καὶ τοῦ λοιποῦ παντὸς ἐν αἰθρίᾳ τυγχάνοντος ἄνεμοί τε σφοδροὶ λάβρον κινοῦντες ὑετὸν κατῄγιζον, ἀστραπαί τε ἦσαν φοβεραὶ τοῖς ὁρῶσι, καὶ κεραυνοὶ κατενεχθέντες ἐδήλουν τὴν παρουσίαν τοῦ θεοῦ οἷς Μωυσῆς ἔχαιρεν εὐμενοῦς παρατυχόντος.καὶ περὶ μὲν τούτων ὡς βούλεται φρονείτω ἕκαστος τῶν ἐντευξομένων, ἐμοὶ δὲ ἀνάγκη ταῦτα ἱστορεῖν καθάπερ ἐν ταῖς ἱεραῖς βίβλοις ἀναγέγραπται. τοὺς δὲ Ἑβραίους τά τε ὁρώμενα καὶ ὁ ταῖς ἀκοαῖς προσβάλλων ψόφος δεινῶς ἐτάραττεν,ἀήθεις τε γὰρ ἦσαν αὐτῶν, καὶ ὁ περὶ τοῦ ὄρους διαπεφοιτηκὼς λόγος ὡς εἰς αὐτὸ τοῦτο φοιτῶντος τοῦ θεοῦ σφόδρα τὴν διάνοιαν αὐτῶν ἐξέπληττε. κατεῖχον δʼ αὑτοὺς πρὸς ταῖς σκηναῖς ἀχθόμενοι καὶ τόν τε Μωυσῆν ἀπολωλέναι νομίζοντες ὑπʼ ὀργῆς τοῦ θεοῦ καὶ περὶ αὐτῶν ὅμοια προσδοκῶντες.Οὕτως δʼ αὐτῶν διακειμένων ἐπιφαίνεται Μωυσῆς γαῦρός τε καὶ μέγα φρονῶν. ὀφθείς τε οὖν αὐτὸς ἀπαλλάσσει τοῦ δέους αὐτοὺς καὶ περὶ τῶν μελλόντων κρείττονας ὑπετίθετο τὰς ἐλπίδας, αἴθριός τε καὶ καθαρὸς ὁ ἀὴρ τῶν πρὸ ὀλίγου παθῶν ἦν Μωυσέος παραγεγονότος.ἐπὶ τούτοις οὖν συγκαλεῖ τὸ πλῆθος εἰς ἐκκλησίαν ἀκουσόμενον ὧν ὁ θεὸς εἴποι πρὸς αὐτόν, καὶ συναθροισθέντων στὰς ἐπὶ ὑψηλοῦ τινος, ὅθεν ἔμελλον πάντες ἀκούσεσθαι, ὁ μὲν θεός, εἶπεν, ὦ Ἑβραῖοι, καθάπερ καὶ πρότερον εὐμενὴς προσεδέξατό με καὶ βίον τε ὑμῖν εὐδαίμονα καὶ πολιτείας κόσμον ὑπαγορεύσας πάρεστι καὶ αὐτὸς εἰς τὸ στρατόπεδον.πρὸς γοῦν αὐτοῦ καὶ τῶν ἔργων, ἃ διʼ ἐκεῖνον ἡμῖν ἤδη πέπρακται, μὴ καταφρονήσητε τῶν λεγομένων εἰς ἐμὲ τὸν λέγοντα ἀφορῶντες μηδʼ ὅτι γλῶττα ἀνθρωπίνη πρὸς ὑμᾶς λέγει· τὴν δʼ ἀρετὴν αὐτῶν κατανοήσαντες ἐπιγνώσεσθε καὶ τὸ μέγεθος τοῦ νενοηκότος καὶ ἐπὶ συμφέροντι τῷ ὑμετέρῳ πρὸς ἐμὲ μὴ φθονήσαντος εἰπεῖν·οὐ γὰρ Μωυσῆς ὁ Ἀμαράμου καὶ Ἰωχαβάδης υἱός, ἀλλʼ ὁ τὸν Νεῖλον ἀναγκάσας ᾑματωμένον ὑπὲρ ὑμῶν ῥυῆναι καὶ ποικίλοις δαμάσας κακοῖς τὸ τῶν Αἰγυπτίων φρόνημα, ὁ διὰ θαλάσσης ὁδὸν ὑμῖν παρασχών, ὁ καὶ τροφὴν ἐξ οὐρανοῦ μηχανησάμενος ἐλθεῖν ἀπορουμένοις,ὁ ποτὸν ἐκ πέτρας ἀναβλύσας σπανίζουσι, διʼ ὃν Ἄδαμος τῶν ἀπὸ γῆς τε καρπῶν καὶ θαλάσσης μεταλαμβάνει, διʼ ὃν Νῶχος ἐκ τῆς ἐπομβρίας διέφυγε, διʼ ὃν Ἅβραμος ὁ ἡμέτερος πρόγονος ἐξ ἀλήτου τὴν Χαναναίαν κατέσχε γῆν, διʼ ὃν Ἴσακος γηραιοῖς ἐτέχθη γονεῦσι, διʼ ὃν Ἰάκωβος δώδεκα παίδων ἀρεταῖς ἐκοσμήθη, διʼ ὃν Ἰώσηπος ἐδεσπότευσε τῆς Αἰγυπτίων δυνάμεως, οὗτος ὑμῖν τούτους χαρίζεται τοὺς λόγους διʼ ἑρμηνέως ἐμοῦ.σεβάσμιοι δʼ ὑμῖν γενέσθωσαν καὶ παίδων περιμαχητότεροι καὶ γυναικῶν· εὐδαίμονα γὰρ διάξετε βίον τούτοις ἑπόμενοι καὶ γῆς ἀπολαύοντες καρπίμου καὶ θαλάσσης ἀχειμάστου καὶ τέκνων γονῆς κατὰ φύσιν τικτομένων καὶ πολεμίοις ἔσεσθε φοβεροί· τῷ θεῷ γὰρ εἰς ὄψιν ἐλθὼν ἀκροατὴς ἀφθάρτου φωνῆς ἐγενόμην· οὕτως ἐκείνῳ τοῦ γένους ἡμῶν καὶ τῆς τούτου μέλει διαμονῆς.Ταῦτʼ εἰπὼν προάγει τὸν λαὸν γυναιξὶν ὁμοῦ καὶ τέκνοις, ὡς ἀκούσαιεν τοῦ θεοῦ διαλεγομένου πρὸς αὐτοὺς περὶ τῶν πρακτέων, ἵνα μὴ βλαβείη τῶν λεγομένων ἡ ἀρετὴ ὑπὸ ἀνθρωπίνης γλώττης ἀσθενῶς εἰς γνῶσιν αὐτοῖς παραδιδομένη.πάντες τε ἤκουον φωνῆς ὑψόθεν παραγενομένης εἰς ἅπαντας, ὡς διαφυγεῖν μηδένα καὶ λόγων οὓς Μωυσῆς ἐν ταῖς δύο πλαξὶ γεγραμμένους κατέλιπεν· οὓς οὐ θεμιτόν ἐστιν ἡμῖν λέγειν φανερῶς πρὸς λέξιν, τὰς δὲ δυνάμεις αὐτῶν δηλώσομεν.Διδάσκει μὲν οὖν ἡμᾶς ὁ πρῶτος λόγος, ὅτι θεός ἐστιν εἷς καὶ τοῦτον δεῖ σέβεσθαι μόνον· ὁ δὲ δεύτερος κελεύει μηδενὸς εἰκόνα ζῴου ποιήσαντας προσκυνεῖν· ὁ τρίτος δὲ ἐπὶ μηδενὶ φαύλῳ τὸν θεὸν ὀμνύναι· ὁ δὲ τέταρτος παρατηρεῖν τὰς ἑβδομάδας ἀναπαυομένους ἀπὸ παντὸς ἔργου·ὁ δὲ πέμπτος γονεῖς τιμᾶν· ὁ δὲ ἕκτος ἀπέχεσθαι φόνου· ὁ δὲ ἕβδομος μὴ μοιχεύειν· ὁ δὲ ὄγδοος μὴ κλοπὴν δρᾶν· ὁ δὲ ἔνατος μὴ ψευδομαρτυρεῖν· ὁ δὲ δέκατος μηδενὸς ἀλλοτρίου ἐπιθυμίαν λαμβάνειν.Καὶ τὸ μὲν πλῆθος ἀκροασάμενον αὐτοῦ τοῦ θεοῦ περὶ ὧν Μωυσῆς διελέχθη χαῖρον ἐπὶ τοῖς προειρημένοις τοῦ συλλόγου διελύθη, ταῖς δʼ ἐφεξῆς φοιτῶντες ἐπὶ τὴν σκηνὴν ἠξίουν αὐτὸν καὶ νόμους αὐτοῖς παρὰ τοῦ θεοῦ κομίζειν.ὁ δὲ τούτους τε τίθεται καὶ περὶ τῶν ὅλων ὃν ἂν πραχθείη τρόπον ἐν τοῖς αὖθις ἀπεσήμαινε χρόνοις, ὧν μνησθήσομαι κατὰ καιρὸν οἰκεῖον. τοὺς δὲ πλείονας τῶν νόμων εἰς ἑτέραν ἀνατίθεμαι γραφὴν ἰδίαν περὶ αὐτῶν ποιησόμενος ἀφήγησιν.Οὕτω δὲ τῶν πραγμάτων αὐτοῖς ἐχόντων ὁ Μωυσῆς πάλιν εἰς τὸ Σιναῖον ὄρος ἀνῄει προειπὼν τοῖς Ἑβραίοις, βλεπόντων δʼ αὐτῶν ἐποιεῖτο τὴν ἄνοδον. καὶ χρόνου τριβομένου, τεσσαράκοντα γὰρ ἡμέρας διήγαγεν ἀπʼ αὐτῶν, δέος εἶχε τοὺς Ἑβραίους, μή τι Μωυσῆς πάθοι, καὶ τῶν συντυχόντων δεινῶν οὐκ ἔστιν ὃ οὕτως ἐλύπησεν αὐτούς, ὡς τὸ νομίζειν Μωυσῆν ἀπολωλέναι.ἦν γὰρ τοῖς ἀνθρώποις ἔρις τῶν μὲν ἀπολωλέναι λεγόντων θηρίοις περιπεσόντα, καὶ μάλιστα ὅσοι πρὸς αὐτὸν ἀπεχθῶς ἦσαν διακείμενοι ταύτην τὴν ψῆφον ἔφερον, τῶν δὲ πρὸς τὸ θεῖον ἀνακεχωρηκέναι.