πολὺ δʼ ἦν ἤδη τὸ ὁπλιτικὸν αὐτοῖς· καὶ προϊὼν κατʼ ὀλίγον ἐν τριμήνῳ μετὰ τὴν ἐξ Αἰγύπτου κίνησιν παρῆν ἐπὶ τὸ Σιναῖον ὄρος, ἐν ᾧ τά τε περὶ τὸν θάμνον αὐτῷ καὶ τὰ λοιπὰ φαντάσματα συντυχεῖν προειρήκαμεν.Καὶ Ῥαγουῆλος ὁ πενθερὸς αὐτοῦ πυνθανόμενος εὐπραξίαν ἀσμένως ἀπήντα τόν τε Μωυσῆν καὶ τὴν Σαπφώραν δεχόμενος καὶ τοὺς παῖδας αὐτῶν. ἥδεται δὲ Μωυσῆς ἐπὶ τῇ τοῦ πενθεροῦ ἀφίξει καὶ θύσας εὐωχεῖ τὸ πλῆθος τοῦ θάμνου πλησίον, ὃς διαπεφεύγει τοῦ πυρὸς τὴν φλόγωσιν·καὶ τὸ μὲν πλῆθος κατὰ συγγένειαν ὡς ἕκαστοι τῆς εὐωχίας μετελάμβανον, Ἀαρὼν δὲ σὺν τοῖς παροῦσι Ῥαγουῆλον προσλαβόμενος ὕμνους τε ᾖδον εἰς τὸν θεὸν ὡς τῆς σωτηρίας αὐτοῖς καὶ τῆς ἐλευθερίας αἴτιον καὶ ποριστὴν γεγενημένον,καὶ τὸν στρατηγὸν εὐφήμουν ὡς κατὰ ἀρετὴν ἐκείνου πάντων αὐτοῖς κατὰ νοῦν ἀπηντηκότων. καὶ Ῥαγουῆλος πολλὰ μὲν ἐγκώμια τοῦ πλήθους ἐπὶ τῇ πρὸς τὸν Μωυσῆν εὐχαριστίᾳ διεξῄει, ἐθαύμαζε δὲ καὶ τὸν Μωυσῆν τῆς ἐπὶ σωτηρίᾳ τῶν φίλων ἀνδραγαθίας.Τῇ δʼ ὑστεραίᾳ θεασάμενος ὁ Ῥαγουῆλος τὸν Μωυσῆν ἐν ὄχλῳ πραγμάτων ὄντα· διέλυε γὰρ τὰς δίκας τοῖς δεομένοις πάντων ἐπʼ αὐτὸν βαδιζόντων καὶ μόνως ἂν τοῦ δικαίου τυχεῖν ἡγουμένων, εἰ διαιτητὴς αὐτοῖς οὗτος γένοιτο·καὶ γὰρ τοῖς ἡττωμένοις κοῦφον ἐδόκει τὸ λείπεσθαι κατὰ δικαιοσύνην οὐ κατὰ πλεονεξίαν αὐτὸ πάσχειν νομίζουσι· τότε μὲν ἡσυχίαν ἦγε μὴ βουλόμενος ἐμποδίζειν τοῖς ἀρετῇ χρῆσθαι τοῦ στρατηγοῦ θέλουσι, παυσάμενον δὲ τοῦ θορύβου παραλαβὼν καὶ συμμονωθεὶς ἀνεδίδασκεν ἃ δεῖ ποιεῖν.καὶ συνεβούλευε τῆς μὲν ἐπὶ τοῖς ἥττοσι ταλαιπωρίας ἑτέροις ἐκστῆναι, περὶ δὲ τῶν μειζόνων καὶ τῆς σωτηρίας τοῦ πλήθους ἔχειν τὴν πρόνοιαν αὐτόν· δικάσαι μὲν γὰρ ἀγαθοὺς κἂν ἄλλους Ἑβραίων εὑρεθῆναι, φροντίσαι δὲ τοσούτων μυριάδων σωτηρίας οὐκ ἄλλον τινὰ δύνασθαι μὴ Μωυσῆν γενόμενον.αἰσθανόμενος οὖν τῆς ἀρετῆς, φησί, σαυτοῦ καὶ οἷος γέγονας ἐπὶ τῷ τὸν λαὸν ὑπουργῶν τῷ θεῷ σώζειν τὴν μὲν τῶν ἐγκλημάτων δίαιταν ἐπίτρεψον αὐτοῖς ποιεῖσθαι καὶ ἐπʼ ἄλλων, σὺ δὲ πρὸς μόνῃ τῇ τοῦ θεοῦ θεραπείᾳ κατέχων σεαυτὸν διατέλει ζητῶν οἷς ἂν τὸ πλῆθος ἀπαλλάξειας τῆς νῦν ἀπορίας.ὑποθήκαις δὲ ταῖς ἐμαῖς περὶ τῶν ἀνθρωπίνων χρησάμενος τὸν στρατὸν ἐξετάσεις ἀκριβῶς καὶ κατὰ μυρίους τούτων κεκριμένους ἄρχοντας ἀποδείξεις, εἶτα κατὰ χιλίους, διαιρήσεις δὲ μετʼ αὐτοὺς εἰς πεντακοσίους, καὶ πάλιν εἰς ἑκατόν, εἶτʼ εἰς πεντήκοντα.ἄρχοντάς τε ἐπὶ τούτοις τάξεις, οἳ κατὰ τριάκοντα μερισθέντας διακοσμήσουσι καὶ κατὰ εἴκοσι καὶ κατὰ δέκα συναριθμουμένους, ἔστω δέ τις ἐπὶ τούτοις εἷς τὴν προσηγορίαν ἀπὸ τοῦ τῶν ἀρχομένων ἀριθμοῦ λαμβάνων, δοκιμασθέντες ὑπὸ τοῦ πλήθους παντὸς εἶναι ἀγαθοὶ καὶ δίκαιοι,οἳ περί τε τῶν διαφόρων αὐτοῖς κρινοῦσι κἂν ᾖ τι μεῖζον ἐπὶ τοὺς ἐν ἀξιώματι τὴν περὶ τούτου διάγνωσιν ἐπανοίσουσιν, ἂν δὲ κἀκείνους διαφύγῃ τὸ περὶ τοῦ πράγματος δύσκολον, ἐπὶ σὲ τοῦτο ἀναπέμψουσιν· ἔσται γὰρ οὕτως ἀμφότερα· καὶ τῶν δικαίων Ἑβραῖοι τεύξονται καὶ σὺ τῷ θεῷ προσεδρεύων εὐμενέστερον ἂν ποιήσειας αὐτὸν τῷ στρατῷ.Ταῦτα Ῥαγουήλου παραινέσαντος Μωυσῆς ἀσμένως προσήκατο τὴν συμβουλίαν καὶ ποιεῖ κατὰ τὴν ὑποθήκην τὴν ἐκείνου τοῦ τρόπου τὴν ἐπίνοιαν οὐκ ἀποκρυψάμενος οὐδὲ σφετερισάμενος αὐτήν, ἀλλὰ ποιήσας φανερὸν τὸν ἐξευρηκότα τῷ πλήθει.κἀν τοῖς βιβλίοις δὲ Ῥαγουῆλον ἔγραψεν ὡς εὑρηκότα τὴν διάταξιν τὴν προειρημένην, καλῶς ἔχειν ἡγούμενος τἀληθῆ μαρτυρεῖν τοῖς ἀξίοις, εἰ καὶ δόξαν ἔμελλε φέρειν ἐπιγραφομένῳ τὰ ὑπὸ ἄλλων εὑρημένα, ὥστε τὴν Μωυσέος ἀρετὴν κἀκ τούτου καταμαθεῖν. ἀλλὰ περὶ μὲν ταύτης εὐκαίρως ἐν ἄλλοις τῆς γραφῆς δηλώσομεν.Μωυσῆς δὲ συγκαλέσας τὴν πληθὺν αὐτὸς μὲν εἰς τὸ ὄρος ἀπέρχεσθαι τὸ Σιναῖον ἔλεγεν ὡς συνεσόμενος τῷ θεῷ καί τι λαβὼν παρʼ αὐτοῦ χρήσιμον ἐπανήξων πρὸς αὐτούς, ἐκείνους δʼ ἐκέλευσε πλησίον μετασκηνῶσαι τῷ ὄρει τὴν γειτνίασιν τοῦ θεοῦ προτιμήσαντας.ταῦτʼ εἰπὼν ἀνῄει πρὸς τὸ Σιναῖον ὑψηλότατον τῶν ἐν ἐκείνοις τοῖς χωρίοις ὀρῶν τυγχάνον καὶ διὰ τὴν ὑπερβολὴν τοῦ μεγέθους καὶ τῶν κρημνῶν τὸ ἀπότομον ἀνθρώποις οὐ μόνον οὐκ ἀναβατὸν ἀλλʼ οὐδὲ ὁραθῆναι δίχα πόνου τῆς ὄψεως δυνάμενον ἄλλως τε διὰ τὸ λόγον εἶναι περὶ τοῦ τὸν θεὸν ἐν αὐτῷ διατρίβειν φοβερὸν καὶ ἀπρόσιτον.Ἑβραῖοι δὲ κατὰ τὰς Μωυσέος ἐντολὰς μετεσκήνουν καὶ τὰς ὑπωρείας τοῦ ὄρους κατελαμβάνοντο ἠρμένοι ταῖς διανοίαις ὡς μετὰ τῆς ἐπαγγελίας τῶν ἀγαθῶν, ἣν προύτεινεν αὐτοῖς, ἐπανήξοντος Μωυσέος παρὰ τοῦ θεοῦ.ἑορτάζοντες δὲ τὸν στρατηγὸν περιέμενον ἁγνεύοντες τήν τε ἄλλην ἁγνείαν καὶ ἀπὸ συνουσίας τῆς γυναικῶν ἡμέρας τρεῖς, καθὼς ἐκεῖνος αὐτοῖς προεῖπε, καὶ παρακαλοῦντες τὸν θεὸν εὐμενῆ συμβάλλοντα Μωυσεῖ δοῦναι δωρεάν, ὑφʼ ἧς εὖ βιώσονται. ταῖς τʼ οὖν διαίταις ἐχρῶντο πολυτελεστέραις καὶ τῷ κόσμῳ γυναιξὶν ὁμοῦ καὶ τέκνοις ἐκπρεπῶς ἤσκηντο.Ἐπὶ δύο μὲν οὖν ἡμέρας εὐωχούμενοι διῆγον, τῇ τρίτῃ δὲ πρὶν τὸν ἥλιον ἀνασχεῖν νεφέλη τε ὑπεράνω ἀνέσχε τοῦ παντὸς στρατοπέδου τῶν Ἑβραίων οὐ πρότερον τοῦτο ἰδόντων γενόμενον καὶ τὸ χωρίον οὗ τὰς σκηνὰς ἦσαν πεποιημένοι περιέγραφε,