Ὡς Μωυσῆς τὸν λαὸν ἀπ' Αἰγύπτου ἀναλαβὼν ἤγαγεν ἐπὶ τὸ Σιναῖον ὄρος πολλὰ ταλαιπωρήσαντα ἐν τῇ ὁδοιπορίᾳ. ὡς πολεμήσαντες Ἑβραίοις Ἀμαληκῖται καὶ οἱ πέριξ ἡττήθησαν καὶ πολλὴν τῆς στρατιᾶς ἀπέβαλον. ὅτι τὸν πενθερὸν αὑτοῦ Ἰεθὴρ Μωυσῆς παραγενόμενον πρὸς αὐτὸν εἰς τὸ Σιναῖον ἀσμένως ὑπεδέξατο. ὡς ὑπέθετο διατάξαι τὸν λαὸν αὐτῷ κατὰ χιλιάρχους καὶ ἑκατοντάρχους ἄτακτον ὄντα τὸ πρῶτον, καὶ ὡς ἕκαστα τούτων ἐποίησε Μωυσῆς κατὰ τὴν τοῦ πενθεροῦ παραίνεσιν. ὡς ἀναβὰς Μωυσῆς ἐπὶ τὸ Σιναῖον ὄρος καὶ λαβὼν παρὰ τοῦ θεοῦ τοὺς νόμους τοῖς Ἑβραίοις ἔδωκεν. περὶ τῆς σκηνῆς ἣν κατεσκεύασε Μωυσῆς ἐν τῇ ἐρημίᾳ εἰς τιμὴν τοῦ θεοῦ, ὥστε ναὸν εἶναι δοκεῖν. τίνες τε τοῖς ἱερεῦσίν εἰσιν αἱ στολαὶ καὶ ἡ τοῦ ἀρχιερέως· καὶ τῶν ἁγνειῶν οἱ τρόποι καὶ περὶ τῶν ἑορτῶν καὶ ὡς ἑκάστη τῶν ἑορτῶν διατέτακται. ὡς ἐκεῖθεν ἄρας Μωυσῆς ἤγαγεν εἰς τοὺς ὅρους τῶν Χαναναίων καὶ τοὺς κατοψομένους αὐτῶν τὴν χώραν καὶ τῶν πόλεων τὸ μέγεθος ἐξαπέστειλεν. ὅτι τῶν πεμφθέντων μετὰ τεσσαρακοστὴν ὑποστρεψάντων ἡμέραν καὶ λεγόντων οὐκ ἀξιομάχους αὐτοὺς ἀλλὰ τὴν τῶν Χαναναίων ὑπεξαιρόντων δύναμιν, τὸ πλῆθος ταραχθὲν καὶ πεσὸν εἰς ἀπόγνωσιν ὥρμησεν ὥστε καταλεῦσαι παρὰ μικρὸν τὸν Μωυσῆν καὶ πάλιν εἰς τὴν Αἴγυπτον ὑποστρέψαι δουλεύειν διεγνωκότες. καὶ ὡς ἐπὶ τούτῳ Μωυσῆς διαγανακτήσας τὸν θεὸν αὐτοῖς ἐπὶ ἔτη τεσσαράκοντα τὴν ἐπὶ τῆς ἐρημίας διατριβὴν προειπεῖν ὠργίσθαι, καὶ μήτ' εἰς Αἴγυπτον ὑποστρέφειν μήτε λαβεῖν τὴν Χαναναίαν. περιέχει ἡ βίβλος χρόνον ἐτῶν δύο.Παραδόξου δὲ τῆς σωτηρίας τοῖς Ἑβραίοις οὕτως γενομένης δεινῶς ἐλύπει πάλιν αὐτοὺς ἀγομένους ἐπὶ τὸ Σιναῖον ὄρος ἡ χώρα τελέως οὖσα ἔρημος καὶ τῶν τε πρὸς τροφὴν αὐτοῖς ἄπορος, σπανίζουσα δὲ καὶ ὕδατος εἰς τὸ ἔσχατον, καὶ μὴ μόνον ἀνθρώποις τι παρασχεῖν ἐνδεής, ἀλλὰ καὶ μηδʼ ἄλλο τι τῶν ζῴων ἱκανὴ βόσκειν· ψαφαρὰ γάρ ἐστι καὶ νοτερὸν ἐξ αὐτῆς οὐδὲν ὅ τι καὶ φῦσαι καρπὸν δύναιτο. τοιαύτην δὲ οὖσαν τὴν χώραν ἐξ ἀνάγκης ὥδευον ἑτέραν ἀπελθεῖν οὐκ ἔχοντες.ἐπεφέροντο δʼ ἐκ τῆς προωδοιπορημένης ὕδωρ τοῦ στρατηγοῦ κεκελευκότος, καὶ τούτου δαπανηθέντος ἐκ φρεάτων ἐποιοῦντο τὴν ὑδρείαν ἐπιπόνως διὰ σκληρότητα τῆς γῆς, καὶ τὸ εὑρισκόμενον δὲ πικρὸν ἀλλʼ οὐ πότιμον ἦν, καὶ τοῦτο δὲ σπάνιον.ἀφικνοῦνται δὲ τοῦτον ὁδεύοντες τὸν τρόπον περὶ δείλην ὀψίαν εἰς Μὰρ τόπον οὕτως διὰ τὴν τοῦ ὕδατος κακίαν ὀνομάσαντες· μὰρ γὰρ ἡ πικρία λέγεται. καὶ αὐτόθι τεταλαιπωρημένοι τῷ τε συνεχεῖ τῆς ὁδοιπορίας καὶ τῇ τῆς τροφῆς ἀπορίᾳ, καὶ γὰρ τότʼ αὐτοὺς τελείως ἐπιλελοίπει, κατάγονται·φρέαρ γὰρ ἦν, διὸ καὶ μᾶλλον ἔμειναν, οὐδʼ αὐτὸ μὲν ἐξαρκεῖν δυνάμενον τοσούτῳ στρατῷ, βραχεῖαν μέντοι παρέχον αὐτοῖς εὐθυμίαν ἐν ἐκείνοις εὑρεθὲν τοῖς χωρίοις· καὶ γὰρ ἤκουον παρὰ τῶν ἐξερευνώντων μηδὲν ἔμπροσθεν βαδίζουσιν εἶναι. πικρὸν δὲ ἐκεῖνο τὸ ὕδωρ καὶ ἄποτον ἦν οὐκ ἀνθρώποις μόνον ἀλλὰ καὶ τοῖς ὑποζυγίοις ἀφόρητον.Ὁρῶν δʼ ὁ Μωυσῆς ἀθύμως διακειμένους καὶ τοῦ πράγματος τὸ ἀναντίλεκτον, οὐ γὰρ καθαρὸς ἦν στρατὸς ὥστε τῷ βιαζομένῳ τῆς ἀνάγκης ἀντιτάξαι τὸ ἀνδρεῖον, ἀλλὰ διέφθειρε τὸ κατʼ ἐκείνους γενναῖον παίδων τε καὶ γυναικῶν ὄχλος ἀσθενέστερος τῆς ἐκ λόγων διδασκαλίας, ἐν χαλεπωτέροις ἦν τὴν συμφορὰν τὴν ἁπάντων ἰδίαν αὐτοῦ ποιούμενος·καὶ γὰρ οὐδʼ ἐπʼ ἄλλον τινὰ συνέτρεχον ἀλλʼ ἐπʼ αὐτόν, ἀντιβολοῦντες γύναια μὲν ὑπὲρ νηπίων οἱ δʼ ἄνδρες ὑπὲρ ἐκείνων μὴ περιορᾶν, ἀλλʼ ἐκπορίζειν αὐτοῖς ἀφορμήν τινα σωτηρίας. ἱκετεύειν οὖν τρέπεται τὸν θεὸν μεταβαλεῖν τὸ ὕδωρ ἐκ τῆς παρούσης κακίας καὶ πότιμον αὐτοῖς παρασχεῖν.καὶ κατανεύσαντος τοῦ θεοῦ τὴν χάριν λαβὼν τομάδος τὸ ἄκρον ἐν ποσὶν ἐρριμμένης διαιρεῖ μέσην καὶ κατὰ τὸ μῆκος τὴν τομὴν ποιησάμενος, ἔπειτα μεθεὶς εἰς τὸ φρέαρ ἔπειθε τοὺς Ἑβραίους τὸν θεὸν ἐπήκοον αὐτοῦ τῶν εὐχῶν γεγονέναι καὶ ὑπεσχῆσθαι τὸ ὕδωρ αὐτοῖς παρέξειν οἷον ἐπιθυμοῦσιν, ἂν πρὸς τὰ ὑπʼ αὐτοῦ κελευόμενα μὴ ὀκνηρῶς ἀλλὰ προθύμως ὑπουργῶσιν.ἐρομένων δʼ αὐτῶν, τί καὶ ποιούντων ἂν μεταβάλοι τὸ ὕδωρ ἐπὶ τὸ κρεῖττον, κελεύει τοὺς ἐν ἀκμῇ περιστάντας ἐξαντλεῖν λέγων τὸ ὑπολειπόμενον ἔσεσθαι πότιμον αὐτοῖς προεκκενωθέντος τοῦ πλείονος. καὶ οἱ μὲν ἐπόνουν, τὸ δʼ ὑπὸ τῶν συνεχῶν πληγῶν γεγυμνασμένον καὶ κεκαθαρμένον ἤδη πότιμον ἦν.Ἄραντες δʼ ἐκεῖθεν εἰς Ἦλιν ἀφικνοῦνται πόρρωθεν μὲν ἀγαθὴν ὁραθῆναι, καὶ γὰρ φοινικόφυτος ἦν, πλησιάζουσα δʼ ἀπηλέγχετο πονηρά· καὶ γὰρ οἱ φοίνικες ὄντες οὐ πλείους ἑβδομήκοντα δυσαυξεῖς τε ἦσαν καὶ χαμαίζηλοι διʼ ὕδατος ἀπορίαν ψαφαροῦ τοῦ παντὸς ὄντος χωρίου·οὔτε γὰρ ἐκ τῶν πηγῶν δώδεκα οὐσῶν τὸν ἀριθμὸν νοτερόν τι προσαρδεῦον αὐτοῖς διʼ ἐλπίδα χρήσιμον, ἀλλὰ μὴ δυναμένων ἐκβλύσαι μηδʼ ἀνασχεῖν ἰκμάδες ἦσαν ὀλίγαι, καὶ διαμωμένοις τὴν ψάμμον οὐδὲν ἀπήντα, κἂν εἴ τι δὲ στάζον ἔλαβον εἰς χεῖρας, ἄχρηστον ηὕρισκον ὑπὸ τοῦ θολερὸν εἶναι·