εἰδέναι δʼ οἷος οὗτος ἐπίκουρος ἐκ πολλῶν πεπειραμένους καὶ δεινοτέρων τοῦ πολέμου· τοῦτον μὲν γὰρ εἶναι πρὸς ἀνθρώπους, ἃ δʼ ἦν αὐτοῖς πρὸς λιμὸν καὶ δίψος ἄπορα καὶ πρὸς ὄρη καὶ θάλασσαν ὁδὸν οὐκ ἔχουσι φυγῆς, ταῦτʼ αὐτοῖς διὰ τὴν εὐμένειαν τὴν παρὰ τοῦ θεοῦ νενικῆσθαι. νῦν δὲ γίνεσθαι παρεκάλει προθυμοτάτους, ὡς τῆς ἁπάντων εὐπορίας αὐτοῖς ἐν τῷ κρατῆσαι τῶν ἐχθρῶν κειμένης.Καὶ Μωυσῆς μὲν τοιούτοις παρεθάρσυνε τὸ πλῆθος λόγοις συγκαλῶν τούς τε φυλάρχους καὶ τῶν ἐν τέλει καθʼ ἑκάστους τε καὶ σὺν ἀλλήλοις τοὺς μὲν νεωτέρους παρεκάλει πείθεσθαι τοῖς πρεσβυτέροις, τοὺς δὲ ἀκροᾶσθαι τοῦ στρατηγοῦ·οἱ δʼ ἦσαν ἐπὶ τὸν κίνδυνον τὰς ψυχὰς ἠρμένοι καὶ πρὸς τὸ δεινὸν ἑτοίμως ἔχοντες ἤλπιζον ἀπαλλαγήσεσθαί ποτε τῶν κακῶν, καὶ τὸν Μωυσῆν ἐκέλευον ἄγειν αὐτοὺς ἐπὶ τοὺς πολεμίους ἤδη καὶ μὴ μέλλειν, ὡς τῆς ἀναβολῆς ἐμποδιζούσης τὴν προθυμίαν αὐτῶν.ὁ δὲ τῆς πληθύος ἀποκρίνας πᾶν τὸ μάχιμον Ἰησοῦν ἐφίστησιν αὐτῷ Ναυήκου μὲν υἱὸν φυλῆς τῆς Ἐφραιμίτιδος, ἀνδρειότατον δὲ καὶ πόνους ὑποστῆναι γενναῖον καὶ νοῆσαί τε καὶ εἰπεῖν ἱκανώτατον καὶ θρησκεύοντα τὸν θεὸν ἐκπρεπῶς καὶ Μωυσῆν διδάσκαλον τῆς πρὸς αὐτὸν εὐσεβείας πεποιημένον τιμώμενόν τε παρὰ τοῖς Ἑβραίοις.βραχὺ δέ τι περὶ τὸ ὕδωρ ἔταξε τῶν ὁπλιτῶν ἐπὶ φυλακῇ παίδων καὶ γυναικῶν τοῦ τε παντὸς στρατοπέδου. καὶ νύκτα μὲν πᾶσαν ἐν παρασκευαῖς ἦσαν τῶν τε ὅπλων εἴ τι πεπονηκὸς ἦν ἀναλαμβάνοντες καὶ τοῖς στρατηγοῖς προσέχοντες, ὡς ὁρμήσοντες ἐπὶ τὴν μάχην ὁπότε κελεύσειεν αὐτοὺς Μωυσῆς. διηγρύπνει δὲ καὶ Μωυσῆς ἀναδιδάσκων τὸν Ἰησοῦν ὃν τρόπον ἐκτάξειε τὸ στρατόπεδον.ἠργμένης δὲ ὑποφαίνειν τῆς ἡμέρας αὖθις τόν τε Ἰησοῦν παρεκάλει μηδὲν χείρονα φανῆναι κατὰ τὸ ἔργον τῆς οὔσης περὶ αὐτὸν ἐλπίδος δόξαν τε διὰ τῆς παρούσης κτήσασθαι στρατηγίας παρὰ τοῖς ἀρχομένοις ἐπὶ τοῖς γεγενημένοις, τῶν τε Ἑβραίων τοὺς ἀξιολογωτάτους ἰδίᾳ παρεκάλει καὶ σύμπαν ἤδη τὸ πλῆθος ὡπλισμένον παρώρμα.καὶ ὁ μὲν οὕτως παραστησάμενος τὸν στρατὸν τοῖς τε λόγοις καὶ τῇ διὰ τῶν ἔργων παρασκευῇ ἀνεχώρει πρὸς τὸ ὄρος θεῷ τε καὶ Ἰησοῦ παραδιδοὺς τὸ στράτευμα.Προσέμισγον δὲ οἱ πολέμιοι κἀν χερσὶν ἦν ἡ μάχη· προθυμίᾳ δὲ καὶ διακελευσμῷ τὰ πρὸς ἀλλήλους χρωμένων μέχρι μὲν οὖν Μωυσῆς αὖθις ἀνίσχει τὰς χεῖρας, καὶ τοὺς Ἀμαληκίτας κατεπόνουν οἱ Ἑβραῖοι. τὸν οὖν πόνον τῆς ἀνατάσεως τῶν χειρῶν ὁ Μωυσῆς οὐχ ὑπομένων, ὁσάκις γὰρ ἂν αὐτὰς καθίει τοσαυτάκις ἐλαττοῦσθαι τοὺς οἰκείους αὐτοῦ συνέβαινε,κελεύει τόν τε ἀδελφὸν Ἀαρῶνα καὶ τῆς ἀδελφῆς Μαριάμης τὸν ἄνδρα Οὖρον ὄνομα στάντας ἑκατέρωθεν αὐτοῦ διακρατεῖν τὰς χεῖρας καὶ μὴ ἐπιτρέπειν κάμνειν βοηθοῦντας. καὶ τούτου γενομένου κατὰ κράτος ἐνίκων τοὺς Ἀμαληκίτας οἱ Ἑβραῖοι, καὶ πάντες ἂν ἀπωλώλεισαν, εἰ μὴ νυκτὸς ἐπιγενομένης ἀπέσχοντο τοῦ κτείνειν.νίκην καλλίστην καὶ καιριωτάτην νικῶσιν ἡμῶν οἱ πρόγονοι· καὶ γὰρ τῶν ἐπιστρατευσάντων ἐκράτησαν καὶ τοὺς περιοίκους ἐφόβησαν, μεγάλων τε καὶ λαμπρῶν ἐκ τοῦ πονεῖν ἐπέτυχον ἀγαθῶν ἑλόντες τὸ στρατόπεδον τῶν πολεμίων, πλούτους τε μεγάλους δημοσίᾳ καὶ κατʼ ἰδίαν ἔσχον οὐδὲ τῆς ἀναγκαίου τροφῆς πρότερον εὐποροῦντες.ὑπῆρξε δʼ αὐτοῖς οὐκ εἰς τὸ παρὸν μόνον, ἀλλὰ καὶ εἰς τὸν αὖθις αἰῶνα τῶν ἀγαθῶν αἰτία κατορθωθεῖσα ἡ προειρημένη μάχη· οὐ γὰρ τὰ σώματα μόνον τῶν ἐπιστρατευσάντων ἐδούλωσαν ἀλλὰ καὶ τὰ φρονήματα, καὶ τοῖς περιοίκοις ἅπασι μετὰ τὴν ἐκείνων ἧτταν ἐγένοντο φοβεροί, αὐτοί τε πλούτου μεγάλου δύναμιν προσέλαβον·πολὺς γὰρ ὁ ἄργυρός τε καὶ χρυσὸς ἐγκατελήφθη ἐν τῷ στρατοπέδῳ καὶ σκεύη χαλκᾶ, οἷς ἐχρῶντο περὶ τὴν δίαιταν, πολὺ δὲ ἐπίσημον πλῆθος ἑκατέρων ὅσα τε ὑφαντὰ καὶ κόσμοι περὶ τὰς ὁπλίσεις ἥ τε ἄλλη θεραπεία καὶ κατασκευὴ ἐκείνων λεία τε παντοία κτηνῶν καὶ ὅσα φιλεῖ στρατοπέδοις ἐξωδευκόσιν ἕπεσθαι.φρονήματός τε ὑπεπλήσθησαν ἐπʼ ἀνδρείᾳ Ἑβραῖοι καὶ πολλὴ μεταποίησις ἦν ἀρετῆς αὐτοῖς πρός τε τῷ πονεῖν ἦσαν ἀεὶ τούτῳ πάντα ληπτὰ νομίζοντες εἶναι. καὶ ταύτης μὲν τῆς μάχης τοῦτο τὸ πέρας.Τῇ δʼ ὑστεραίᾳ Μωυσῆς νεκρούς τε ἐσκύλευε τῶν πολεμίων καὶ τὰς παντευχίας τῶν φυγόντων συνέλεγεν ἀριστεῦσί τε τιμὰς ἐδίδου καὶ τὸν στρατηγὸν Ἰησοῦν ἐνεκωμίαζε μαρτυρούμενον ἐφʼ οἷς ἔπραξεν ὑπὸ παντὸς τοῦ στρατοῦ. ἀπέθανεν δὲ Ἑβραίων μὲν οὐδείς, τῶν δὲ πολεμίων ὅσους οὐδʼ ἀριθμῷ γνῶναι δυνατὸν ἦν.θύσας δὲ χαριστήρια βωμὸν ἱδρύεται νικαῖον ὀνομάσας τὸν θεὸν προεφήτευέ τε πανωλεθρὶ τοὺς Ἀμαληκίτας ἀπολουμένους καὶ μηδένα αὐτῶν ὑπολειφθησόμενον εἰς αὖθις διὰ τὸ Ἑβραίοις ἐπιστρατεύσασθαι καὶ ταῦτα ἐν ἐρήμῳ τε γῇ καὶ ταλαιπωρουμένοις, τόν τε στρατὸν εὐωχίαις ἀνελάμβανε.καὶ ταύτην μὲν τὴν μάχην πρώτην μαχεσάμενοι πρὸς τοὺς κατατολμήσαντας αὐτῶν μετὰ τὴν ἐξ Αἰγύπτου γενομένην ἔξοδον οὕτως ἐπολέμησαν, ἐπεὶ δὲ τὴν τῶν ἐπινικίων ἑορτὴν ἤγαγον, ὁ Μωυσῆς ἀναπαύσας ἐπʼ ὀλίγας ἡμέρας τοὺς Ἑβραίους μετὰ τὴν μάχην προῆγε συντεταγμένους·