τοὺς δὲ σώφρονας καὶ μηδέτερον τῶν λεγομένων εἰς ἡδονὴν λαμβάνοντας ἰδίαν, καὶ τὸ θηρίοις περιπεσόντα ἀποθανεῖν ἀνθρώπινον ἡγουμένους καὶ τὸ ὑπὸ τοῦ θεοῦ πρὸς αὐτὸν μεταστῆναι διὰ τὴν προσοῦσαν ἀρετὴν εἰκὸς νομίζοντας, πρᾴως ἔχειν οὗτος ὁ λογισμὸς ἐποίει.προστάτου δὲ ἠρημῶσθαι καὶ κηδεμόνος ὑπολαμβάνοντες, οἵου τυχεῖν οὐκ ἂν ἄλλου δύναιντο, σφόδρα λυπούμενοι διετέλουν καὶ οὔτε ὑπονοεῖν αὐτοὺς εἴα τὸ προσδοκᾶν τι χρηστὸν περὶ τἀνδρὸς οὔτε μὴ λυπεῖσθαι καὶ κατηφεῖν ἠδύναντο. τὸ δὲ στρατόπεδον οὐκ ἐθάρρουν μετάγειν Μωυσέος αὐτοὺς ἐκεῖ παραμένειν προειρηκότος.Ἤδη δὲ τεσσαράκοντα ἡμερῶν διεληλυθυιῶν καὶ τοσούτων νυκτῶν παρῆν οὐδενὸς σιτίου τῶν τοῖς ἀνθρώποις νενομισμένων γεγευμένος. χαρᾶς δʼ ἐνέπλησε τὴν στρατιὰν ἐπιφανείς, καὶ τὴν τοῦ θεοῦ πρόνοιαν ἣν εἶχε περὶ αὐτῶν ἀπεδήλου τόν τε τρόπον καθʼ ὃν εὐδαιμονήσουσι πολιτευόμενοι λέγων αὐτῷ κατὰ ταύτας ὑποθέσθαι τὰς ἡμέρας,καὶ σκηνὴν ὅτι βούλεται γενέσθαι αὐτῷ, εἰς ἣν κάτεισι πρὸς αὐτοὺς παραγινόμενος, ὅπως καὶ μεταβαίνοντες ἀλλαχοῦ ταύτην ἐπαγώμεθα καὶ μηκέτι δεώμεθα τῆς ἐπὶ τὸ Σιναῖον ἀνόδου, ἀλλʼ αὐτὸς ἐπιφοιτῶν τῇ σκηνῇ παρατυγχάνῃ ταῖς ἡμετέραις εὐχαῖς.γενήσεται δὲ ἡ σκηνὴ μέτροις τε καὶ κατασκευῇ οἷς αὐτὸς ὑπέδειξεν ὑμῶν ἀόκνως ἐχόντων πρὸς τὸ ἔργον. ταῦτʼ εἰπὼν δύο πλάκας αὐτοῖς ἐπιδείκνυσιν ἐγγεγραμμένους ἐχούσας τοὺς δέκα λόγους, ἐν ἑκατέρᾳ πέντε. καὶ χεὶρ ἦν ἐπὶ τῇ γραφῇ τοῦ θεοῦ.Οἱ δὲ χαίροντες οἷς τε ἑώρων καὶ οἷς ἤκουον τοῦ στρατηγοῦ τῆς κατὰ δύναμιν αὐτῶν σπουδῆς οὐκ ἀπελείποντο, ἀλλʼ εἰσέφερον ἄργυρόν τε καὶ χρυσὸν καὶ χαλκὸν ξύλα τε τῆς καλλίστης ὕλης καὶ μηδὲν ὑπὸ τῆς σήψεως παθεῖν δυνάμενα, αἰγείους τε τρίχας καὶ δορὰς προβάτων τὰς μὲν ὑακίνθῳ βεβαμμένας τὰς δὲ φοίνικι· αἱ δὲ πορφύρας ἄνθος, ἕτεραι δὲ λευκὴν παρεῖχον τὴν χρόαν·ἔριά τε τοῖς προειρημένοις ἄνθεσι μεμολυσμένα καὶ λίνου βύσσον λίθους τε τούτοις ἐνδεδεμένους, οὓς χρυσίῳ καθειργνύντες ἄνθρωποι κόσμῳ χρῶνται πολυτελεῖ, θυμιαμάτων τε πλῆθος συνέφερον· ἐκ γὰρ τοιαύτης ὕλης κατεσκεύασε τὴν σκηνήν. ἡ δʼ οὐδὲν μεταφερομένου καὶ συμπερινοστοῦντος ναοῦ διέφερε.τούτων οὖν κατὰ σπουδὴν συγκομισθέντων ἑκάστου καὶ παρὰ δύναμιν φιλοτιμησαμένου, ἀρχιτέκτονας τοῖς ἔργοις ἐφίστησι κατʼ ἐντολὴν τοῦ θεοῦ οὓς καὶ τὸ πλῆθος ἂν ἐπελέξατο τῆς ἐξουσίας ἐπʼ αὐτῷ γενομένης.τὰ δὲ ὀνόματα αὐτῶν, καὶ γὰρ ἐν ταῖς ἱεραῖς βίβλοις ἀναγέγραπται, ταῦτʼ ἦν· Βασάηλος μὲν Οὐρὶ παῖς τῆς Ἰούδα φυλῆς, υἱὸς δὲ Μαριάμης τῆς ἀδελφῆς τοῦ στρατηγοῦ, Ἐλίβαζος δὲ Ἰσαμάχου Δανίδος φυλῆς.τὸ δὲ πλῆθος οὕτως ὑπὸ προθυμίας τοῖς ἐγχειρουμένοις ἐπῆλθεν, ὥστε Μωυσῆς ἀνεῖρξεν αὐτοὺς ὑποκηρυξάμενος ἀρκεῖν τοὺς ὄντας· τοῦτο γὰρ οἱ δημιουργοὶ προειρήκεσαν· ἐχώρουν οὖν ἐπὶ τὴν τῆς σκηνῆς κατασκευήν,καὶ Μωυσῆς αὐτοὺς ἕκαστα περὶ τῶν μέτρων κατὰ τὴν ὑποθήκην τοῦ θεοῦ καὶ τοῦ μεγέθους ὅσα τε δεῖ σκεύη χωρεῖν αὐτὴν ἀνεδίδασκε πρὸς τὰς θυσίας ὑπηρετήσοντα. ἐφιλοτιμοῦντο δὲ καὶ γυναῖκες περί τε στολὰς ἱερατικὰς καὶ περὶ τὰ ἄλλα ὅσων ἔχρῃζε τὸ ἔργον κόσμου τε καὶ λειτουργίας ἕνεκα τοῦ θεοῦ.Πάντων δʼ ἐν ἑτοίμῳ γεγενημένων χρυσίου τε καὶ χαλκοῦ καὶ τῶν ὑφαντῶν, προειπὼν ἑορτὴν Μωυσῆς καὶ θυσίας κατὰ τὴν ἑκάστου δύναμιν ἵστη τὴν σκηνήν, πρῶτον μὲν αἴθριον διαμετρησάμενος τὸ μὲν εὖρος πεντήκοντα πηχῶν ἑκατὸν δὲ τὸ μῆκος.κάμακας δὲ ἔστησε χαλκέας πενταπήχεις τὸ ὕψος καθʼ ἑκατέραν πλευρὰν εἴκοσι τῶν ἐπιμηκεστέρων, δέκα δὲ τῶν ἐν πλάτει κειμένων τῆς κατόπιν, κρίκοι δὲ τῶν καμάκων ἑκάστῃ προσῆσαν· κιονόκρανα μὲν ἀργύρεα, βάσεις δὲ χρυσαῖ σαυρωτῆρσιν ἐμφερεῖς, χαλκαῖ δὲ ἦσαν, ἐπὶ τῆς γῆς ἐρηρεισμέναι.ἐξήπτετο δὲ τῶν κρίκων καλώδια τὴν ἀρχὴν ἥλων χαλκέων πηχυαίων τὸ μέγεθος ἐκδεδεμένα, οἳ καθʼ ἑκάστην κάμακα παρέντες κατὰ τοῦ ἐδάφους ἀκίνητον ὑπὸ βίας ἀνέμων τὴν σκηνὴν ἔμελλον παρέξειν. σινδὼν δʼ ἐκ βύσσου ποικιλωτάτη διὰ πασῶν ἐπῄει ἀπὸ τοῦ κιονοκράνου κατιοῦσα μέχρι τῆς βάσεως πολλὴ κεχυμένη, περιφράττουσα ἅπαν κύκλῳ τὸ χωρίον, ὡς μηδὲν δοκεῖν τείχους διαφέρειν.καὶ οὕτως μὲν εἶχον αἱ τρεῖς πλευραὶ τοῦ περιβόλου· τῆς δὲ τετάρτης πλευρᾶς, πεντήκοντα γὰρ οὖσα πήχεων ἡ ἑτέρα μέτωπον τοῦ παντὸς ἦν, εἴκοσι μὲν πήχεις ἀνεῴγεσαν κατὰ πύλας, ἐν αἷς ἀνὰ δύο κάμακες εἱστήκεσαν κατὰ μίμησιν πυλώνων.ὅλαις δʼ αὐταῖς ἄργυρος ἦν ἐπικεχαλκωμένος πάρεξ τῶν βάσεων· χαλκαῖ γὰρ ἦσαν. ἑκατέρωθεν δὲ τοῦ πυλῶνος τρεῖς κάμακες ἦσαν ἑστῶσαι, αἳ τοῖς πυλούχοις ἐμβεβήκεσαν ἐρηρεισμέναι, καὶ κατʼ αὐτῶν δὲ βύσσινον ὕφος σινδόνος ἦν περιηγμένον.τὸ δὲ κατὰ τὰς πύλας μήκους μὲν ὄντος πήχεων εἴκοσι πέντε δὲ βάθους ὕφος ἦν πορφύρας φοίνικος σὺν ὑακίνθῳ καὶ βύσσῳ πεποιημένον πολλῶν αὐτῷ συνανθούντων καὶ ποικίλων, ὁπόσα μὴ ζῴων ἐξετυποῦτο μορφάς.ἐντὸς δὲ τῶν πυλῶν περιρραντήριον ἦν χάλκεον ὁμοίαν αὐτῷ καὶ τὴν κρηπῖδα παρεχόμενον, ἐξ οὗ τοῖς ἱερεῦσι τὰς χεῖρας ἀποπλύνειν καὶ τῶν ποδῶν καταχεῖν παρῆν. καὶ ὁ μὲν τοῦ αἰθρίου περίβολος τοῦτον τὸν τρόπον ἦν διακεκοσμημένος.