τὸ δὲ τρύβλιον καὶ ἡ φιάλη, ἀργυρᾶ δὲ ἦν, σίκλους μὲν αἱ δύο διακοσίους εἷλκον, εἰς δὲ τὴν φιάλην ἑβδομήκοντα μόνοι δεδαπάνηντο, πλήρεις δὲ ἦσαν ἀλεύρων ἐλαίῳ πεφυραμένων, οἷς ἐπὶ τῷ βωμῷ χρῶνται πρὸς τὰς ἱερουργίας· μόσχον τε καὶ κριὸν σὺν ἀρνίῳ ἐτείῳ ὁλομελῆ καυθησόμενα καὶ σὺν αὐτοῖς χίμαρον ἐπὶ παραιτήσει ἁμαρτημάτων.προσῆγε δὲ τῶν ἀρχόντων ἕκαστος καὶ ἑτέρας θυσίας σωτηρίους λεγομένας καθʼ ἑκάστην ἡμέραν δύο βόας καὶ πέντε κριοὺς σὺν ἀρνάσιν ἐτείοις καὶ ἐρίφοις. οὗτοι μὲν δὴ θύουσιν ἐπὶ ἡμέρας δώδεκα κατὰ πᾶσαν ἡμέραν εἷς· Μωυσῆς δὲ οὐκέτʼ ἀναβαίνων ἐπὶ τὸ Σιναῖον ἀλλʼ εἰς τὴν σκηνὴν εἰσιὼν ἀνεμάνθανε παρὰ θεοῦ περί τε τῶν πρακτέων καὶ τῶν νόμων τῆς συντάξεως·οὓς κρείττονας ἢ κατὰ σύνεσιν ἀνθρωπίνην ὄντας εἰς τὸν ἅπαντα βεβαίως αἰῶνα συνέβη φυλαχθῆναι δωρεὰν εἶναι δόξαντας τοῦ θεοῦ, ὡς μήτʼ ἐν εἰρήνῃ ὑπὸ τρυφῆς μήτʼ ἐν πολέμῳ κατʼ ἀνάγκην Ἑβραίους παραβῆναί τινα τῶν νόμων. ἀλλὰ περὶ μὲν τούτων παύομαι λέγων γραφὴν ἑτέραν ἠξιωκὼς συνθεῖναι περὶ τῶν νόμων.Νυνὶ δʼ ὀλίγων τινῶν ἐπιμνησθήσομαι τῶν ἐφʼ ἁγνείαις καὶ ἱερουργίαις κειμένων· καὶ γὰρ τὸν λόγον μοι περὶ τῶν θυσιῶν ἐνεστάναι συμβέβηκε. δύο μὲν γάρ εἰσιν ἱερουργίαι, τούτων δʼ ἡ μὲν ὑπὸ τῶν ἰδιωτῶν ἑτέρα δʼ ὑπὸ τοῦ δήμου συντελούμεναι κατὰ δύο γίνονται τρόπους·τῆς μὲν ὁλοκαυτεῖται πᾶν τὸ θυόμενον καὶ διὰ τοῦτο καὶ τὴν προσηγορίαν τοιαύτην ἔλαβεν, ἡ δὲ χαριστήριός τέ ἐστι καὶ κατʼ εὐωχίαν δρᾶται τῶν τεθυκότων· ἐρῶ δὲ περὶ τῆς προτέρας.ἀνὴρ ἰδιώτης ὁλοκαυτῶν θύει μὲν βοῦν καὶ ἀρνίον καὶ ἔριφον· ταῦτα μὲν ἐπέτεια, τοὺς δὲ βοῦς ἐφεῖται θύειν καὶ προήκοντας· ἄρρενα δὲ ὁλοκαυτεῖται τὰ πάντα. σφαγέντων δὲ τούτων τὸν κύκλον τῷ αἵματι δεύουσι τοῦ βωμοῦ οἱ ἱερεῖς,εἶτα καθαρὰ ποιήσαντες διαμελίζουσι καὶ πάσαντες ἁλσὶν ἐπὶ τὸν βωμὸν ἀνατιθέασι σχιζῶν ἤδη πεπληρωμένον καὶ πυρὸς φλεγομένου. τοὺς δὲ πόδας τῶν ἱερείων καὶ τὰ κατὰ νηδὺν ἐκκαθάραντες ἀκριβῶς τοῖς ἄλλοις καθαγνισθησόμενα προσεπιφέρουσι, τὰς δορὰς τῶν ἱερέων λαμβανόντων. καὶ ὁ μὲν τῆς ὁλοκαυτώσεως τρόπος ἐστὶν οὗτος.Τὰς δὲ χαριστηρίους θυσίας ἐπιτελοῦντες τὰ αὐτὰ μὲν ζῷα θύουσιν, ὁλόκληρα δὲ ταῦτα καὶ τῶν ἐπετείων πρεσβύτερα, ἄρρενα μέντοι θήλεσι συνδυαζόμενα. θύσαντες δὲ ταῦτα φοινίσσουσι μὲν αἵματι τὸν βωμόν, τοὺς δὲ νεφροὺς καὶ τὸν ἐπίπλουν καὶ πάντα τὰ πιμελῆ σὺν τῷ λοβῷ τοῦ ἥπατος καὶ σὺν αὐτοῖς τὴν οὐρὰν τοῦ ἀρνὸς ἐπιφέρουσι τῷ βωμῷ.τὸ δὲ στῆθος καὶ τὴν κνήμην τὴν δεξιὰν τοῖς ἱερεῦσι παρασχόντες ἐπὶ δύο ἡμέρας εὐωχοῦνται τοῖς καταλειπομένοις τῶν κρεῶν, ἃ δʼ ἂν περισσεύσῃ κατακαίουσι.Θύουσι δὲ καὶ ὑπὲρ ἁμαρτάδων καὶ ὁμοίως τῷ προειρημένῳ τὸ περὶ τῶν ἁμαρτάδων τῆς ἱερουργίας τρόπῳ γίνεται. οἱ δὲ ἀδύνατοι πορίζειν τὰ τέλεια θύματα περιστερὰς ἢ τρυγόνας δύο, ὧν τὸ μὲν ὁλοκαυτεῖται τῷ θεῷ, τὸ δὲ τοῖς ἱερεῦσιν εἰς βρῶσιν διδόασιν. ἀκριβέστερον δὲ περὶ τῆς θυσίας τῶνδε τῶν ζῴων ἐν τοῖς περὶ θυσιῶν ἐροῦμεν.ὁ μὲν γὰρ κατὰ ἄγνοιαν εἰς τοῦτο προπεσὼν ἄρνα καὶ ἔριφον θήλειαν τῶν αὐτοετῶν προσφέρει, καὶ τῷ μὲν αἵματι δεύει τὸν βωμὸν ὁ ἱερεὺς οὐχ ὡς τὸ πρῶτον ἀλλὰ τῶν γωνιῶν τὰς ἐξοχάς, καὶ τούς τε νεφροὺς καὶ τὴν ἄλλην πιμελὴν σὺν τῷ λοβῷ τοῦ ἥπατος ἐπιφέρουσι τῷ βωμῷ, οἱ δὲ ἱερεῖς τάς τε δορὰς ἀποφέρονται καὶ τὰ κρέα ἐπʼ ἐκείνης δαπανήσοντες τῆς ἡμέρας ἐν τῷ ἱερῷ· ὁ γὰρ νόμος εἰς τὴν αὔριον ἀπολιπεῖν οὐκ ἐᾷ.ὁ δὲ ἁμαρτὼν μὲν αὑτῷ δὲ συνειδὼς καὶ μηδένα ἔχων τὸν ἐξελέγχοντα κριὸν θύει τοῦ νόμου τοῦτο κελεύοντος, οὗ τὰ κρέα κατὰ τὸ ἱερὸν ὁμοίως οἱ ἱερεῖς αὐθημερὸν σιτοῦνται. οἱ δὲ ἄρχοντες ἐφʼ οἷς ἡμάρτανον ἐκθυόμενοι ταὐτὰ μὲν κομίζουσι τοῖς ἰδιώταις, διαλλάσσουσι δὲ τῷ προσάγειν θύματα ταῦρον ἔριφον ἄρσενας.Νόμος δὲ ταῖς ἰδιωτικαῖς καὶ ταῖς δημοσίαις θυσίαις καὶ ἄλευρον ἐπιφέρεσθαι καθαρώτατον, ἀρνὶ μὲν ἀσσαρῶνος μέτρον κριῷ δὲ δυοῖν ταύρῳ δὲ τριῶν. τοῦτο καθαγνίζουσιν ἐπὶ τῷ βωμῷ μεμαγμένον ἐλαίῳ·κομίζεται γὰρ δὴ καὶ ἔλαιον ὑπὸ τῶν τεθυκότων ἐπὶ μὲν βοῒ ἰνὸς ἥμισυ, ἐπὶ δὲ κριῷ μέρος τούτου τρίτον τοῦ μέτρου, καὶ τετάρτη μερὶς ἐπʼ ἀρνί· ὁ δὲ ἲν μέτρον ἀρχαῖον Ἑβραίων δύναται δύο χόας Ἀττικούς. τὸ δʼ αὐτὸ μέτρον τῷ ἐλαίῳ καὶ οἴνου παρῆγον, σπένδουσι δὲ περὶ τὸν βωμὸν τὸν οἶνον.εἰ δέ τις θυσίαν οὐκ ἐπιτελῶν ἐπήνεγκε κατʼ εὐχὴν σεμίδαλιν, ταύτης ἀπαρχὴν μίαν ἐπιβάλλει τῷ βωμῷ δράκα, τὴν δὲ λοιπὴν οἱ ἱερεῖς πρὸς τροφὴν λαμβάνουσιν ἢ ἑψηθεῖσαν, ἐλαίῳ γὰρ συμπεφύραται, ἢ γενομένων ἄρτων. ἱερέως δὲ κομίσαντος καὶ ὁποσονοῦν ὁλοκαυτεῖν ἀναγκαῖον.κωλύει δὲ ὁ νόμος θύειν ζῷον αὐθημερὸν μετὰ τοῦ γεγεννηκότος ἐπὶ ταὐτό, οὐδʼ ἄλλως δὲ πρὶν ὀγδόην ἡμέραν γεννηθέντι διελθεῖν. γίνονται δὲ ἄλλαι θυσίαι ὑπὲρ τοῦ τὰς νόσους διαφυγεῖν ἢ κατʼ ἄλλας αἰτίας, εἰς ἃς πέμματα σὺν ἱερείοις ἀναλίσκεται, ὧν εἰς τὴν ὑστέραν οὐδὲν ὑπολιπεῖν ἐστι νόμιμον, τῶν ἱερέων μέρος ἴδιον λαβόντων.