ἐνδησάμεναι δʼ αὐτοὺς τῷ πρὸς αὐτὰς ἔρωτι καὶ τῆς ἐπιθυμίας ἀκμαζούσης περὶ ἀπαλλαγὴν ἐγίνοντο. τοὺς δʼ ἀθυμία πολλὴ πρὸς τὴν ἀναχώρησιν τῶν γυναικῶν κατέλαβε καὶ λιπαροῦντες ἐνέκειντο, μὴ σφᾶς καταλιπεῖν, ἀλλὰ γαμετὰς αὐτῶν ἐσομένας αὐτόθι μένειν καὶ δεσποίνας ἀποδειχθησομένας πάντων ὧν ὑπῆρχεν αὐτοῖς.ταῦτα δὲ ὀμνύντες ἔλεγον καὶ θεὸν μεσίτην ὧν ὑπισχνοῦντο ποιούμενοι δακρύοντές τε καὶ πανταχόθεν αὑτοὺς ἐλεεινοὺς ταῖς γυναιξὶ κατασκευάζοντες εἶναι. αἱ δʼ ὡς δεδουλωμένους αὐτοὺς κατενόησαν καὶ τελέως ὑπὸ τῆς συνηθείας ἐχομένους, ἤρξαντο πρὸς αὐτοὺς λέγειν·Ἡμῖν, ὦ κράτιστοι νέων, οἶκοί τέ εἰσι πατρῷοι καὶ κτῆσις ἀγαθῶν ἄφθονος καὶ ἡ παρὰ τῶν γονέων καὶ τῶν οἰκείων εὔνοια καὶ στοργή, καὶ κατʼ οὐδενὸς τούτων πόρον ἐνθάδʼ ἥκουσαι ἡμεῖς εἰς ὁμιλίαν ἥκομεν, οὐδʼ ἐμπορευσόμεναι τὴν ὥραν τοῦ σώματος προσηκάμεθα τὴν ὑμετέραν ἀξίωσιν, ἀλλʼ ἄνδρας ἀγαθοὺς καὶ δικαίους ὑπολαβοῦσαι τοιούτοις ὑμᾶς τιμῆσαι ξενίοις δεομένους ἐπείσθημεν.καὶ νῦν, ἐπεί φατε πρὸς ἡμᾶς φιλοστόργως ἔχειν καὶ λυπεῖσθε μελλουσῶν ἀναχωρεῖν, οὐδʼ αὐταὶ τὴν δέησιν ὑμῶν ἀποστρεφόμεθα, πίστιν δʼ εὐνοίας λαβοῦσαι τὴν μόνην ἡμῖν ἀξιόλογον νομισθεῖσαν ἀγαπήσομεν τὸν μεθʼ ὑμῶν βίον ὡς γαμεταὶ διανύσαι.δέος γάρ, μὴ καὶ κόρον τῆς ἡμετέρας ὁμιλίας λαβόντες ἔπειθʼ ὑβρίσητε καὶ ἀτίμους ἀποπέμψητε πρὸς τοὺς γονεῖς. συγγινώσκειν τε ταῦτα φυλαττομέναις ἠξίουν. τῶν δὲ ἣν βούλονται πίστιν δώσειν ὁμολογούντων καὶ πρὸς τὸ μηδὲν ἀντιλεγόντων ὑπὸ τοῦ πρὸς αὐτὰς πάθους ἐπεὶ ταῦτα ὑμῖν,ἔφασαν, δέδοκται, τοῖς δʼ ἔθεσι καὶ τῷ βίῳ πρὸς ἅπαντας ἀλλοτριώτατα χρῆσθε, ὡς καὶ τὰς τροφὰς ὑμῖν ἰδιοτρόπους εἶναι καὶ τὰ ποτὰ μὴ κοινὰ τοῖς ἄλλοις, ἀνάγκη βουλομένους ἡμῖν συνοικεῖν καὶ θεοὺς τοὺς ἡμετέρους σέβειν, καὶ οὐκ ἂν ἄλλο γένοιτο τεκμήριον ἧς ἔχειν τε νῦν φατε πρὸς ἡμᾶς εὐνοίας καὶ τῆς ἐσομένης ἢ τὸ τοὺς αὐτοὺς ἡμῖν θεοὺς προσκυνεῖν.μέμψαιτο δʼ ἂν οὐδείς, εἰ γῆς εἰς ἣν ἀφῖχθε τοὺς ἰδίους αὐτῆς θεοὺς προστρέποισθε καὶ ταῦτα τῶν μὲν ἡμετέρων κοινῶν ὄντων πρὸς ἅπαντας, τοῦ δʼ ὑμετέρου πρὸς μηδένα τοιούτου τυγχάνοντος. δεῖν οὖν αὐτοῖς ἔλεγον ἢ ταὐτὰ πᾶσιν ἡγητέον ἢ ζητεῖν ἄλλην οἰκουμένην, ἐν ᾗ βιώσονται μόνοι κατὰ τοὺς ἰδίους νόμους.Οἱ δʼ ὑπὸ τοῦ πρὸς αὐτὰς ἔρωτος κάλλιστα λέγεσθαι ταῦτα ὑπολαβόντες καὶ παραδόντες αὑτοὺς εἰς ἃ προεκαλοῦντο παρέβησαν τὰ πάτρια, θεούς τε πλείονας εἶναι νομίσαντες καὶ θύειν αὐτοῖς κατὰ νόμον τὸν ἐπιχώριον τοῖς καθιδρυσαμένοις προθέμενοι ξενικοῖς τε βρώμασιν ἔχαιρον καὶ πάντʼ εἰς ἡδονὴν τῶν γυναικῶν ἐπὶ τοὐναντίον οἷς ὁ νόμος αὐτῶν ἐκέλευε ποιοῦντες διετέλουν,ὡς διὰ παντὸς ἤδη τοῦ στρατοῦ τὴν παρανομίαν χωρεῖν τῶν νέων καὶ στάσιν αὐτοῖς πολὺ χείρω τῆς προτέρας ἐμπεσεῖν καὶ κίνδυνον παντελοῦς τῶν ἰδίων ἐθισμῶν ἀπωλείας. ἅπαξ γὰρ τὸ νέον γευσάμενον ξενικῶν ἐθισμῶν ἀπλήστως ἐνεφορεῖτο, καὶ εἴ τινες τῶν πρώτων ἀνδρῶν διὰ πατέρων ἀρετὰς ἐπιφανεῖς ἦσαν συνδιεφθείροντο,καὶ Ζαμβρίας ὁ τῆς Σεμεωνίδος ἡγούμενος φυλῆς Χοσβίᾳ συνὼν Μαδιανίτιδι Οὔρου θυγατρὶ τῶν ἐκείνῃ δυναστεύοντος ἀνδρὸς κελευσθεὶς ὑπὸ τῆς γυναικὸς πρὸ τῶν Μωυσεῖ δοχθέντων τὸ πρὸς ἡδονὴν αὐτῇ γενησόμενον ἐθεράπευεν.ἐν τούτοις δʼ ὄντων τῶν πραγμάτων δείσας Μωυσῆς, μὴ γένηταί τι χεῖρον, συναγαγὼν εἰς ἐκκλησίαν τὸν λαὸν οὐδενὸς μὲν κατηγόρει πρὸς ὄνομα μὴ βουλόμενος εἰς ἀπόνοιαν περιστῆσαι τοὺς ἐκ τοῦ λανθάνειν μετανοῆσαι δυναμένους,ἔλεγε δʼ ὡς οὐκ ἄξια δρῷεν οὔτʼ αὐτῶν οὔτε πατέρων τὴν ἡδονὴν προτιμήσαντες τοῦ θεοῦ καὶ τοῦ κατὰ τοῦτον βίου. προσήκειν δʼ ἕως ἔτι καὶ καλῶς αὐτοῖς ἂν ἔχοι μεταβαλέσθαι, τὴν ἀνδρείαν ὑπολαμβάνουσιν οὐκ ἐν τῷ βιάζεσθαι τοὺς νόμους ἀλλʼ ἐν τῷ μὴ εἴκειν ταῖς ἐπιθυμίαις εἶναι.πρὸς τούτοις δʼ οὐδʼ εὔλογον ἔφασκε σωφρονήσαντας αὐτοὺς ἐπὶ τῆς ἐρήμου νῦν ἐν τοῖς ἀγαθοῖς ὄντας παροινεῖν, μηδὲ τὰ κτηθέντα ὑπὸ τῆς ἐνδείας διʼ εὐπορίαν αὐτῶν ἀπολέσθαι. καὶ ὁ μὲν ταῦτα λέγων ἐπειρᾶτο τοὺς νέους ἐπανορθοῦν καὶ εἰς μετάνοιαν ἄγειν ὧν ἔπραττον.Ἀναστὰς δὲ μετʼ αὐτὸν Ζαμβρίας ἀλλὰ σὺ μέν, εἶπεν, ὦ Μωυσῆ, χρῶ νόμοις οἷς αὐτὸς ἐσπούδακας ἐκ τῆς τούτων εὐηθείας τὸ βέβαιον αὐτοῖς παρεσχημένος· ἐπεὶ μὴ τοῦτον αὐτῶν ἐχόντων τὸν τρόπον πολλάκις ἂν ἤδη κεκολασμένος ἔγνως ἂν οὐκ εὐπαραλογίστους Ἑβραίους.ἐμὲ δʼ οὐκ ἂν ἀκόλουθον οἷς σὺ προστάττεις τυραννικῶς λάβοις· οὐ γὰρ ἄλλο τι μέχρι νῦν ἢ προσχήματι νόμων καὶ τοῦ θεοῦ δουλείαν μὲν ἡμῖν ἀρχὴν δὲ σαυτῷ κακουργεῖς ἀφαιρούμενος ἡμᾶς τὸ ἡδὺ καὶ τὸ κατὰ τὸν βίον αὐτεξούσιον, ὃ τῶν ἐλευθέρων ἐστὶ καὶ δεσπότην οὐκ ἐχόντων.χαλεπώτερος δʼ ἂν οὕτως Αἰγυπτίων Ἑβραίοις γένοιο τιμωρεῖν ἀξιῶν κατὰ τοὺς νόμους τὴν ἑκάστου πρὸς τὸ κεχαρισμένον αὐτῷ βούλησιν. πολὺ δʼ ἂν δικαιότερον αὐτὸς τιμωρίαν ὑπομένοις τὰ παρʼ ἑκάστοις ὁμολογούμενα καλῶς ἔχειν ἀφανίσαι προῃρημένος καὶ κατὰ τῆς ἁπάντων δόξης ἰσχυρὰν τὴν σεαυτοῦ κατεσκευακὼς ἀτοπίαν·