὰ θορύβου καὶ ταραχῆς συνελέγοντο, καὶ πρὸ τῆς σκηνῆς τοῦ θεοῦ στάντες ἐβόων ἥκειν τὸν τύραννον καὶ τῆς ἀπʼ αὐτοῦ δουλείας ἀπηλλάχθαι τὸ πλῆθος, τῇ τοῦ θεοῦ προφάσει βίαια προστάγματα κελεύοντος·τὸν γὰρ θεόν, εἴπερ αὐτὸς ἦν ὁ τὸν ἱερωσόμενον ἐκλεγόμενος, τὸν ἄξιον ἂν εἰς τὴν τιμὴν παράγειν, οὐχὶ τοῖς πολλῶν ὑποδεεστέροις ταύτην φέροντα προσνεῖμαι, κρίνοντά τε παρασχεῖν Ἀαρῶνι ταύτην ἐπὶ τῷ πλήθει ποιήσασθαι τὴν δόσιν, ἀλλʼ οὐκ ἐπὶ τἀδελφῷ καταλιπεῖν.Μωυσῆς δὲ τὴν Κορέου διαβολὴν ἐκ πολλοῦ προειδὼς καὶ τὸν λαὸν παροξυνόμενον ἰδὼν οὐκ ἔδεισεν, ἀλλὰ θαρρῶν οἷς περὶ τῶν πραγμάτων καλῶς ἐβουλεύετο καὶ τὸν ἀδελφὸν εἰδὼς κατὰ τὴν τοῦ θεοῦ προαίρεσιν τῆς ἱερωσύνης τυχεῖν, ἀλλʼ οὐ κατὰ τὴν αὐτοῦ χάριν, ἧκεν εἰς τὴν ἐκκλησίαν.καὶ πρὸς μὲν τὸ πλῆθος οὐδένα ἐποιήσατο λόγον, πρὸς δὲ τὸν Κορῆ βοῶν ἐφʼ ὅσον ἐδύνατο, δεξιὸς ὢν καὶ κατὰ τἆλλα καὶ πλήθεσιν ὁμιλεῖν εὐφυής, ἐμοί, φησίν, ὦ Κορῆ, καὶ σὺ καὶ τούτων ἕκαστος, ἀπεδήλου δὲ τοὺς πεντήκοντα καὶ διακοσίους ἄνδρας, τιμῆς ἄξιοι δοκεῖτε, καὶ τὸν ὅμιλον δὲ πάντα τῆς ὁμοίας οὐκ ἀποστερῶ τιμῆς, κἂν ὑστερῶσιν ὧν ὑμῖν ἐκ πλούτου καὶ τῆς ἄλλης ἀξιώσεως ὑπάρχει.καὶ νῦν Ἀαρῶνι τὴν ἱερωσύνην οὐκ ἐπειδὴ πλούτῳ προεῖχε, σὺ γὰρ καὶ ἀμφοτέρους ἡμᾶς μεγέθει χρημάτων ὑπερβάλλεις, οὐ μὴν οὐδʼ εὐγενείᾳ, κοινὸν γὰρ ἡμῖν τοῦτο ἐποίησεν ὁ θεὸς τὸν αὐτὸν δοὺς προπάτορα, οὐδὲ διὰ φιλαδελφίαν ὃ δικαίως ἂν ἕτερος εἶχε τοῦτο φέρων ἔδωκα τἀδελφῷ·καὶ γὰρ εἰ μὴ φροντίζων τοῦ θεοῦ καὶ τῶν νόμων τὴν τιμὴν ἐχαριζόμην, οὐκ ἂν ἐμαυτῷ παρεὶς δοῦναι παρέσχον ἑτέρῳ συγγενέστερος ὢν ἐμαυτῷ τἀδελφοῦ, καὶ πρὸς ἐμαυτὸν οἰκειότερον ἢ πρὸς ἐκεῖνον διακείμενος· καὶ γὰρ οὐδὲ συνετὸν ἦν τοῖς κινδύνοις ἐμαυτὸν ὑποτιθέντα τοῖς ἐκ τοῦ παρανομεῖν ἄλλῳ τὴν διὰ τούτου εὐδαιμονίαν χαρίζεσθαι.ἀλλʼ ἐγώ τε κρείττων ἢ κακουργεῖν ὅ τε θεὸς οὐκ ἂν περιεῖδεν ἑαυτὸν καταφρονούμενον οὐδʼ ὑμᾶς ἀγνοοῦντας ὅτι καὶ ποιοῦντες αὐτῷ χαρίζεσθε, ἀλλʼ αὐτὸς ἐπιλεξάμενος τὸν ἱερωσόμενον αὐτῷ τῆς κατὰ τοῦτʼ αἰτίας ἡμᾶς ἠλευθέρωσεν.οὐ μὴν ἐξ ἐμῆς χάριτος λαβεῖν ἀλλὰ μὴ κατὰ κρίσιν θεοῦ, κατατίθησιν αὐτὴν εἰς μέσον ἐπιδικάσιμον τοῖς βουλομένοις, οὐκ ἐκ τοῦ προκριθεὶς ἤδη τυχεῖν αὐτῆς ἀξιῶν ἐπιτραπῆναι καὶ τοῦτο νῦν αὐτῷ συγχωρηθῆναι περὶ αὐτῆς σπουδάσαι,προτιμῶν τοῦ τὸ γέρας ἔχειν τὸ μὴ στασιάζοντας ὑμᾶς ὁρᾶν καί τοι κατὰ τὴν ὑμετέραν γνώμην αὐτοῦ τυγχάνων· ὃ γὰρ ἔδωκεν ὁ θεὸς οὐχ ἡμάρτομεν τοῦτο καὶ μὴ βουλομένων ὑμῶν λαμβάνοντες.ἦν δὲ καὶ τὸ μὴ προσέσθαι παρέχοντος ἐκείνου τὴν τιμὴν ἀσεβές, καὶ πάλιν ἀξιοῦντʼ ἔχειν εἰς ἅπαντα χρόνον μὴ τὴν ἀσφάλειαν τὴν ἐπʼ αὐτῇ βεβαιοῦντος ἡμῖν τοῦ θεοῦ παντάπασιν ἀλόγιστον. κρινεῖ τοίνυν πάλιν αὐτός, τίνας βούλεται τὰς ὑπὲρ ἡμῶν αὐτῷ θυσίας ἐπιτελεῖν καὶ προεστάναι τῆς εὐσεβείας·ἄτοπον γὰρ Κορῆν ἐφιέμενον τῆς τιμῆς τὴν ἐξουσίαν τοῦ τίνι παράσχῃ ταύτην ἀφελέσθαι τὸν θεόν. τῆς οὖν στάσεως καὶ τῆς διὰ τοῦτο ταραχῆς παύσασθε, πρωῒ δὲ ὅσοι τῆς ἱερωσύνης ἀντιποιεῖσθε κομίζων ἕκαστος θυμιατήριον οἴκοθεν σὺν θυμιάμασι καὶ πῦρ πάριτε.