γῆν τε οὖν ἐφʼ ἣν ὑμᾶς αὐτὸς ἔστειλε καθέξετε δουλεύσουσαν αἰεὶ παισὶν ὑμετέροις καὶ τοῦ περὶ αὐτῶν κλέους ἐμπλησθήσεται πᾶσα ἡ γῆ καὶ θάλασσα, ἀρκέσετε δὲ τῷ κόσμῳ παρασχεῖν ἑκάστῃ γῇ τῶν ἀφʼ ὑμετέρου γένους οἰκήτορας.θαυμάζετε οὖν, ὦ μακάριος στρατός, ὅτι τοσοῦτος ἐξ ἑνὸς πατρὸς γεγόνατε. ἀλλὰ τὸν νῦν ὑμῶν ὀλίγον ἡ Χαναναίων χωρήσει γῆ, τὴν δʼ οἰκουμένην οἰκητήριον διʼ αἰῶνος ἴστε προκειμένην ὑμῖν, καὶ τὸ πλῆθος ὑμῶν ἔν τε νήσοις καὶ κατʼ ἤπειρον βιοτεύσετε ὅσον ἐστὶν οὐδʼ ἀστέρων ἀριθμὸς ἐν οὐρανῷ. τοσούτοις δὲ οὖσιν οὐκ ἀπαγορεύσει τὸ θεῖον ἀφθονίαν μὲν παντοίων ἀγαθῶν ἐν εἰρήνῃ χορηγοῦν, νίκην δὲ καὶ κράτος ἐν πολέμῳ.παῖδας ἐχθρῶν ἔρως τοῦ πρὸς ὑμᾶς πολέμου λάβοι καὶ θρασυνθεῖεν ὥστε εἰς ὅπλα καὶ τὰς ὑμετέρας χεῖρας ἐλθεῖν· οὐ γὰρ ἂν ὑποστρέψειέ τις νικηφόρος οὐδʼ ὥστε παῖδας εὐφρᾶναι καὶ γυναῖκας. τοσοῦτον ὑμῖν ἀνδρείας τὸ περιὸν ἐκ θεοῦ προνοίας ἀνῄρηται, ᾧ καὶ τὰ περιττὰ μειοῦν ἰσχὺς καὶ τὰ λείποντα διδόναι.Καὶ ὁ μὲν τοιαῦτα ἐπεθείαζεν οὐκ ὢν ἐν ἑαυτῷ τῷ δὲ θείῳ πνεύματι πρὸς αὐτὰ νενικημένος. τοῦ δὲ Βαλάκου δυσχεραίνοντος καὶ παραβαίνειν αὐτὸν τὰς συνθήκας ἐφʼ αἷς αὐτὸν ἀντὶ μεγάλων λάβοι δωρεῶν παρὰ τῶν συμμάχων ἐπικαλοῦντος, ἐλθόντα γὰρ ἐπὶ κατάρᾳ τῶν πολεμίων ὑμνεῖν αὐτοὺς ἐκείνους καὶ μακαριωτάτους ἀποφαίνειν ἀνθρώπων,ὦ Βάλακε, φησί, περὶ τῶν ὅλων λογίζῃ καὶ δοκεῖς ἐφʼ ἡμῖν εἶναί τι περὶ τῶν τοιούτων σιγᾶν ἢ λέγειν, ὅταν ἡμᾶς τὸ τοῦ θεοῦ λάβῃ πνεῦμα; φωνὰς γὰρ ἃς βούλεται τοῦτο καὶ λόγους οὐδὲν ἡμῶν εἰδότων ἀφίησιν.ἐγὼ δὲ μέμνημαι μὲν ὧντε καὶ σὺ καὶ Μαδιηνῖται δεηθέντες ἐνταυθοῖ με προθύμως ἠγάγετε καὶ διʼ ἃ τὴν ἄφιξιν ἐποιησάμην, ἦν τέ μοι διʼ εὐχῆς μηδὲν ἀδικῆσαί σου τὴν ἐπιθυμίαν.κρείττων δὲ ὁ θεὸς ὧν ἐγὼ χαρίζεσθαι διεγνώκειν· καὶ παντελῶς ἀσθενεῖς οἱ προγινώσκειν περὶ τῶν ἀνθρωπίνων παρʼ ἑαυτῶν ὑπολαμβάνοντες, ὡς μὴ ταῦθʼ ἅπερ ὑπαγορεύει τὸ θεῖον λέγειν, βιάζεσθαι δὲ τὴν ἐκείνου βούλησιν·οὐδὲν γὰρ ἐν ἡμῖν ἔτι φθάσαντος εἰσελθεῖν ἐκείνου ἡμέτερον. ἔγωγʼ οὖν τὸν στρατὸν τοῦτον οὔτʼ ἐπαινέσαι προεθέμην οὔτʼ ἐφʼ οἷς τὸ γένος αὐτῶν ὁ θεὸς ἀγαθοῖς ἐμηχανήσατο διελθεῖν, ἀλλʼ εὐμενὴς αὐτοῖς οὗτος ὢν καὶ σπεύδων αὐτοῖς εὐδαίμονα βίον καὶ κλέος αἰώνιον παρασχεῖν ἐμοὶ τοιούτων ἀπαγγελίαν λόγων ὑπέθετο.νῦν δέ, χαρίζεσθαί τε γὰρ αὐτῷ σοὶ διὰ σπουδῆς ἐστί μοι καὶ Μαδιηνίταις, ὧν ἀπώσασθαί μοι τὴν ἀξίωσιν οὐκ εὐπρεπές, φέρε βωμούς τε ἑτέρους αὖθις ἐγείρωμεν καὶ θυσίας ταῖς πρὶν παραπλησίας ἐπιτελέσωμεν, εἰ πεῖσαι τὸν θεὸν δυνηθείην ἐπιτρέψαι μοι τοὺς ἀνθρώπους ἀραῖς ἐνδῆσαι.συγχωρήσαντος δὲ τοῦ Βαλάκου δὶς μὲν τεθυκότι τὸ θεῖον οὐκ ἐπένευσε τὰς κατὰ τῶν Ἰσραηλιτῶν ἀράς, θύσας δὲ καὶ τρίτον ἄλλων πάλιν ἀνασταθέντων βωμῶν οὐδὲ τότε μὲν κατηράσατο τοῖς Ἰσραηλίταις,πεσὼν δʼ ἐπὶ στόμα πάθη προύλεγεν ὅσα τε βασιλεῦσιν ἔσται καὶ ὅσα πόλεσι ταῖς ἀξιολογωτάταις, ὧν ἐνίαις οὐδʼ οἰκεῖσθαί πω συνέβαινε τὴν ἀρχήν, ἅ τε καὶ προϋπῆρξεν ἐν τοῖς ἔμπροσθεν χρόνοις γενόμενα τοῖς ἀνθρώποις διὰ γῆς ἢ θαλάσσης εἰς μνήμην τὴν ἐμήν. ἐξ ὧν ἁπάντων λαβόντων τέλος ὁποῖον ἐκεῖνος προεῖπε τεκμαίροιτʼ ἄν τις, ὅ τι καὶ ἔσοιτο πρὸς τὸ μέλλον.Βάλακος δὲ ἀγανακτήσας ἐπὶ τῷ μὴ καταράτους γενέσθαι τοὺς Ἰσραηλίτας ἀποπέμπει τὸν Βάλαμον μηδεμιᾶς τιμῆς ἀξιώσας· ὁ δὲ ἀπιὼν ἤδη κἀπὶ τῷ περαιοῦν τὸν Εὐφράτην γενόμενος τόν τε Βάλακον μεταπεμψάμενος καὶ τοὺς ἄρχοντας τῶν ΜαδιηνιτῶνΒάλακε, φησί, καὶ Μαδιηνιτῶν οἱ παρόντες, χρὴ γὰρ καὶ παρὰ βούλησιν τοῦ θεοῦ χαρίσασθαι ὑμῖν, τὸ μὲν Ἑβραίων γένος οὐκ ἂν ὄλεθρος παντελὴς καταλάβοι οὔτʼ ἐν πολέμῳ οὔτʼ ἐν λοιμῷ καὶ σπάνει τῶν ἀπὸ γῆς καρπῶν, οὔτʼ ἄλλη τις αἰτία παράλογος διαφθείρειεν.πρόνοια γάρ ἐστιν αὐτῶν τῷ θεῷ σώζειν ἀπὸ παντὸς κακοῦ καὶ μηδὲν ἐπʼ αὐτοὺς ἐᾶσαι τοιοῦτον πάθος ἐλθεῖν, ὑφʼ οὗ κἂν ἀπόλοιντο πάντες· συμπέσοι δʼ αὐτοῖς ὀλίγα τε καὶ πρὸς ὀλίγον, ὑφʼ ὧν ταπεινοῦσθαι δοκοῦντες εἶτʼ ἀνθήσουσιν ἐπὶ φόβῳ τῶν ἐπαγαγόντων αὐτοῖς τὰς βλάβας.ὑμεῖς δʼ εἰ νίκην τινὰ πρὸς βραχὺν καιρὸν κατʼ αὐτῶν κερδᾶναι ποθεῖτε, τύχοιτʼ ἂν αὐτῆς ταῦτα ποιήσαντες· τῶν θυγατέρων τὰς μάλιστα εὐπρεπεῖς καὶ βιάσασθαι καὶ νικῆσαι τὴν τῶν ὁρώντων σωφροσύνην ἱκανὰς διὰ τὸ κάλλος ἀσκήσαντες τὴν εὐμορφίαν αὐτῶν ἐπὶ τὸ μᾶλλον εὐπρεπὲς πέμψατε πλησίον ἐσομένας τοῦ ἐκείνων στρατοπέδου, καὶ δεομένοις συνεῖναι τοῖς νεανίαις αὐτῶν προστάξατε.ἐπειδὰν δὲ κεχειρωμένους ὁρῶσι ταῖς ἐπιθυμίαις, καταλιπέτωσαν καὶ παρακαλούντων μένειν μὴ πρότερον ἐπινευέτωσαν, πρὶν ἂν πείσωσιν αὐτοὺς ἀφέντας τοὺς πατρίους νόμους καὶ τὸν τούτους αὐτοῖς θέμενον τιμᾶν θεὸν τοὺς Μαδιηνιτῶν καὶ Μωαβιτῶν σέβωσιν· οὕτως γὰρ αὐτοῖς τὸν θεὸν ὀργισθήσεσθαι. καὶ ὁ μὲν τοῦθʼ ὑποθέμενος αὐτοῖς ᾤχετο.Τῶν δὲ Μαδιηνιτῶν πεμψάντων τὰς θυγατέρας κατὰ τὴν ἐκείνου παραίνεσιν οἱ τῶν Ἑβραίων ἁλίσκονται νέοι τῆς εὐπρεπείας αὐτῶν καὶ παραγενόμενοι εἰς λόγους αὐταῖς παρεκάλουν μὴ φθονεῖν αὐτοῖς τῆς τοῦ κάλλους αὐτῶν ἀπολαύσεως μηδὲ τῆς τοῦ πλησιάζειν συνηθείας· αἱ δʼ ἀσμένως δεξάμεναι τοὺς λόγους συνῄεσαν αὐτοῖς.