οἱ δὲ μιμούμενοι τὸν στρατηγὸν ἥδοντο τῷ βρώματι· μέλιτι γὰρ ἦν τὴν γλυκύτητα καὶ τὴν ἡδονὴν ἐμφερές, ὅμοιον δὲ τῇ τῶν ἀρωμάτων βδέλλῃ, τὸ δὲ μέγεθος τῷ κοριάννου σπέρματι· καὶ περὶ συλλογὴν λίαν αὐτοῦ ἐσπουδάκεσαν.παρηγγέλλετο δʼ ἐξ ἴσου πᾶσιν ἀσσαρῶνα, τοῦτο δʼ ἐστὶ μέτρον, εἰς ἑκάστην ἡμέραν συλλέγειν ὡς οὐκ ἐπιλείψοντος αὐτοῖς τοῦ βρώματος, ἵνα μὴ τοῖς ἀδυνάτοις ἄπορον ᾖ τὸ λαμβάνειν διʼ ἀλκὴν τῶν δυνατωτέρων πλεονεκτούντων περὶ τὴν ἀναίρεσιν.οἱ μέντοι πλέον τοῦ προστεταγμένου μέτρου συναγαγόντες οὐδὲν περισσότερον εἶχον τοῦ κακοπαθῆσαι· ἀσσαρῶνος γὰρ οὐδὲν πλέον εὕρισκον· τοῦ δʼ ὑπολειφθέντος εἰς τὴν ἐπιοῦσαν ὄνησις οὐδʼ ἥτις ἦν διεφθαρμένου ὑπό τε σκωλήκων καὶ πικρίας· οὕτω θεῖον ἦν τὸ βρῶμα καὶ παράδοξον.ἀμύνει δὲ τοῖς ταύτην νεμομένοις τὴν ἐκ τῶν ἄλλων ἀπορίαν, ἔτι δὲ καὶ νῦν ὕεται πᾶς ἐκεῖνος ὁ τόπος, καθάπερ καὶ τότε Μωυσεῖ χαριζόμενον τὸ θεῖον κατέπεμψε τὴν διατροφήν.καλοῦσι δὲ Ἑβραῖοι τὸ βρῶμα τοῦτο μάννα· τὸ γὰρ μάν ἐπερώτησις κατὰ τὴν ἡμετέραν διάλεκτον, τί τοῦτʼ ἔστιν ἀνακρίνουσα. καὶ οἱ μὲν χαίροντες ἐπὶ τοῖς ἀπʼ οὐρανοῦ καταπεμφθεῖσιν αὐτοῖς διετέλουν, τῇ δὲ τροφῇ ταύτῃ τεσσαράκοντα ἔτη ἐχρήσαντο ἐφʼ ὅσον χρόνον ἦσαν ἐν τῇ ἐρήμῳ.Ὡς δʼ ἐκεῖθεν ἄραντες εἰς Ῥαφιδεὶν ἧκον ταλαιπωρηθέντες ὑπὸ δίψους εἰς ἔσχατον ἔν τε ταῖς πρότερον ἡμέραις πίδαξιν ὀλίγαις ἐντυγχάνοντες καὶ τότε παντάπασιν ἄνυδρον εὑρόντες τὴν γῆν, ἐν κακοῖς ἦσαν καὶ πάλιν διʼ ὀργῆς τὸν Μωυσῆν ἐποιοῦντο.ὁ δὲ τὴν ὁρμὴν τοῦ πλήθους πρὸς μικρὸν ἐκκλίνας ἐπὶ λιτὰς τρέπεται τοῦ θεοῦ παρακαλῶν ὡς τροφὴν ἔδωκεν ἀπορουμένοις οὕτως καὶ ποτὸν παρασχεῖν, διαφθειρομένης καὶ τῆς ἐπὶ τροφῇ χάριτος ποτοῦ μὴ παρόντος.ὁ δʼ οὐκ εἰς μακρὰν τὴν δωρεὰν ἀνεβάλλετο, τῷ δὲ Μωυσεῖ παρέξειν ὑπισχνεῖται πηγὴν καὶ πλῆθος ὕδατος ὅθεν οὐ προσδοκήσειαν, καὶ κελεύει τῷ βάκτρῳ πλήξαντα τὴν πέτραν, ἣν ἑώρων αὐτόθι παρακειμένην, παρʼ αὐτῆς λαμβάνειν τὴν εὐπορίαν ὧν δέονται· φροντίζει γὰρ καὶ τοῦ μὴ σὺν πόνῳ μηδʼ ἐργασίᾳ τὸ ποτὸν αὐτοῖς φανῆναι.καὶ Μωυσῆς ταῦτα λαβὼν παρὰ τοῦ θεοῦ παραγίνεται πρὸς τὸν λαὸν περιμένοντα καὶ εἰς αὐτὸν ἀφορῶντα· καὶ γὰρ ἤδη καθεώρων αὐτὸν ἀπὸ τῆς σκοπῆς ὁρμώμενον. ὡς δʼ ἧκεν, ἀπολύειν αὐτοὺς καὶ ταύτης τῆς ἀνάγκης τὸν θεὸν ἔλεγε καὶ χαρίσασθαι σωτηρίαν οὐδʼ ἐλπισθεῖσαν ἐκ τῆς πέτρας ποταμὸν αὐτοῖς ῥυήσεσθαι λέγων.τῶν δὲ πρὸς τὴν ἀκοὴν καταπλαγέντων, εἰ ὑπό τε τοῦ δίψους καὶ τῆς ὁδοιπορίας τεταλαιπωρημένοις ἀνάγκη γένοιτο κόπτειν τὴν πέτραν, ὁ Μωυσῆς πλήττει τῇ βακτηρίᾳ, καὶ χανούσης ἐξέβλυσεν ὕδωρ πολὺ καὶ διαυγέστατον.οἱ δὲ τῷ παραδόξῳ τοῦ γεγονότος κατεπλάγησαν, καὶ πρὸς τὴν ὄψιν αὐτοῖς ἤδη τὸ δίψος ἔληγε, καὶ πίνουσιν ἡδὺ καὶ γλυκὺ τὸ νᾶμα καὶ οἷον ἂν εἴη θεοῦ τὸ δῶρον δόντος ἐφαίνετο· τόν τε οὖν Μωυσῆν ἐθαύμαζον οὕτως ὑπὸ τοῦ θεοῦ τετιμημένον, καὶ θυσίαις ἠμείβοντο τὴν τοῦ θεοῦ περὶ αὐτοὺς πρόνοιαν. δηλοῖ δὲ ἐν τῷ ἱερῷ ἀνακειμένη γραφὴ τὸν θεὸν προειπεῖν Μωυσεῖ οὕτως ἐκ τῆς πέτρας ἀναδοθήσεσθαι ὕδωρ.Τοῦ δὲ Ἑβραίων ὀνόματος ἤδη πολλοῦ κατὰ πάντας διαβοωμένου καὶ τοῦ περὶ αὐτῶν λόγου φοιτῶντος ἐν φόβῳ συνέβαινεν οὐ μικρῷ τοὺς ἐπιχωρίους εἶναι, καὶ πρεσβευόμενοι πρὸς ἀλλήλους παρεκάλουν ἀμύνειν καὶ πειρᾶσθαι τοὺς ἄνδρας διαφθείρειν.ἐτύγχανον δὲ οἱ πρὸς τοῦτο ἐνάγοντες οἵ τε τὴν Γοβολῖτιν καὶ τὴν Πέτραν κατοικοῦντες, οἳ καλοῦνται μὲν Ἀμαληκῖται, μαχιμώτατοι δὲ τῶν ἐκεῖσε ἐθνῶν ὑπῆρχον, ὧν πέμποντες οἱ βασιλεῖς ἀλλήλους τε καὶ τοὺς περιοίκους ἐπὶ τὸν πρὸς Ἑβραίους πόλεμον παρεκάλουν, στρατὸν ἀλλότριον καὶ τῆς Αἰγυπτίων ἀποδράντα δουλείας ἐφεδρεύειν αὐτοῖς λέγοντες,ὃν οὐ καλῶς ἔχει περιορᾶν, ἀλλὰ πρὶν ἢ λαβεῖν ἰσχὺν καὶ παρελθεῖν εἰς εὐπορίαν καὶ αὐτὸν τῆς πρὸς ἡμᾶς κατάρξαι μάχης θαρρήσαντας τῷ μηδὲν αὐτοῖς παρʼ ἡμῶν ἀπαντᾶν καταλύειν ἀσφαλὲς καὶ σῶφρον δίκην αὐτοὺς καὶ περὶ τῆς ἐρήμου καὶ τῶν ἐν αὐτῇ πραχθέντων ἀπαιτοῦντας, ἀλλʼ οὐχ ὅταν ταῖς πόλεσιν ἡμῶν καὶ τοῖς ἀγαθοῖς ἐπιβάλωσι τὰς χεῖρας.οἱ δὲ ἀρχομένην δύναμιν ἐχθρῶν πειρώμενοι καταλύειν ἀγαθοὶ συνεῖναι μᾶλλον, ἢ οἱ προκόψασαν μείζω κωλύοντες γενέσθαι· οἱ μὲν γὰρ τοῦ περισσοῦ δοκοῦσι νεμεσᾶν, οἱ δʼ οὐδεμίαν αὐτοῖς ἀφορμὴν κατʼ αὐτῶν ἐῶσι γενέσθαι. τοιαῦτα τοῖς τε πλησιοχώροις καὶ πρὸς ἀλλήλους πρεσβευόμενοι χωρεῖν τοῖς Ἑβραίοις ἐγνώκεσαν εἰς μάχην.Μωυσεῖ δʼ οὐδὲν προσδοκῶντι πολέμιον ἀπορίαν καὶ ταραχὴν ἐνεποίει τὰ τῶν ἐπιχωρίων, καὶ παρόντων ἐπὶ τὴν μάχην ἤδη καὶ κινδυνεύειν δέον ἐθορύβει χαλεπῶς τὸ τῶν Ἑβραίων πλῆθος ἐν ἀπορίᾳ μὲν ὂν ἁπάντων, μέλλον δὲ πολεμεῖν πρὸς ἀνθρώπους τοῖς πᾶσι καλῶς ἐξηρτυμένους.παραμυθίας οὖν ὁ Μωυσῆς ἤρχετο καὶ θαρρεῖν παρεκάλει τῇ τοῦ θεοῦ ψήφῳ πεπιστευκότας, ὑφʼ ἧς εἰς τὴν ἐλευθερίαν ἠρμένοι κατανικήσειαν τοὺς περὶ αὐτῆς εἰς μάχην αὐτοῖς καθισταμένους,ὑπολαμβάνειν δὲ τὸ μὲν αὐτῶν εἶναι στράτευμα πολὺ καὶ πάντων ἀπροσδεές, ὅπλων χρημάτων τροφῆς τῶν ἄλλων, ὧν παρόντων ἐκ πεποιθήσεως πολεμοῦσιν ἄνθρωποι, κρίνοντας ἐν τῇ παρὰ τοῦ θεοῦ συμμαχίᾳ ταῦτα αὐτοῖς παρεῖναι, τὸ δὲ τῶν ἐναντίων ὀλίγον ἄνοπλον ἀσθενές, οἷον καὶ μὴ ὑπὸ τοιούτων, οἵοις αὐτοῖς σύνοιδεν οὖσιν, νικᾶσθαι βουλομένου τοῦ θεοῦ.