τῶν δʼ ὅρκων τελειωθέντων τῆς διφθέρας ἀπαλείψας τοὔνομα εἰς φιάλην ἐκπιέζει, προκομίσας τε ἐκ τοῦ ἱεροῦ γῆς εἴ τι προστύχοι καὶ καταπάσας ἐκπιεῖν δίδωσιν· ἡ δʼ εἰ μὲν ἀδίκως ἐνεκλήθη, ἐγκύμων τε γίνεται καὶ τελεσφορεῖται κατὰ τὴν γαστέρα·ψευσαμένη δὲ τὸν ἄνδρα ἐπὶ τοῖς γάμοις καὶ τὸν θεὸν ἐπὶ τοῖς ὅρκοις μετʼ αἰσχύνης καταστρέφει τὸν βίον τοῦ τε σκέλους ἐκπεσόντος αὐτῇ καὶ τὴν κοιλίαν ὑδέρου καταλαβόντος. καὶ περὶ μὲν τῶν θυσιῶν καὶ τῆς ἁγνείας τῆς ἐπʼ αὐταῖς ταῦτα Μωυσῆς τοῖς ὁμοφύλοις προενόησε, νόμους δὲ αὐτοῖς τοιούτους ἔθετο.Μοιχείαν μὲν εἰς τὸ παντελὲς ἀπεῖπε νομίσας εὔδαιμον τὸ περὶ τοὺς γάμους ὑγιαίνειν τοὺς ἄνδρας, καὶ ταῖς τε πόλεσι καὶ τοῖς οἴκοις συμφέρειν τὸ τοὺς παῖδας εἶναι γνησίους. καὶ μίσγεσθαι δὲ μητράσι κακὸν μέγιστον ὁ νόμος ἀπεῖπεν, ὁμοίως δὲ καὶ πατρὸς συνεῖναι γαμετῇ καὶ τηθίσι καὶ ἀδελφαῖς καὶ παίδων γυναιξὶν ὡς ἔκφυλον ἔχον τὴν ἀδικίαν μεμίσηκεν.ἐκώλυσε δὲ καὶ γυναικὶ μεμιασμένῃ τοῖς κατὰ φύσιν πλησιάζειν μηδὲ κτήνεσιν εἰς συνουσίαν φοιτᾶν μηδὲ τὴν πρὸς τὰ ἄρρενα μῖξιν τιμᾶν διὰ τὴν ἐπʼ αὐτοῖς ὥραν ἡδονὴν θηρωμένους παράνομον. κατὰ δὲ τῶν εἰς ταῦτʼ ἐξυβρισάντων θάνατον ὥρισε τὴν τιμωρίαν.Τῶν δʼ ἱερέων καὶ διπλασίονα τὴν ἁγνείαν ἐποίησε· τούτων τε γὰρ αὐτοὺς ὁμοίως τοῖς ἄλλοις εἴργει καὶ προσέτι γαμεῖν τὰς ἡταιρηκυίας ἐκώλυσε, μήτε δούλην μήτʼ αἰχμάλωτον γαμεῖν αὐτοὺς κεκώλυκε καὶ τὰς ἐκ καπηλείας καὶ τοῦ πανδοκεύειν πεπορισμένας τὸν βίον μηδὲ τὰς τῶν προτέρων ἀνδρῶν ἐφʼ αἱσδηποτοῦν αἰτίαις ἀπηλλαγμένας.τὸν ἀρχιερέα μέντοι οὐδὲ τεθνηκότος ἀνδρὸς ἠξίωσε γυναῖκα τοῦτο τοῖς ἄλλοις ἱερεῦσι συγχωρῶν, μόνην δʼ αὐτῷ δέδωκε γαμεῖν παρθένον καὶ ταύτην φυλάττειν· ὅθεν οὐδὲ νεκρῷ πρόσεισιν ὁ ἀρχιερεὺς τῶν λοιπῶν οὐ κεκωλυμένων ἀδελφοῖς καὶ γονεῦσι καὶ παισὶ τοῖς αὑτῶν προσιέναι μεταστᾶσιν.ἀφελεῖς δὲ εἶναι πᾶσαν ἀφέλειαν· τὸν δὲ μὴ ὁλόκληρον τῶν ἱερέων νέμεσθαι πρὸς τοὺς ἱερεῖς ἐκέλευσε τὰ γέρα, ἀναβαίνειν δὲ ἐπὶ τὸν βωμὸν καὶ εἰσιέναι εἰς τὸν ναὸν ἐκώλυσε· μὴ μόνον δὲ περὶ τὰς ἱερουργίας καθαροὺς εἶναι, σπουδάζειν δὲ καὶ περὶ τὴν αὐτῶν δίαιταν, ὥστʼ αὐτὴν ἄμεμπτον εἶναι.καὶ διὰ ταύτην τὴν αἰτίαν οἱ τὴν ἱερατικὴν στολὴν φοροῦντες ἄμωμοί τέ εἰσι καὶ περὶ πάντα καθαροὶ καὶ νηφάλιοι, πίνειν οἶνον ἕως οὗ τὴν στολὴν ἔχουσι κεκωλυμένοι· ἔτι δὲ καὶ τὰ ἱερεῖα θύουσιν ὁλόκληρα καὶ κατὰ μηδὲν λελωβημένα.Ταῦτα μὲν οὖν ἤδη καὶ κατὰ τὸν ζωῆς χρόνον τῆς αὐτοῦ γινόμενα παρέδωκε Μωυσῆς, τῶν δὲ αὖθις καίπερ ἐπὶ τῆς ἐρημίας διαιτώμενος προενόησεν, ὅπως ἐπειδὰν τὴν Χαναναίαν λάβωσι τάδε ποιῶσι·διʼ ἑβδόμου ἔτους ἄνεσιν δίδωσι τῇ γῇ ἀπό τε ἀρότρου καὶ φυτείας, ὥσπερ καὶ αὐτοῖς διʼ ἑβδόμης ἡμέρας τὴν ἀπὸ τῶν ἔργων προεῖπεν ἀνάπαυσιν. καὶ τῶν αὐτομάτως ἀναδοθέντων ἀπὸ τῆς γῆς κοινὴν εἶναι τοῖς θέλουσι τὴν χρῆσιν τῶν τε ὁμοφύλων καὶ τῶν ἀλλοτριοχώρων, μηδὲν ἐξ αὐτῶν φυλάττοντας· ποιεῖν δὲ τοῦτο καὶ μεθʼ ἑβδόμην ἐτῶν ἑβδομάδα.ταῦτα πεντήκοντα μέν ἐστιν ἔτη τὰ πάντα, καλεῖται δὲ ὑπὸ Ἑβραίων ὁ πεντηκοστὸς ἐνιαυτὸς ἰώβηλος, ἐν ᾧ οἵ τε χρεῶσται τῶν δανείων ἀπολύονται καὶ οἱ δουλεύοντες ἐλεύθεροι ἀφίενται, οὓς ὄντας ὁμοφύλους καὶ παραβάντας τι τῶν νομίμων τῷ σχήματι τῆς δουλείας ἐκόλασε θάνατον οὐκ ἐκδεχομένους.ἀποδίδωσι δὲ καὶ τοὺς ἀγροὺς τοῖς ἀρχῆθεν αὐτῶν δεσπόταις τοῦτον τὸν τρόπον· ἐνστάντος τοῦ ἰωβήλου, ἐλευθερίαν σημαίνει τοὔνομα, συνέρχονται ὅ τε ἀποδόμενος τὸ χωρίον καὶ ὁ πριάμενος, καὶ λογισάμενοι τοὺς καρποὺς καὶ τὰς εἰς τὸ χωρίον δαπάνας γεγενημένας τῶν μὲν καρπῶν πλεονάζειν εὑρεθέντων προσδέχεται τὸν ἀγρὸν ὁ ἀποδόμενος,τοῦ δʼ ἀναλώματος ὑπερβάλλοντος ὑπὲρ τοῦ λείποντος καταβαλὼν τὸ ἱκνούμενον ἐξέχεται τῆς κτήσεως, ἴσων δὲ συναριθμουμένων τῶν τε καρπῶν καὶ τῶν ἀναλωμάτων ἀποδίδωσι τοῖς καὶ πρότερον νεμηθεῖσι.τὸ αὐτὸ δὲ καὶ ἐπὶ ταῖς οἰκίαις νόμιμον ἰσχύειν ἠθέλησε ταῖς κατὰ κώμας πεπραμέναις· περὶ γὰρ τῶν ἐν τῇ πόλει πεπραμένων ἔγνωκεν ἑτέρως. εἰ μὲν γὰρ πρὸ τοῦ τελειωθῆναι τὸν ἐνιαυτὸν καταβάλοι τὸ ἀργύριον, ἀναγκάζει τὸν πριάμενον ἀποδοῦναι, εἰ δὲ πλῆρες γένοιτο τὸ ἔτος, βεβαιοῖ τὴν κτῆσιν τῷ πριαμένῳ.ταύτην Μωυσῆς τὴν διάταξιν τῶν νόμων, ὅθʼ ὑπὸ τὸ Σιναῖον καθιδρύκει τὴν στρατιάν, ἐξέμαθε παρὰ τοῦ θεοῦ καὶ τοῖς Ἑβραίοις γεγραμμένην παραδίδωσιν.Ἐπειδὴ δὲ καλῶς αὐτῷ τὰ περὶ τὴν νομοθεσίαν ἔχειν ἐδόκει, πρὸς ἐξέτασιν τοῦ στρατοῦ τὸ λοιπὸν ἐτράπη τῶν πολεμικῶν ἤδη κατὰ νοῦν ἔχων ἅπτεσθαι, προστάσσει τε τοῖς φυλάρχοις πλὴν τῆς Λευίτιδος φυλῆς ἀκριβῶς τὸν ἀριθμὸν ἐκμαθεῖν τῶν στρατεύεσθαι δυναμένων· ἱεροὶ γὰρ ἦσαν οἱ Λευῖται καὶ πάντων ἀτελεῖς.γενομένης δὲ τῆς ἐξετάσεως εὑρέθησαν μυριάδες ἑξήκοντα τῶν ὁπλιτεύειν δυναμένων ὄντων ἀπὸ εἴκοσι ἐτῶν ἕως πεντήκοντα καὶ τρισχίλιοι πρὸς ἑξακοσίοις καὶ πεντήκοντα. ἀντὶ δὲ Λευὶ κατέλεξεν εἰς τοὺς φυλάρχους Μανασσῆν τὸν Ἰωσήπου παῖδα καὶ Ἐφράην ἀντὶ τοῦ Ἰωσήπου· δέησις δὲ ἦν αὕτη Ἰακώβου πρὸς Ἰώσηπον ποιητοὺς αὐτῷ παρασχεῖν τοὺς παῖδας, ὡς καὶ προεῖπον.